- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:120.26-122.16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが実体の次に量を論じる理由(共存立性や共通の性質、延長の先行性など)を提示し、次いで実体の次に性質を配したアルキュタスの見解とその理由(知性的な形相や非物体性との親縁性)を比較検討している。
" Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές." Μετὰ τὴν οὐσίαν περὶ τοῦ ποσοῦ διδάσκειν ὁ Ἀριστοτέλης προτίθεται. καὶ δεῖ πρῶτον τὴν αἰτίαν τῆς τάξεως εὑρεῖν, δι’ ἣν δεύτερον τὸ ποσὸν μετὰ τὴν οὐσίαν ἐτάχθη. λέγουσιν οὖν ὅτι συνυφίσταται τῷ ὄντι τὸ ποσόν (ἅμα γὰρ ὄν τί ἐστιν καὶ εὐθὺς ἢ ἓν ἢ πολλὰ ἀνάγκη αὐτὸ εἶναι), καὶ ὅτι τὰ πλεῖστα κοινά ἐστιν τῇ τε οὐσίᾳ καὶ τῷ ποσῷ, ὡς τὸ μὴ ἔχειν ἐναντίον καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, καίτοι τὸ ποιὸν ἀμφότερα ταῦτα ἔχει, καὶ ὅτι προηγεῖται τὸ ἄποιον διαστατὸν τῆς ἐν αὐτῷ ἐγγινομένης ποιότητος, καὶ ὅτι τῶν μὲν ἄλλων ἀναιρεθέντων οὐκ ἀναιρεῖται ἡ οὐσία, εἰ τὸ διαστατὸν καταλείποιτο, τούτου δὲ ἀναιρεθέντος συνανῄρηται ἡ σωματικὴ οὐσία· ὥστε σύνεγγύς ἐστιν τῇ οὐσίᾳ τὸ ποσόν. προστίθει δὲ ὅτι καὶ ἐν ταῖς κινήσεσιν ἡ κατὰ ποσὸν κίνησις, τουτέστιν ἡ αὔξησις καὶ μείωσις, ἐγγυτέρω ἐστὶν τῆς κατ’ οὐσίαν, τουτέστιν τῆς γενέσεως καὶ φθορᾶς, ἤπερ ἡ ἀλλοίωσις κατὰ ποιότητα οὖσα κίνησις. καίτοι δὲ οὕτως ἐγγὺς οὖσα τῆς οὐσίας ἡ ποσότης ἄλλη παρὰ τὴν οὐσίαν ἐστίν. περὶ γὰρ τὴν οὐσίαν ἡ μεταβολὴ τῆς ποσότητος γίνεται, ὅταν τὸ ἐνιαυσιαῖον παιδίον εἰς μεῖζον μεταβάλλῃ, τοῦ εἴδους τοῦ αὐτοῦ μένοντος· τὸ γὰρ ὑπομένον καὶ ἀνὰ μέρος ἑκάτερον δεχόμενον ἀνάγκη ἕτερον ἑκατέρου εἶναι. καὶ οὕτως καὶ τὸ ποιὸν ἕτερον τῆς οὐσίας δείκνυται, ὡς ἀπὸ πάθους ἐπὶ πάθος μεταβαλλούσης αὐτῆς καὶ ἀπὸ διαθέσεως ἐπὶ διάθεσιν. Ὁ μέντοι Ἀρχύτας μετὰ τὴν οὐσίαν τὸ ποιὸν ἔταξεν, ὡδέ πως αὐτῇ τὴν τάξιν παραδιδούς· “ἁ δὲ τάξις αὐτῶν ὧδε ἔχει· πρώτα μὲν τέτακται οὐσία διὰ τὸ μόναν ταύταν ὑποκεῖσθαι τοῖς ἄλλοις καὶ αὐτὰν καθ’ ἑαυτὰν δύνασθαι νοεῖσθαι, τὰς δὲ ἄλλας μὴ ἄνευ ταύτας· ἤτοι γὰρ κατὰ ταύτας ἢ ταύτῃ ἐν ὑποκειμένῳ κατηγορεῦνται· δευτέρα δὲ ἁ ποιότας· ἄνευ γὰρ τῶ τί ἐστιν ἦμεν ἀδύνατον ποιόν τι ἦμεν”.1 ἐν δὲ τούτοις παντός ἐστιν ἐπιζητεῖν τοῦ φιλομαθῶς ἔχοντος, εἰς τί βλέπων ἑκάτερος ὁ μὲν τὸ ποιὸν προέταξεν, ὁ δὲ τὸ ποσόν. ἔοικεν τοίνυν ὁ μὲν Ἀρχύτας τὸ καθ’ αὑτὸ νοητὸν ὂν καὶ ὄντως ἐν τοῖς πᾶσι γένεσι τὴν συμπλήρωσιν παρέχον καὶ πᾶσι παρὸν ἀμερίστως καὶ ὑπ’ αὐτῶν μετεχόμενον, τοῦτο προϋπάρχειν ὑποθέμενος κατὰ τὴν πρὸς τοῦτο συγγένειαν τὴν τάξιν τοῖς γένεσιν ἀποδεδωκέναι.2 τοιγαροῦν