← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§122.16-124.5

範疇の順序と量の離散と連続の区分

アリストテレスとアルキュタスによる範疇の順序づけの相違について、第一実体の措定の観点から調停し、続いて量の連続的・離散的区分(および位置の有無による再区分)の性質とそれぞれの定義(共通境界の有無)を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1#2

ἢ πρὸ τοῦ ποσοῦ τὸ ποιὸν συνυφίσταται, ὁ χαρακτὴρ αὐτός, καθ’ ὃν ἓν λέγεται, ὁπότε καὶ αὐτὸ τὸ ἓν καὶ τὰ πολλὰ κατὰ τὸν τοῦ ποιοῦ χαρακτῆρα ὑφέστηκεν. εἰ δὲ κοινὰ πλείονα τῷ ποσῷ πρὸς τὴν οὐσίαν ὑπάρχει, οὐ χρή, φησὶν ὁ θεῖος Ἰάμβλιχος, ἀπὸ συμβεβηκότων καὶ τῶν ἄλλως παρακολουθούντων τὴν κατ’ οὐσίαν αὐτῶν τάξιν συλλογίζεσθαι. ῥητέον δὲ ἴσως, ὅτι τὰ πορρώτερον διεστῶτα πολλάκις ἐναργεστέραν προφαίνει τὴν ἀνόμοιον ὁμοιότητα, ὡς ἡ ἀδιαίρετος ἐν τῷ ἀριθμῷ μονὰς ὁμοία δοκεῖ τῇ πρὸ τοῦ ἀριθμοῦ μονάδι καὶ τὴν ὕλην τῷ πρώτῳ αἰτίῳ ἀνομοίως ὡμοιῶσθαί φασιν. ἀλλ’ ὁ μὲν Ἀρχύτας εἰς ταῦτα ἢ τοιαῦτά τινα ἀποβλέψας ἴσως τὸ ποιὸν προτέθεικεν τοῦ ποσοῦ, ὁ δὲ Ἀριστοτέλης πρώτην οὐσίαν ὑποθέμενος τὴν σύνθετον καὶ σωματικὴν διὰ τὸ γνωριμωτέραν εἶναι ταύτην τῇ συνηθείᾳ τῇ λεκτικῇ εἰκότως ταύτῃ τὸ ποσὸν συνέταξεν ὡς οἰκειότερον καὶ γνωριμώτερον καὶ τῇ διαστάσει τῆς τοιαύτης οὐσίας συνυπάρχον. καὶ οὐδὲν θαυμαστὸν ἑκάτερον οἰκείαν τὴν τάξιν ἀποδεδωκέναι ταῖς ἑαυτοῦ ὑποθέσεσιν. Διαιρεῖται δὲ τὸ ποσὸν εἴς τε τὸ συνεχὲς καὶ εἰς τὸ διωρισμένον. ταῦτα γὰρ ὑπὸ γένος ἐστὶν τὸ ποσόν· καὶ γὰρ ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορεῖται τὸ ποσὸν καὶ οὔτε κατὰ συμβεβηκὸς οὔτε ὄνομα μόνον ἐστίν, ἀλλ’ ἐπίσης μετέχει τοῦ ποσοῦ· ἀμφότερα γὰρ ὁμοίως τὸ ἴσον καὶ τὸ ἄνισον ἐπιδέχεται καὶ τὸ διπλάσιον καὶ ἥμισυ. γίνεται δὲ ἡ διαίρεσις αὕτη οὐκ εἰς εἴδη τοῦ ποσοῦ, ἀλλ’ εἰς διαφοράς· εἴδη μὲν γὰρ τοῦ ποσοῦ τὸ μέγεθος καὶ τὸ πλῆθος, διαφοραὶ δὲ τὸ συνεχὲς καὶ διωρισμένον· τὸ γὰρ μέγεθος ποσόν ἐστι συνεχὲς καὶ τὸ πλῆθος ποσὸν διωρισμένον. αὐτὸς δὲ εἴδη τοῦ ποσοῦ κατὰ μὲν τὴν τοῦ διωρισμένου διαφορὰν τὸν ἀριθμὸν καὶ τὸν λόγον ἔθετο, κατὰ δὲ τὴν τοῦ συνεχοῦς γραμμὴν καὶ ἐπιφάνειαν καὶ σῶμα, ἔτι δὲ καὶ τόπον καὶ χρόνον, καὶ ἴσως ἀκριβέστερον τοῦτο. δοκεῖ γὰρ καὶ τῷ Ἰαμβλίχῳ μὴ παρισοῦσθαι τῷ διωρισμένῳ τὸ πλῆθος, διότι καὶ ὁ λόγος διωρισμένος μέν τίς ἐστιν, ὥσπερ καὶ ὁ ἀριθμός, πλῆθος