- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:282.6-283.25
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
中間からの推移や距離によるのではなく、形相や本性的根拠の完全な相違に基づいて反対性が成り立つことを論じ、中間的色彩や無中間的対立、元素間の反対関係の疑義に答える。
εἰ μὲν γὰρ ἀπὸ τῶν μέσων καὶ τῆς πρὸς ταῦτα ἀποστάσεως,1 οὐ πρὸς τὰ ἄκρα ποιεῖτε τὴν ἐναντίωσιν, ὥσπερ οὐδὲ τὴν ἀπόστασιν, ἀλλὰ πρὸς τὰ μέσα. καὶ πῶς τὰ ἄμεσα ἐρεῖτε ἐναντία, οἷον ὑγείαν καὶ νόσον; εἰ δὲ κατ’ αὐτὴν τὴν μορφὴν τὴν ἀπόστασιν λαμβάνετε, ὅταν μηδὲν ἔχωσι ταὐτὸν κατὰ τὸ εἶδος ἐν ἑνὶ ὄντα γένει, φέρε εἰπεῖν τῷ ποιῷ, διὰ τί τὸ ξανθὸν τῷ λευκῷ οὐκ ἔσται ἐναντίον, οὐδεμίαν ἔχον ἐγγύτητα πρὸς τὸ λευκόν, ὥσπερ δοκεῖ τὸ φαιόν;’ πρὸς ἃ ἀντιλέγοντες οὗτοι φήσουσιν μὴ ἀπὸ τῶν μέσων τὴν ἐπὶ πλεῖστον ἀπόστασιν παραδέχεσθαι τὰ ἄκρα· οὐ γὰρ διά τινος πορείας ποιεῖται τὴν ἀπόστασιν τὰ ἐναντία ἀπ’ ἀλλήλων οὐδὲ οὕτως τὸ μέσον ὑπερβάντα καθίσταται ἑαυτοῖς εἰς τὴν ἐναντίαν χώραν, ἀλλὰ κατὰ τοὺς λόγους αὐτῶν καὶ τὰ εἴδη ἡ ἀπόστασις ἐστιν. ταῖς ἰδιότησιν οὖν προσεκτέον, εἰ αἱ μὲν οὕτως ἔχουσιν ὥστε ἀναιρεῖν ἀλλήλας,2 αἱ δέ τινα συνεμφαίνουσιν ἐγγύτητα φύσεως πρὸς θάτερον τῶν ἐναντίων ἢ ἔμφασιν τῶν ἄκρων ἢ τοῦ μὲν ὕφεσιν, τοῦ δὲ ἐπίτασιν ἢ ἄλλην τινὰ μεσότητα τοιαύτην· αἱ γὰρ οὕτως ἔχουσαι κατ’ ἰδίαν κεχωρισμέναι εἰσίν, ἄλλως μὲν αἱ ἄκραι, ἄλλως δὲ αἱ μέσαι. καὶ οὐ προηγοῦνται αἱ μέσαι, ἵνα περὶ αὐτὰς τὴν ἀπόστασιν λαμβάνωσιν αἱ ἄκραι, ἀλλὰ τοὐναντίον αἱ ἄκραι τῶν μέσων κυριώτεραί εἰσιν πρὸς ὑπόστασιν καὶ ἀπὸ τῶν ἄκρων τὰ μέσα τὸν ὅρον λαμβάνει καὶ ἀπὸ τῶν ἐναντίων τὰ μεταξὺ ἢ κατὰ σύγκρισιν ἢ κατ’ ἔμφασιν καὶ καθ’ ὁμοιότητα ἢ κατὰ παράθεσιν ἢ κατὰ ἄλλον τρόπον. καὶ εἰ μὲν κατὰ μεταβολὴν ἀπὸ τοῦ ἑτέρου ἐναντίου εἰς τὸ ἕτερον διὰ τοῦ μέσου πρόεισιν ἡ γένεσις, ἐνῆν λέγειν ὡς διὰ τοῦ μέσου προχωροῦντα τὰ ἐναντία ἀφίσταται ἀπ’ ἀλλήλων· εἰ δὲ οὔτε μεταβολὴ οὔτε γένεσις θεωρεῖται, ἀλλ’ ἀρχηγὰ τὰ ἄκρα ἐστὶν καθ’ ἑαυτὰ καὶ οὐ κατὰ κίνησιν διὰ τῶν μέσων παραγόμενα, οὐκ ἂν λαμβάνοι τὴν ἀπόστασιν ἀπὸ τῶν μέσων, ὥστε οὐδ’ ἂν ἀπ’ αὐτῶν τὸ εἶναι,3 πολὺ δὲ μᾶλλον κατ’ αὐτὴν τὴν μορφὴν καὶ τὴν ταύτης ἑτερότητα τὴν διάστασιν εἴληφεν, ὅταν ὅλα ὅλων διαφέροντα φαίνηται. ‘ἀλλὰ τὸ ξανθὸν τῷ λευκῷ κατά γε τοῦτον τὸν διορισμὸν ἐναντίον ἔσται’. ἢ οὐχ οὕτως ἔχει· τὸ γὰρ ξανθὸν ἐγγύτητά τινα ἔχει πρὸς τὸ λευκόν, ὡς καὶ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ προσομολογεῖ καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν· ἀμφότεροι γὰρ περὶ τὸ λευκὸν ὡς συγγενὲς τὴν ὑπόστασιν παράγουσιν τοῦ ξανθοῦ, τρόποις μὲν διαφέρουσιν χρώμενοι τῆς παραγωγῆς, ἐν δὲ τούτῳ κοινῇ συνομολογοῦντες, ὡς ἔχει παρακειμένην τινὰ ἔμφασιν τὸ ξανθὸν πρὸς τὸ λευκόν. πεισθείη δ’ ἄν τις τοῦτο ῥᾳδίως καὶ ἀπὸ τῆς αἰσθήσεως. οὐ γὰρ ὁμοίως διατιθέμεθα τὰ λευκὰ καὶ ξανθὰ παρατιθέντες καὶ τὰ λευκὰ καὶ μέλανα· τὰ γὰρ ξανθὰ θεωροῦντες παρὰ τὰ λευκὰ οὐ πάντη εἰς ἐναντίαν αἴσθησιν μεταπίπτομεν ὡς ἐπὶ τῶν ἑτέρων διακρινόμενοί τε καὶ συγκρινόμενοι. οὕτως δὲ καὶ τὰ ἄμεσα ἐναντία ἔσται μηδὲν ἔχοντα ταὐτὸν κατὰ τὸ εἶδος, κἂν μὴ ᾖ τινα μεταξὺ αὐτῶν ἐπαμφοτερίζοντα· οὐ γὰρ ἀπὸ τῶν μέσων, ἀλλ’ ἀπὸ τῆς τῶν λόγων ἰδιότητος ἕξει τὴν ἐναντίωσιν. τὰ δὲ μέσα οὐκ ἔσται ἐναντία, διότι ἔχει τὸ κοινὸν καὶ συνεμφαίνει ἑαυτοῖς ὁμοίως ἄμφω τἀναντία. τὸ δὲ λέγειν ὡς εἰ μὴ τῷ λευκῷ καὶ τῷ μέλανί ἐστιν ἐναντίον τὸ ξανθόν, ἄλλῳ γέ τινι ἔσται ἐναντίον, παντελῶς ἐστιν ἄτοπον· ὃ γὰρ ἐν συμμίξει ἢ ἐμφάσει τῶν ἐναντίων συνέστηκεν καὶ οὐδενὸς διέστη τὴν πλείστην διάστασιν, πῶς ἂν εἴη τινὶ ἐναντίον; ἀλλὰ ταῦτα οἰκειότερον μὲν ἂν ἐν τοῖς ἑξῆς ἐρρήθη, ἔνθα προηγουμένη γίνεται ἡ τῶν ἐναντίων διδασκαλία, ἔχει δὲ καὶ νῦν τινα λόγον πρὸς τοὺς