- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:125.27-127.16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが場所の定義証明を省いた理由と時間の連続性を論じた後、本性上先である離散的なものと後である連続的なものが同一の類(量)に属しうるかという難問を検討し、量への直接的・同等な分有によって類が成立することを論証し、プロティノスの所論を引いて解決する。
ἀλλ’ οὐκ ἐχρήσατο ταύτῃ τῇ ἀποδείξει, διότι οὔπω ἔγνωστο, τί ἐστιν τόπος· φυσικῆς γὰρ ἦν θεωρίας ἡ σκέψις. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ἐνταῦθα τὰ τοῦ σώματος μόρια τὰ συνεχῆ οὐ καθ’ ἑαυτὰ ἐν τόπῳ εἶναί φησι· καὶ γὰρ κατέχει μὲν καὶ αὐτὰ τόπον, οὐ μὴν καθ’ αὑτά, ἐπειδὴ οὐδέ ἐστιν ἐν τόπῳ καθ’ ἑαυτὰ οὐδὲ περιέχεται καθ’ ἑαυτά. ὁ δὲ χρόνος ποσὸν μέν ἐστιν καὶ αὐτός, ὅτι ἐν διαστήματι θεωρεῖται, καὶ ἔστιν ἀριθμὸς κινήσεως· συνεχὲς δέ ἐστιν, διότι τὸ παρεληλυθὸς αὐτοῦ καὶ τὸ μέλλον πρὸς κοινὸν ὅρον τὸ νῦν συνάπτει καὶ συνδεῖται κατὰ τοῦτο. ἔοικεν δὲ ὁ χρόνος εἶναι κυριώτατα συνεχής· τῶν μὲν γὰρ ἄλλων συνεχῶν ἕκαστον καὶ διαιρεθείη ἄν, ὁ δὲ χρόνος ἀεὶ συνεχὴς καὶ οὐδέποτε ἐξ ἁπτομένων. κατά τε οὖν τοῦτο διαφέρει τῶν ἄλλων συνεχῶν καὶ ὅτι ἐκεῖνα μὲν ἐκ θέσιν ἐχόντων, οὗτος δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ταῦτα μὲν οὖν εἰς σαφήνειαν τῶν τῷ Ἀριστοτέλει δεδογμένων εἰρήσθω. Ἀποροῦσι δέ τινες, πῶς τὸ ποσὸν γένος λέγεται τοῦ διωρισμένου καὶ συνεχοῦς, εἴπερ πρότερόν ἐστιν φύσει τὸ διωρισμένον τοῦ συνεχοῦς. ἐν οἷς γὰρ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον καὶ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, ἐν τούτοις οὐ δύναται εἶναι κοινὸν γένος, διότι τῶν μὲν εἰδῶν ἕκαστον ἀναιρεθὲν οὐ συναναιρεῖ τὸ γένος, τὰ δὲ ἀντικείμενα ἅμα εἴδη ἀναιρεθέντα ἀναιρεῖ τὸ γένος· ἐφ’ ὧν οὖν τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ πρότερον καὶ ὕστερον, ἀναιρεθέντος τοῦ μᾶλλον καὶ τοῦ προτέρου συναναιρεῖται καὶ τὸ ἧττον καὶ ὕστερον, ὥστε καὶ τὸ γένος.1 διὰ τοῦτο μὲν οὖν, ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον ἔστιν, οὐ δύναταί τι ὡς γένος κατηγορεῖσθαι. ὅτι δὲ πρότερον φύσει τὸ διωρισμένον τοῦ συνεχοῦς, δεικνύουσιν ἐκ τοῦ συναναιρεῖν μέν, μὴ συναναιρεῖσθαι δέ· τριῶν μὲν γὰρ ἀναιρεθέντων ἀναιρεῖται τὸ τρίγωνον, τριγώνου δὲ ἀναιρεθέντος οὐκ ἀναιρεῖται τὰ τρία.2 καὶ τὸ μὲν διωρισμένον συνεπιφέρεται· τῷ γὰρ τριγώνῳ συνεισφέρεται τὰ τρία· τὸ δὲ συνεχὲς συνεπιφέρει· τὸ γὰρ τρίγωνον εἰσάγει τὸν τρία. ἔτι