δὲ οὐκ ἔστιν ὁ λόγος· κἂν γὰρ πολὺς ἐστιν ὁ λόγος, ἀλλ’ ἄλλο τὸ πολὺ εἶναι τὸ μετέχον πλήθους, ὡς πολλοὶ οἱ ἄνθρωποι, καὶ ἄλλο τὸ πλῆθος εἶναι κατ’ αὐτὸ τοῦτο χαρακτηριζόμενον. μήποτε δὲ οὐδὲ τὸ μέγεθος ταὐτόν ἐστιν τῷ συνεχεῖ· καὶ γὰρ ὁ χρόνος συνεχὴς μέν ἐστιν ὡς δείκνυσιν, μέγεθος δὲ οὐκ ἔστιν. τρία γὰρ εἴδη τοῦ μεγέθους, γραμμὴ καὶ ἐπιφάνεια καὶ σῶμα, ὧν οὐδέν ἐστιν χρόνος· κἂν γὰρ μακρὸς λέγηται χρόνος (‘ἅπανθ’ ὁ μακρὸς κἀναρίθμητος χρόνος”), ἀλλὰ καὶ πολὺς οὐδὲν ἧττον. καὶ ἐπιδιαίρεσιν δὲ τοῦ ποσοῦ ποιεῖται, τὸ μὲν ἐκ θέσιν ἐχόντων τῶν ἐν αὐτῷ μορίων1 λέγων εἶναι, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. διαφέρει δὲ αὕτη τῆς προειρημένης. οὔτε γὰρ τὰ συνεχῆ τὰ αὐτά ἐστι τοῖς θέσιν ἔχουσιν, ἀλλὰ τὰ μὲν ἐκ θέσιν ἐχόντων πάντως καὶ συνεχῆ ἐστιν, τὰ δὲ συνεχῆ οὐ πάντως θέσιν ἔχει· ὁ γοῦν χρόνος συνεχὴς μέν ἐστιν, οὐ μέντοι τῶν θέσιν ἐχόντων. ἀνάπαλιν δὲ πᾶν μὲν διωρισμένον ἐξ οὐκ ἐχόντων θέσιν ἐστίν, οὐ μὴν πᾶν τὸ οὐκ ἐξ ἐχόντων θέσιν ἤδη καὶ διωρισμένον ἐστίν· πάλιν γὰρ ὁ χρόνος ἐξ οὐκ ἐχόντων θέσιν ὢν οὐκ ἔστιν διωρισμένος. καὶ οὐδὲν θαυμαστὸν τοῦ αὐτοῦ κατ’ ἄλλην καὶ ἄλλην ἐπιβολὴν πλείονας γενέσθαι διαιρέσεις, ὡς τοῦ ζῴου κατά τε τὸ λογικὸν καὶ τὸ ἄλογον καὶ αὖ πάλιν κατά τε τὸ θνητὸν καὶ ἀθάνατον. κατὰ δὲ τὰς τοιαύτας διαφορὰς οὐδὲ τὰ τμήματα τοῖς τμήμασι πάντως ἐφαρμόζει· οὐ γὰρ μόνα τὰ λογικὰ ὑπόποδά ἐστιν, ἀλλὰ καὶ τῶν ἀλόγων πολλά. Λοιπὸν δὲ εἰπεῖν, τίνα μέν ἐστιν τὰ συνεχῆ, τίνα δὲ τὰ διωρισμένα. ἐν δὲ τῇ Φυσικῇ ἀκροάσει, συνεχῆ ἐστιν, φησίν, ὧν τὰ πέρατα ἕν, ὥσπερ ἁπτόμενα, ὧν τὰ πέρατα ἅμα· ἐνταῦθα δὲ συνεχῆ φησιν εἶναι τὰ πρὸς ἕνα κοινὸν ὅρον συνάπτοντα, διωρισμένα δὲ τὰ μὴ ἔχοντα κοινὸν ὅρον, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτῶν. καὶ τῷ μὲν διωρισμένῳ ὑποτίθησιν τὸν ἀριθμὸν καὶ τὸν λόγον· τῶν γὰρ πέντε οὐκ ἔστιν μονὰς μέσος ὅρος συνάπτων τὰ τρία καὶ τὰ δύο· εἰ δέ τις λέγοι μονάδα εἶναι καθ’ ἕτερον τῶν μερῶν τὴν συνάπτουσαν,2 ἐπειδὴ ἡ μονὰς οὐκ ἔστιν πέρας τοῦ ἀριθμοῦ, ὡς τὸ σημεῖον τῆς γραμμῆς, ἀλλὰ μέρος, ἄλλη ἂν εἴη μονὰς παρὰ τὰς πέντε, καὶ οὔτε πέντε ἔτι, ἀλλὰ ἓξ ἔσται, οὔτε κοινὸν πέρας ἡ μονὰς ἐκείνη, πρὸς ἣν συνάψει τὰ μόρια.