ἀντιλέγοντας τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένοις ἀγωνιζόμενα. ἐπειδὴ δέ τινες οἴονται τὸν Ἀριστοτέλη καὶ οὐσίᾳ τι ἐναντίον ἀπολείπειν, διότι οὐσία μέν ἐστιν τὰ στοιχεῖα, γῆ πῦρ ὕδωρ ἀήρ, λέγει δὲ ὕδωρ μὲν πυρί, γῆν δὲ ἀέρι ἐναντίον, ἰστέον ὅτι καὶ ταῦτα κατὰ τὰς ἐνούσας ποιότητας ἔχει τὴν ἐναντίωσιν· καὶ γὰρ τὸ μὲν ὕδωρ ψυχρόν ἐστι καὶ ὑγρόν, τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν, καὶ ἡ μὲν γῆ ψυχρὰ καὶ ξηρά, ὁ δὲ ἀὴρ θερμὸς καὶ ὑγρός· ταῦτα δὲ ποιότητες. οὐ κατὰ τὴν οὐσίαν οὖν ἔχουσι τὸ ἐναντίον (ἐν μιᾷ γάρ εἰσιν τῇ ἐνύλῳ οὐσίᾳ), ἀλλὰ κατὰ τὰς συνιστώσας αὐτὰ ποιότητας.
「なぜなら、もし中間とこれらに対する隔たりから[定義する]のであれば、あなた方は反対関係を両極に対して作っているのではなく、隔たりと同様に、中間に対して作っていることになるからである。また、健康と病気のように、中間をもたない反対のものをあなた方はどのようにして反対であると言うのか。他方、もし形相そのものにしたがって隔たりを捉えるのであれば、一つの類、たとえば性質において、種にしたがって同一のものを何一つ持たないとき、灰色が〔持つと〕思われるような白に対する親近性を何一つ持たない黄色が、なぜ白に反対ではないのか」と。これらに反論して彼らは、両極が最大限の隔たりを中間から受け取るのではない、と言うであろう。なぜなら、反対のものは互いからの隔たりを何らかの行程を通じて作るのではなく、そのように中間を乗り越えて互いに対して反対の領域に定まるのでもなく、それらの根拠と形相にしたがって隔たりは存するからである。したがって、一方の諸特質が互いを排除し合うようなあり方をしており、他方の諸特質が反対のものの一方に対する本性の何らかの親近性、あるいは両極の外観、あるいは一方の減弱と他方の増強、あるいはそのような他の何らかの中間性を示しているのかどうか、諸特質に注意を払わねばならない。なぜなら、そのようにある諸特質は独自に分離されており、両極のものはある仕方で、中間のものは別の仕方で分離されているからである。そして、両極のものが中間にかんして隔たりを受け取るために中間が先行するのではなく、むしろ逆に両極のものこそが成立において中間よりも優位であり、両極のものから中間は定義を受け取り、反対のものから中間のものは、比較、あるいは外観と類似、あるいは並置、あるいは他の様態にしたがって定義を受け取るのである。そして、もし一方の反対のものから他方への変化にしたがって中間を通って生成が進むのであれば、反対のものは中間を通って進みながら互いから隔たると言うこともできたであろう。しかし、もし変化も生成も観察されず、両極のものがそれ自体で根源的であって、中間を通じた運動によって生み出されるのではないならば、両極のものが中間から隔たりを受け取ることはなく、したがってそれら中間から存在を受け取ることもないはずであり、むしろ全体が全体から異なっていると現れるときに、形相そのものとそれ自身の差異性にしたがって間隔を受け取っているのである。「しかし、少なくともこの規定にしたがえば、黄色は白に反対であることになる」。いや、そうではない。なぜなら、プラトンも『ティマイオス』において同意し、アリストテレスも『感覚と感覚されるものについて』において同意しているように、黄色は白に対して何らかの親近性をもっているからである。というのも、両者は生成の様態については異なった仕方を用いているものの、黄色が白に対して近接した何らかの外観をもつということにおいては共通して同意しつつ、白の周囲に同族のものとして黄色の成立を導き出しているからである。このことは感覚からも容易に確信されうるであろう。なぜなら、我々は白と黄色を並べるときと、白と黒を並べるときとで、同じ状態に置かれないからである。というのも、白の傍らに黄色を観察するとき、我々はもう一方の場合のように分離されたり結合されたりして、完全に反対の感覚へと移り変わるわけではないからである。このようにして、それらの間に両方にまたがる何らかのものが存していなくとも、種にしたがって同一のものを何一つ持たない中間をもたない反対のものも[反対の領域に]存することになる。なぜなら、中間からではなく、根拠の固有性から反対関係をもつからである。他方、中間のものは、共通のものをもっており、等しく両方の反対のものをそれら自身のうちに伴い示しているがゆえに、反対ではないであろう。また、もし黄色が白と黒に反対でないなら、他の何らかのものに反対であるはずだ、と言うことは全く不条理である。なぜなら、反対のものの混和あるいは外観のうちに成立し、何ものに対しても最大の隔たりを隔たっていないものが、どうして何らかのものに反対でありえようか。しかし、これらのことは、反対のものにかんする教説が主要な論題となる続く箇所で論じられる方がより適切であったであろうが、アリストテレスによって語られた事柄に反論する者たちと争っている今においても、一定の根拠をもっている。しかし、元素である地・火・水・空気が実体であるのに、彼が水は火に、地は空気に反対であると言っていることから、アリストテレスが実体にも何らかの反対のものを認めていると考える者たちがいるので、これらもまた内在する諸性質にしたがって反対関係をもっているのだと知るべきである。なぜなら、水は冷たく湿っており、火は熱く乾いており、地は冷たく乾いており、空気は熱く湿っているからである。そして、これらは性質である。したがって、それらは実体にしたがって反対のものをもつのではなく(なぜなら単一の質料的実体のうちにあるからである)、それらを構成する諸性質にしたがって反対のものをもつのである。
- 5.7εἰ μὲν γὰρ ἀπὸ τῶν μέσων καὶ τῆς πρὸς ταῦτα ἀποστάσεως
接続詞 εἰ の導く条件節において動詞(後続の文脈から λαμβάνετε や ὁρίζεσθε など「規定する」「捉える」を意味する動詞)が省略されている。後続する εἰ δὲ κατ’ αὐτὴν τὴν μορφὴν τὴν ἀπόστασιν λαμβάνετε と対をなす構造であるため、ここでは「中間とこれらに対する隔たりから[反対者や最大の隔たりを規定する/捉える]ならば」と補って解釈する。
- 5.7ταῖς ἰδιότησιν οὖν προσεκτέον, εἰ αἱ μὲν οὕτως ἔχουσιν ὥστε ἀναιρεῖν ἀλλήλας
非人称動詞的形容詞 προσεκτέον(=προσεκτέον ἐστί, 心を配るべきである)に導かれる間接疑問節を εἰ が導いている。「〜であるかどうかについて、特質に注意を払わねばならない」という統語関係をなす。条件節「もし〜であるならば注意を払わねばならない」と取る余地もあるが、続く αἱ μὲν... αἱ δέ... の分岐を吟味の対象として受けているため間接疑問の解釈が適切である。
- 5.7ὥστε οὐδ’ ἂν ἀπ’ αὐτῶν τὸ εἶναι
結果の ὥστε 節の中で述語動詞(λαμβάνοι あるいは εἴη)が省略されており、小辞 ἄν が残されている。先行する οὐκ ἂν λαμβάνοι τὴν ἀπόστασιν ἀπὸ τῶν μέσων(中間から隔たりを受け取ることはないであろう)の潜在的希求法の構文を受け継ぎ、「したがってそれら中間から存在を受け取ることもないはずである」という推論的帰結を表す。
