← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§127.16-129.1

内在的尺度と重さや傾きをめぐる議論

プロティノスの所説を受けて連続的・離散的なもの双方に共通する尺度の内在を説き、続いてルキオスらによる大きさの呼称批判(「量」ではなく「どれほどの大きさ」と呼ぶべきという説)および重さ・傾き(ῥοπή)を第三の種として加えるべきとする説をめぐって、アルキュタスやイアンブリコスの議論を引きながら考察する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1#5

τοῦτο γὰρ οὐκ ἀπὸ τοῦ ἀριθμοῦ τῷ μεγέθει ἐνεδόθη,1 ὡς τισιν δοκεῖ, ἀλλ’ ἔστιν ἴδιον μέτρον καὶ τοῦ ἡνωμένου τε καὶ ἀλληλουχουμένου καὶ ἔτι μέντοι τοῦ διωρισμένου. ἰδία γὰρ καὶ φύσις ἑκάστου, ὡς καὶ ἐν τῷ παντὶ κόσμῳ θεωρεῖται τοῦ μὲν συνεχοῦς ἡ φύσις, ἥτις καλεῖται μέγεθος, κατὰ ἕνωσιν καὶ ἀλληλουχίαν, τοῦ δὲ διωρισμένου, ἥτις καλεῖται πλῆθος, κατὰ σωρείαν καὶ παράθεσιν· καὶ γὰρ κατὰ μὲν τὴν τοῦ μεγέθους οὐσίαν εἷς ὁ κόσμος ἔστιν τε καὶ νοεῖται σφαιρικὸς καὶ συμπεφυκὼς ἑαυτῷ, διατεταμένος τε καὶ ἀλληλουχούμενος, κατὰ δὲ τὸ πλῆθος ἥ τε σύνταξις καὶ ἡ διακόσμησις ἡ ἐκ τοσῶνδε φέρε εἰπεῖν στοιχείων καὶ ζῴων ἢ φυτῶν θεωρεῖται καὶ ἐναντιοτήτων ἢ ὁμοιοτήτων τόσων καὶ τόσων. εἰ οὖν ἐν ταῖς εἰκόσιν οὕτω ταῦτα κεχώρισται, πολὺ πρότερον ἐν τοῖς νοουμένοις γένεσιν καὶ πρὸ τούτων ἐν τοῖς καθ’ αὐτὰ ἀΰλοις εἴδεσιν διέστηκεν, κοινὸν ἔχοντα, ὡς εἴρηται, τὸ μέτρον καὶ πέρας. Ἐγκαλοῦσιν δὲ οἱ περὶ τὸν Λούκιον καὶ Νικόστρατον τῇ διαιρέσει πρῶτον μὲν ὡς μὴ δεόντως καὶ τὸ μέγεθος ποσὸν λεγούσῃ·2 πηλίκον γὰρ ἔδει τοῦτο λέγειν, ποσὸν δὲ τὸν ἀριθμόν, τὸ δὲ κοινὸν ἢ ἄλλο τι ἢ ὁμωνύμως τῷ ἑνὶ τῶν εἰδῶν ποσὸν καὶ αὐτὸ ὀνομάζειν. ἀλλ’ ἐπειδὴ κἂν κατὰ τὸ πλεῖστον τὸ μὲν συνεχὲς πηλίκον, τὸ δὲ διωρισμένον ποσόν,3 ἀλλὰ καὶ ὑπαλλάττει πολλάκις4 (τὸ γοῦν ὕδωρ συνεχὲς ὂν ποσὸν λέγομεν, ἀλλ’ οὐ πηλίκον· πολὺ γὰρ καὶ οὐχὶ μέγα· καὶ τὸν χρόνον ποσὸν λέγομεν), εἰκότως οὔτε δύο πεποίηκεν κατηγορίας τὸ ποσὸν καὶ πηλίκον οὔτε κατὰ τὸ πηλίκον καὶ ποσὸν διεῖλεν, ἀλλὰ κατὰ τὸ συνεχὲς καὶ διωρισμένον, ἅπερ οὐδέποτε ὑπαλλάττει. Αἰτιῶνται δὲ καὶ τὸ εἰς δύο γενέσθαι τὴν διαίρεσιν· ἔδει γὰρ μετὰ τὸν ἀριθμὸν καὶ τὸ μέγεθος τρίτον εἶδος τάττειν τὸ βάρος ἢ τὴν ῥοπήν, ὡς Ἀρχύτας καὶ ὡς ὕστερον Ἀθηνόδωρος ἔταξεν καὶ Πτολεμαῖος ὁ μαθηματικός. ἀλλὰ ῥητέον ὅτι ἡ βαρύτης ποιότητός ἐστιν, ὡς ἡ πυκνότης καὶ παχύτης οὐχὶ κατὰ τὸ ποσόν, ἀλλὰ κατὰ τὸ ποιόν, καὶ τὰ τούτοις ἀντικείμενα. ἀλλ’ ἡ μνᾶ καὶ τὸ τάλαντον τὰ ἐπὶ βάρους λεγόμενα ποῦ ἄν περιληφθείη; ἢ εἰς μὲν τὰ προηγούμενα ποσὰ φήσομεν οὐδαμῶς, εἰς δὲ τὰ κατὰ συμβεβηκός· οὔτε γὰρ κατ’ ἀριθμὸν ἁπλῶς οὔτε κατὰ μέγεθος. ἀλλ’ ἐπιστῆσαι χρή, μήποτε οὐχ ὡς τὸ λευκὸν κατὰ συμβεβηκὸς ποσόν, ὅτι ἡ ἐπιφάνεια ποσόν, οὕτως καὶ ἡ ῥοπή, ἀλλ’ αὐτὴ καθ’ αὑτήν ἐστι ποσόν, διότι καθ’ αὑτὴν ἐπιδέχεται τὸ τοῦ ποσοῦ ἴδιον, τὸ ἴσον καὶ ἄνισον, ὡς ἄλλαι τὴν ὑπερβολὴν καὶ ἔλλειψιν. δεῖ γὰρ οἶμαι καὶ τῷ Ἀρχύτᾳ προσέχειν τὸν νοῦν τριχῇ καὶ αὐτῷ διελόντι τὸ ποσόν· γράφει γὰρ οὕτως· ‘τᾶς ποσότητος διαφοραὶ τρεῖς· τὸ μὲν γὰρ αὐτᾶς ἐστιν ἐν ῥοπᾷ ὡς τὸ τάλαντον, τὸ δὲ ἐν μεγέθει ὡς τὸ δίπαχυ, τὸ δὲ ἐν πλάθει ὡς τὸ δέκα’’. καὶ ταύτην μὲν ὁ Ἰάμβλιχος ἀποδέχεται τὴν διαίρεσιν, καὶ ὡς κατὰ τὸ τελειότατον μέτρον τοῦ ποσοῦ τὴν τριάδα γενομένην καὶ ὡς τοῖς πράγμασι σύμφωνον· ‘‘ἡ γὰρ κατὰ ῥοπὴν ποσότης οὔτε τῷ μεγέθει οὔτε τῷ πλήθει ἐστὶν ἡ αὐτή, ἀλλ’ ἐν κινήσει μᾶλλον θεωρεῖται καὶ κατὰ βάρος ἢ κουφότητα ἔχει τὸ ποσόν. παραλέλειπται οὖν, φησίν, αὕτη ἡ διαίρεσις οὕτως ἔχουσα· ‘τῶν ποσῶν τὰ μὲν ἔχει ῥοπήν, τὰ δὲ οὐκ ἔχει’, καὶ δῆλον ὅτι οὔτε τοῖς συνεχέσι καὶ διωρισμένοις ἡ αὐτή ἐστιν οὔτε τοῖς θέσιν ἔχουσιν καὶ μή. καὶ ἐν τῷ παντὶ δέ, φησίν, ἐναργὴς ἡ διαίρεσις αὕτη φαίνεται τῶν μὲν τεσσάρων στοιχείων ῥοπὴν ἐχόντων, τοῦ δὲ οὐρανοῦ ἀρρεποῦς ὄντος. καὶ ἐν ταῖς κινήσεσιν αἱ μὲν ἐπ’ εὐθείας κινήσεις μετὰ ῥοπῆς γίνονται ἀρχὴν ἔχουσαι καὶ τελευτὴν καὶ στάσει μεταξὺ διαλαμβανόμεναι, ἡ δὲ κατὰ κύκλον συνεχὴς καὶ ἄναρχος οὖσα καὶ ἀτελεύτητος, ὡς ἂν ἀεικίνητος οὖσα, ἀρρεπής ἐστιν. καὶ ἐν τοῖς ἀσωμάτοις δέ, φησίν, ποσοῖς ἐναργὴς ἡ τοιαύτη διαφορά· ἐὰν γάρ τις τὴν ψυχὴν ὑπόθηται ὡς καθ’ ἑαυτὸ ποσόν, ᾗ νεύει εἰς τὸ σῶμα, ῥοπὴν ἕξει τὴν ἐπὶ τὸ κάτω, ᾗ δὲ ἀπὸ τῶν κάτω πρὸς τὸ νοητὸν νεύει, ἐπὶ τὸ ἄνω· ὁ δὲ νοῦς ἀρρεπὲς ποσόν. διὰ τί δέ, φησίν, τὰ μὲν διαστήματα τῆς φωνῆς ποσὰ λέγομεν, τὰ δὲ τῆς ῥοπῆς διαστήματα οὐ λέγομεν ποσά;