δὲ τὸ μὲν ἁπλοῦν ἐστιν, φασίν, καὶ καθ’ ἑαυτὸ ὑφεστηκός τε καὶ νοούμενον, τὸ δὲ καὶ θέσιν προσείληφεν. ἔτι δὲ καὶ ἐκ τῶν ἐπιστημῶν, διότι, φασί, πρεσβυτέρα ἐστὶν ἀριθμητικὴ γεωμετρίας· δῆλον δὲ ὅτι οὐκ ἂν εἴη τοῦτο ἀληθές, εἰ μὴ καὶ ὁ ἀριθμὸς τοῦ μεγέθους εἴη πρεσβύτερος. τινὲς δὲ τὸ αὐτὸ κατασκευάζουσιν ἐκ τοῦ τὸ συνεχὲς διαιρετὸν εἶναι εἰς ἀεὶ διαιρετά· μὴ ὄντος οὖν τοῦ διωρισμένου οὐδ’ ἂν αὐτὸ εἴη. ἔστιν δὲ οἶμαι καὶ τοῦτο λέγειν, ὅτι ποσὸν τὸ μετρούμενον εἶναί φαμεν, πᾶν δὲ μέτρον κατὰ ἀριθμὸν γίνεται, ὁ δὲ ἀριθμὸς διωρισμένον ποσόν· προηγεῖται ἄρα τοῦτο τοῦ συνεχοῦς. πρὸς δὴ ταῦτα τὸ μὲν φιλονεικεῖν ὡς οὐκ ἔστιν φύσει πρότερον τὸ διωρισμένον, διότι ἀπὸ τῆς τοῦ συνεχοῦς διαιρέσεως τὸ εἶναι ἔχει τὸ διωρισμένον, καὶ ἔστιν τινὰ συνεχῆ ἀδιαίρετα, ὡς αἱ ἄτομοι, βίαιον δοκεῖ. ῥητέον δὲ μᾶλλον, ὅτι καθόσον μὲν τὸ πρότερον ἔχουσιν καὶ ὕστερον, οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος, καθ’ ὅσον δὲ δι’ ἑαυτῶν προσεχῶς ἐπικοινωνεῖ τῷ ποσῷ καὶ οὐδέν ἐστι τὸ κωλῦον ἐπίσης μετέχειν καὶ τὸ συνεχὲς τοῦ ποσοῦ ὥσπερ καὶ τὸ διωρισμένον, κατὰ τοῦτο δὲ γένος ἂν εἴη τὸ ποσὸν ἀμφοῖν·3 ἀρκεῖ γὰρ πρὸς τοῦτο ἡ ἄμεσος μέθεξις· κἂν γὰρ πρὸ τοῦ τριγώνου τὰ τρία ποσόν, ἀλλὰ καὶ τὸ συνεχὲς πρὸ τοῦ τριγώνου ποσόν. οὕτως δὲ καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἀποφάσεως ὁρῶμεν· καὶ γὰρ προτέρα τῇ φύσει τῆς ἀποφάσεως ἡ κατάφασις, καὶ ὅμως κατὰ τὸ ἀποφαίνεσθαι καὶ κατὰ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ἐπίσης ἔχοντα ὁρῶντες ὑπὸ τὸ αὐτὸ γένος εἶναί φαμεν. ταῦτα δὲ καὶ Ἀριστοτέλης ἐπὶ τοῦ διωρισμένου καὶ συνεχοῦς ἐννοῶν προτάττει μὲν πανταχοῦ τὸ διωρισμένον· καὶ γὰρ ἐν τῇ πρώτῃ διαιρέσει τοῦ ποσοῦ, φησίν, τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές, καὶ ἐν τῇ διαριθμήσει τῶν καθ’ ἕκαστα πρῶτα τὰ ὑπὸ τὸ διωρισμένον παραδίδωσι λέγων· ἔστι δὲ διωρισμένα μὲν ὅ τε ἀριθμὸς καὶ ὁ λόγος· κατὰ δὲ τὴν ἐπίσης τοῦ ποσοῦ μέθεξιν ὡς ὑπὸ γένος αὐτὰ τὸ ποσὸν ἀντιδιαιρεῖ. Ἔτι δὲ ὁ Πλωτῖνος ζητεῖ ἐν τῷ πρώτῳ περὶ τοῦ ὄντος· ‘εἰ τὸ συνεχὲς ποσόν ἐστιν, οὐκ ἔστιν τὸ διωρισμένον ποσόν· εἰ δὲ ἄμφω ποσά, δεικτέον τί τὸ ἐν ἀμφοτέροις κοινόν’. καὶ λύει τὴν ζήτησιν ἐν τῷ τρίτῳ λέγων ὅτι κοινὸν αὐτοῖς ἐστιν τὸ τοσόνδε, δηλονότι τὸ ὡς μέτρον καὶ ὡς πέρας θεωρούμενον, καθ’ ὃ ποσὸν ἕκαστον γινώσκεται.