あるいは、量の前に性質が共存立するのであり、それにしたがって一と言われる性格そのものが共存立するのである。まさに一そのものも多も、性質の性格にしたがって存立しているからである。しかし、もし量と実体とのあいだにより多くの共通点が存在するとしても、神的なイアンブリコスが言うには、付帯的なものや偶々随伴するものからそれらの実体に基づく秩序を推論すべきではない。だが恐らく、より遠く離れ隔たったものの方が、しばしば「似て非なる類似」をより明瞭に現出させるのだと言うべきであろう。それはあたかも、数における不可分なモナスが数の前の一者と似ているように思われ、また人々が質料は第一の原因に似て非なる仕方で類似していると語るようなものである。もっとも、アルキュタスはこれらのあるいはこれらに類する何らかのことを注視して、恐らく性質を量の前に置いたのであろうが、アリストテレスは、言葉の慣習にとって複合的で物体的な実体の方がより認識しやすいがゆえに、これを第一の実体と想定し、当然のことながら、より固有かつ認識しやすく、またそのような実体の延長と共存するものとして、量をこれに併置したのである。そして、各人が自らの前提に固有の秩序を割り振ったとしても、何ら驚くべきことではない。 量は連続的なものと離散的なものへと分割される。なぜならこれらは類としての量のもとにあるからである。実のところ、量はそれらの「何であるか」において述語され、付帯的でも単なる名称でもなく、〔それらは〕等しく量にあずかっているのである。なぜなら両者ともに等しいことと等しくないこと、また二倍と半分を同様に受け入れるからである。だが、この分割は量の種へとなされるのではなく、差異へとなされる。なぜなら量の種は大きさと多数であり、差異は連続的なことと離散的なことだからである。実のところ、大きさは連続的な量であり、多数は離散的な量なのである。しかし彼自身は、離散的なものの差異にしたがう量の種として数と言論を置き、連続的なものの差異にしたがっては線・面・立体、さらに場所と時間を置いたのであり、恐らくはこちらの方がより厳密である。なぜなら、イアンブリコスにも多数は離散的なものと等置されないと思われるからである。言論もまた数と同様にある種の離散的なものであるが、言論は多数ではないからである。なぜなら、たとえ言論が多いとしても、多くの人間たちがそうであるように、多数にあずかっているものとして多くあることと、まさにこのことによって性格づけられて多数そのものであることとは別だからである。また恐らく、大きさも連続的なものと同一ではない。なぜなら、彼が示すように時間は連続的ではあるが、大きさではないからである。実のところ大きさの種は線・面・立体の三つであり、時間はいずれでもないからである。たとえ時間が長いと言われるとしても(「永く数え切れぬ時間がすべてのものを……」)、同様に多いとも言われるのである。 そして彼は量の再分割をも行い、一方を自らのうちにある部分が位置を持つものからなると言い、他方を位置を持たないものからなると言う。そしてこの再分割は先の分割とは異なっている。なぜなら連続的なものが位置を持つものと同一なのではなく、位置を持つものからなるものは必然的に連続的でもあるが、連続的なものが必然的に位置を持つわけではないからである。現に時間は連続的ではあるが、決して位置を持つものに属するのではない。逆に、離散的なものはすべて位置を持たないものからなるが、位置を持たないものからなるものがすべて直ちに離散的であるわけではない。ふたたび時間は位置を持たないものからなるが、離散的ではないからである。そして、同一のものについて異なる観点にしたがって複数の分割がなされることは何ら驚くべきことではなく、それは動物が理性的なものと非理性的なものにしたがって、また他方で死すべきものと不死のものにしたがって[分割される]ようなものである。そしてこのような差異にしたがう場合、区分は区分と必ずしも合致しない。理性的なものだけが足を持つのではなく、非理性的なものの多くもそうだからである。 残るは、どのようなものが連続的であり、どのようなものが離散的であるかを述べることである。『自然学講義』において彼は、境界が一つであるものが連続的であり、ちょうど境界がともにあるものが接触的なものであるのと同様であると言っている。しかしここでは、一つの共通の境界へと接合するものが連続的であり、その部分が接合する共通の境界を持たないものが離散的であると彼は言う。そして離散的なものとして彼は数と言論を挙げる。なぜなら5において、3と2を接合する中間項の一者は存在しないからである。もし誰かが、接合しているのは部分の一方に属する一者であると言うなら、一者は点が線の〔限界である〕ようには数の限界ではなく部分である以上、5とは別の一者が存在することになり、もはや5ではなく6になるであろうし、その一者もまた、そこへと部分が接合する共通の限界ではなくなるであろう。

構文注2 件
  1. 3.1ἐκ θέσιν ἐχόντων τῶν ἐν αὐτῷ μορίων

    前置詞 ἐκ に支配される分詞句。属格名詞句 τῶν ἐν αὐτῷ μορίων は分詞 ἐχόντων の意味上の主語として機能し、さらに分詞が対格 θέσιν を目的語として取る構造(「その内部の部分が位置を持つものからなる」)。

  2. 3.1εἰ δέ τις λέγοι μονάδα εἶναι καθ’ ἕτερον τῶν μερῶν τὴν συνάπτουσαν

    λέγοι の導く対格不定詞構文において、冠詞を伴う分詞 τὴν συνάπτουσαν が主語対格(「接合しているもの」)、無冠詞の μονάδα が述語対格(「一者である」)として機能している。主節では前半が潜在(ἄλλη ἂν εἴη)で受けられ、後半は帰結の確実性を示す未来直説法(ἔσται)へと移行している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:122.16-124.5