というのも、これ[尺度や限界]は、ある者たちに思われているように数から大きさへと付与されたのではなく、結合され相互に保たれているものにとっても、さらにまた離散的なものにとっても固有の尺度が存在するからである。実のところ、各々の本性も固有である。それは全世界において、連続的なものの本性――これは大きさと称される――が結合と相互維持にしたがって考察され、他方、離散的なものの本性――これは多さと称される――が集積と並置にしたがって考察される通りである。実際、大きさの実体によれば、世界は球状であり、それ自身生来一体化しており、張り広げられ相互に保たれて一つのものであるし、またそのように思考されるが、多さによれば、言ってみればこれこれの数の元素や動物や植物から、またこれこれの対立や類似から成る秩序づけと秩序立てが考察されるのである。それゆえ、もし像[感覚的対象]においてこれらがこのように区別されているとするなら、思考される諸類において、またこれらより先にあるそれ自体非物質的な諸種において、これらははるか以前から別個に立っており、述べられたように尺度と限界を共通のものとして持っているのである。 ところで、ルキオスとニコストラトスの一派は、第一に、区分が不当にも大きさをも「量」と呼んでいるとしてこの区分を非難している。なぜなら、この[大きさ]を「どれほどの大きさ」と呼び、数を「量」と呼び、共通のものは別の何かとするか、あるいは種の一つと同音異義的にそれ自身をも「量」と名づけるべきであったからである。しかし、たとえ大部分において連続的なものが「どれほどの大きさ」であり離散的なものが「量」であるとしても、しばしば入れ替わりもするのであって(現に水は連続的であるのに「量」と言うのであり、「どれほどの大きさ」とは言わない。多いのであって大きいのではないからである。また時間をも「量」と言う)、それゆえ彼[アリストテレス]が「量」と「どれほどの大きさ」という二つの範疇を設けず、「どれほどの大きさ」と「量」にしたがって区分もせず、決して入れ替わることのない連続的なものと離散的なものにしたがって区分したのは当然である。 また彼らは、区分が二つへと生じたことをも責める。なぜなら、数と大きさに次いで第三の種として重さあるいは傾きを配置すべきであったからであり、それはアルキュタスが、また後にアテノドロスや数学者プトレマイオスが配置した通りである。しかし、重さは性質に属するのであり、濃密さや肥厚さが量にしたがってではなく質にしたがって[属する]のと同様であり、これらに対立するものも同様である、と述べるべきである。しかし、重さに関して言われるミナやタラントンはどこに包摂されるのであろうか。それとも、本質的な量には決して入らず、付帯的な量に入る、と私たちは言うべきであろうか。実際、単純に数にしたがっても大きさにしたがっても[量]ではないからである。しかし、面が量であるゆえに白が付帯的な量であるように、そのように傾きも[付帯的]であるのではなく、傾きそれ自体として量なのではないか、と注目すべきである。なぜなら、他の性質が過度と不足を受け入れるように、傾きは量に固有の「等しいと等しくない」をそれ自体として受け入れるからである。思うに、彼自身も量を三つに区分したアルキュタスにも心を留めるべきである。実のところ、彼は次のように書いている。「量の差異は三つである。というのも、量の一部はタラントンのように傾きの中にあり、別の一部は二肘のように大きさの中にあり、別の一部は十のように多さの中にある」。そしてこの区分をイアンブリコスは歓迎している。量の最も完全な尺度である三組にしたがって生じていることによっても、事態に合致していることによっても[歓迎している]。「なぜなら、傾きにしたがう量は、大きさとも多さとも同一ではなく、むしろ運動において考察され、重さあるいは軽さに応じて量を持つからである。したがって、この区分は『量のあるものは傾きを持ち、あるものは持たない』という形をとるものとして見落とされている」と彼は言う。「そして、この区分が連続的なものと離散的なものとも同一でなく、位置を持つものと持たないものとも同一でないことは明白である。また全世界においても、四元素は傾きを持ち、天空は傾きを持たないものとして、この区分は明瞭に現れている」と彼は言う。「また運動においても、直線的な運動は傾きを伴って生じ、始元と終極を持ち、中間の停止によって区切られているが、円運動は連続的で始元も終極もなく、永遠に動くものとして、傾きを持たない。また非物体的な量においても、そのような差異は明瞭である」と彼は言う。「実際、もし魂をそれ自体としての量と想定するなら、身体へと傾く魂は下への傾きを持つであろうし、下のものから可知的なものへと傾く魂は上への[傾きを持つ]であろう。他方、知性は傾きを持たない量である。そしてなぜ」と彼は言う、「音声の間隔は量と言うのに、傾きの間隔は量と言わないのであろうか」。