しかし彼はこの証明を用いなかった。なぜなら場所とは何であるかが未だ知られていなかったからである。実のところ、その探究は自然学的な観照に属していたのである。ところで、ここで彼が、立体の連続的な部分はそれ自体としては場所の中にないと述べている点に注目するに値する。実際、それら自身も場所を占めてはいるが、決してそれ自体としてではない。それ自体として場所の中にあるのでも、それ自体として包摂されているのでもないからである。他方、時間自身も、延長において考察され、運動の数であるゆえに量である。そして時間はいまという共通の境界へとその過去と未来が接合し、これにしたがって結合されているがゆえに連続的である。そして時間は最も本来的に連続的であるように思われる。実のところ、他の連続的なものの各々は分割されもするであろうが、時間は常に連続的であり、決して接触するものから[成り立つ]ことはないからである。したがって、この点によっても、また他の連続的なものが位置を持つものから成り立つのに対して時間は位置を持つものから成り立たないという点によっても、[時間は]他の連続的なものと異なっている。アリストテレスの見解の明瞭化のためには、以上のことが述べられたものとしよう。 ところで、離散的なものが本性上連続的なものより先であるとするなら、いかにして量が離散的なものと連続的なものの類と言われるのかと難問を出す者たちがいる。なぜなら、より多くとより少なく、また先と後が存在するものにおいては、共通の類が存在しえないからである。実のところ、種々の種の各々は破棄されても類を共に破棄することはないが、互いに対立する種は同時に破棄されると類を破棄する。それゆえ、より多くとより少なく、また先と後が存在するものにおいては、より多くかつ先のものが破棄されると、より少なくかつ後のものも共に破棄され、したがって類も[共に破棄される]のである。それゆえ、先と後が存在するものにおいては、いかなるものも類として述語されることができないのである。離散的なものが本性上連続的なものより先であることは、それが共に破棄する一方で、共に破棄されはしないことから彼らは示す。実際、三が破棄されると三角形は破棄されるが、三角形が破棄されても三は破棄されない。また離散的なものは共導され(三角形には三が共導入される)、連続的なものは共導する(三角形は三を導入する)。さらに、離散的なものは単純であり、それ自体として成立し思考されるものであるのに対して、連続的なものは位置をも付加的に獲得していると彼らは言う。さらに諸学問からも[示される]。彼らが言うには、算術は幾何学よりも古いからである。そして、もし数も大きさより古いのでなければ、このことが真でありえないのは明白である。またある者たちは、連続的なものが常に分割可能なものへと分割可能であるということから同じことを確立する。それゆえ、離散的なものが存在しなければ、連続的なものそれ自身も存在しないであろう。思うに、次のように言うことも可能である。すなわち、私たちは測られるものが量であると言い、あらゆる尺度は数にしたがって生じ、数は離散的な量であるから、したがって離散的なものが連続的なものに先行するのである。 さて、これらに対して、離散的なものは連続的なものの分割から存在を得るのであり、また原子のように不可分な連続的なものも存在するという理由で、離散的なものが本性上先であるわけではないと論争することは、不自然に思われる。むしろ次のように言うべきである。先と後を持つ限りにおいてそれらは同一の類の下にはないが、それら自体を通じて直接に量に与り、連続的なものも離散的なものと同様に量に等しく分有することを妨げるものは何もない限りにおいて、この点にしたがって量は両者の類であろう。実のところ、このためには直接の分有で十分だからである。実際、三角形に先立って三が量であるとしても、三角形に先立って連続的なものも量だからである。私たちは肯定と否定においても同様のことを見る。実際、肯定は本性上否定より先であるが、それでも言明すること、および真であるか偽であるかということにおいて等しくあることを見て、私たちは同一の類の下にあると言うのである。