構文注4 件
  1. 3.1τοῦτο γὰρ οὐκ ἀπὸ τοῦ ἀριθμοῦ τῷ μεγέθει ἐνεδόθη

    τοῦτο は前節末尾で言及された「これほど(τὸ τοσόνδε)」、すなわち「尺度および限界(μέτρον καὶ πέρας)」を指す。直後の ἀλλ’ ἔστιν ἴδιον μέτρον と呼応しており、大きさが数から派生的に尺度を得るのではなく、連続的なもの自体に固有の尺度が備わっているという論点を示す。

  2. 3.1Ἐγκαλοῦσιν δὲ οἱ περὶ τὸν Λούκιον καὶ Νικόστρατον τῇ διαιρέσει πρῶτον μὲν ὡς μὴ δεόντως καὶ τὸ μέγεθος ποσὸν λεγούσῃ

    接続詞 ὡς に分詞与格 λεγούσῃ(女性単数で τῇ διαιρέσει に一致)が後続し、「区分が〜と述べているとして」という非難の論拠・内容を客観的理由ではなく告発者の主張として提示している。

  3. 3.1ἀλλ’ ἐπιστῆσαι χρή, μήποτε οὐχ ὡς τὸ λευκὸν κατὰ συμβεβηκὸς ποσόν

    非人称動詞 χρή + 不定詞 ἐπιστῆσαι に、疑念や控えめな主張を導く μήποτε 節が続いている。否定詞 οὐχ は ὡς ... οὕτως の比況関係全体にかかり、「〜であるのと同じように[偶有的]なのではなく、むしろ(ἀλλά)それ自体として量なのではないか」という肯定的提起を婉曲に導いている。

  4. 3.1ἀλλ’ ἐπειδὴ κἂν κατὰ τὸ πλεῖστον τὸ μὲν συνεχὲς πηλίκον, τὸ δὲ διωρισμένον ποσόν, ἀλλὰ καὶ ὑπαλλάττει πολλάκις

    κἂν(= καὶ ἐάν)で始まる譲歩節に対して、帰結部を導く位置に再び ἀλλά が置かれている。この ἀλλά は譲歩(「たとえ大部分においてそうであるとしても」)に対する強い反駁・転換を示し、「しかし実際には頻繁に入れ替わりもする」ことを強調する照応的用法である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:127.16-129.1