アリストテレスも離散的なものと連続的なものに関してこれらを念頭に置いて、いたるところで離散的なものを先に置いている。実際、量の最初の区分において「一方は離散的であり、他方は連続的である」と述べており、個々の場合の数え上げにおいても「離散的なものは数と言論である」と述べて離散的なものの下のものを最初に提示している。しかし、量への等しい分有にしたがって、類である量の下にあるものとしてそれらを対立区分しているのである。 さらにプロティノスは『存在について』の第一巻において、「もし連続的なものが量であるなら、離散的なものは量ではない。もし両者が量であるなら、双方における共通の何ものかを示さねばならない」と探究している。そして第三巻において、それらに共通なのは「これほど」である、すなわち尺度として、また限界として考察されるものであり、それにしたがって各々の量が認識されるものであると述べて、その探究を解決している。
- 3.1ἐφ’ ὧν οὖν τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ πρότερον καὶ ὕστερον, ἀναιρεθέντος τοῦ μᾶλλον καὶ τοῦ προτέρου συναναιρεῖται καὶ τὸ ἧττον καὶ ὕστερον, ὥστε καὶ τὸ γένος.
ἐφ' ὧν は関係代名詞節として前提となる事例群(「より多くとより少なく、また先と後があるもの」)を提示し、属格独立構文 ἀναιρεθέντος τοῦ μᾶλλον καὶ τοῦ προτέρου が条件文的に主動詞 συναναιρεῖται に係っている。主語は τὸ ἧττον καὶ ὕστερον であり、結びの ὥστε καὶ τὸ γένος には主動詞の反復(συναναιρεῖται)が補われる。
- 3.1καὶ τὸ μὲν διωρισμένον συνεπιφέρεται· τῷ γὰρ τριγώνῳ συνεισφέρεται τὰ τρία· τὸ δὲ συνεχὲς συνεπιφέρει· τὸ γὰρ τρίγωνον εἰσάγει τὸν τρία.
συνεπιφέρεται(受動相「[他方によって]導かれる、共含される」)と συνεπιφέρει(能動相「[他方を]伴う、導く」)が対比されている。その論拠として続く文でも、受動の συνεισφέρεται(「三角形に伴って三が導入される」)と能動の εἰσάγει(「三角形は三を導入する」)が厳密に対応している。
- 3.1ῥητέον δὲ μᾶλλον, ὅτι καθόσον μὲν τὸ πρότερον ἔχουσιν καὶ ὕστερον, οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος, καθ’ ὅσον δὲ δι’ ἑαυτῶν προσεχῶς ἐπικοινωνεῖ τῷ ποσῷ καὶ οὐδέν ἐστι τὸ κωλῦον ἐπίσης μετέχειν καὶ τὸ συνεχὲς τοῦ ποσοῦ ὥσπερ καὶ τὸ διωρισμένον, κατὰ τοῦτο δὲ γένος ἂν εἴη τὸ ποσὸν ἀμφοῖν
文の骨格は ῥητέον ὅτι ... に導かれ、二つの観点の制限節(καθόσον μὲν ...「先と後を持つ限りでは」と καθ' ὅσον δὲ ...「量に等しく直接分有する限りでは」)が並置される。後者の καθ' ὅσον 節の中に οὐδέν ἐστι τὸ κωλῦον(「…を妨げるものは何もない」)という不定詞補文をとる慣用構文が組み込まれ、その帰結として κατὰ τοῦτο δὲ γένος ἂν εἴη(「この点に従って類であろう」)が主節述語として呼応している(κατὰ τοῦτο の δὲ は接続詞の呼応的用法)。