τὴν οὐσίαν προτάττει τῶν ὅλων, διότι τοῖς ἄλλοις ὑποκειμένη πᾶσιν τὸ εἶναι ἀφ’ ἑαυτῆς παρέχει, ὥσπερ καὶ ἡ καθ’ αὑτὴν οὐσία τοῖς πᾶσιν ἐνδίδωσι τὸ εἶναι. ἔτι δὲ ἡ οὐσία, φησίν, αὐτὴ καθ’ αὑτὴν ἐστιν τε καὶ νοεῖται, αἱ δὲ ἄλλαι οὐκ ἄνευ ταύτης· καὶ κατὰ ταῦτα οὖν συγγενῶς ἂν ἔχοι πρὸς τὸ καθ’ αὑτὸ ὂν καὶ ἀπολελυμένον πάσης σχέσεως. οὕτως μὲν οὖν ἡ οὐσία προετάχθη τῶν ἄλλων γενῶν. ἐπειδὴ δὲ τὰς νοητὰς οὐσίας οὐκ ἄλλως ἢ κατὰ τὰ εἴδη γνωρίζομεν, καὶ τὰς αἰσθητὰς δὲ εἰ μέλλοιμεν πρὸς ἐκείνας ἀναφέροντες γνωρίζειν, ἀπὸ τῶν ἰδιωμάτων αὐτὰς καὶ τῶν χαρακτήρων ἐπιγνωσόμεθα τῶν περὶ τὴν οὐσίαν, οἵτινες κατὰ τὴν ποιότητα θεωροῦνται, εἰκότως τὸ ποιὸν προηγουμένην ἕξει τῶν ἄλλων τάξιν μετὰ τὴν οὐσίαν. ἔτι δέ, εἰ τῆς μὲν ποιότητος ἀναιρεθείσης πᾶσα ἰδιότης καὶ πᾶς χαρακτὴρ καὶ νοητὸς καὶ αἰσθητὸς ἀναιρεῖται, τῆς δὲ ποσότητος ἀναιρεθείσης τὸ αἰσθητὸν μόνον καὶ σύνθετον ἀναιρεῖται, δῆλον οἶμαι πόσῳ τὸ ποιὸν τοῦ ποσοῦ διενήνοχεν πρὸς τὴν τῆς νοητῆς οὐσίας συγγένειαν. εἰ δέ τις τὴν νοητὴν οὐσίαν μὴ προσποιούμενος ἀπὸ τῆς πρὸς τὴν αἰσθητὴν οὐσίαν σχέσεως βούλοιτο ταῖς ἄλλαις κατηγορίαις τὴν τάξιν ἀποδιδόναι, καὶ οὕτως, ἐπειδὴ κυριωτάτη οὐσία ἡ κατὰ τὸ εἶδός ἐστιν, τὸ συγγενὲς πρὸς τὸ εἶδος, ὅπερ ἐστὶ τὸ ποιόν, τοῦτο ἂν εἴη τῇ οὐσίᾳ συγγενέστερον. ἔτι δέ, εἰ τὸ μὲν ποιὸν ἀμέριστόν ἐστιν καὶ ἀδιάστατον καὶ ἀμερίστως διαιρεῖται περὶ τοῖς σώμασιν, τὸ δὲ ποσὸν διαστατὸν καὶ διαιρετὸν καὶ μεριστόν, εὐλόγως ἂν προτάττοιτο τὸ ποιὸν ὡς ταῖς ἀσωμάτοις ἀρχαῖς οἰκειότερον. καὶ τοῦτο δὲ εἰ δοκεῖ προσθετέον, ὅτι ὥσπερ ἡ οὐσία τοῦ ποσοῦ προὑπάρχει, διότι τὸ εἶναι τῷ ποσῷ ἀπὸ τῆς οὐσίας ἐνδίδοται, οὕτως καὶ μετὰ τὸ ποιὸν ἂν εἴη τὸ ποσόν, ἐπειδὴ τὸν χαρακτῆρα αὐτὸν καὶ τὴν ἰδιότητα ἀπὸ τῆς ποιότητος ἔχει. ἀλλὰ συνυφίσταται, φασί, τῷ ὄντι τὸ ποσόν· ἢ γὰρ ἓν εὐθὺς ἢ πολλά.
「量には、一方は離散的なものがあり、他方は連続的なものがある。」 実体の後に、アリストテレスは量について教授することを企てている。そしてまず、その配置の秩序の理由、すなわちそれによって量が実体の後に第二のものとして配置された理由を見出さねばならない。そこで[人々は]、量は有るものと共存立する(なぜなら、何かが有るものであると同時に、直ちにそれが一であるか多であるかのいずれかであることが必然だからである)、また実体と量には、反対のものを持たないことや、より多いこと・より少ないことを受け入れないことのように、極めて多くの共通点がある(それに対して性質はこれら両方を持つ)、また性質を持たない延長体は自らのうちに生じる性質に先立つ、また他のものが消去されても延長体が残されるならば実体は消去されないが、これが消去されれば物体的な実体も共に消去される、ゆえに量は実体と極めて近接している、と語る。また、運動のうちでも量に従う運動、すなわち増大と減少は、性質に従う運動である変異よりも、実体に従う運動、すなわち生成と消滅により近い、と言い添えよ。しかしながら、このように実体に近接しているとしても、量性は実体とは別のものなのである。なぜなら、形相が同一にとどまるまま、一歳児がより大きなものへと変化するとき、量性の変化は実体の周りに生じるからである。すなわち、とどまりつつ各々のものを順次受け容れるものは、各々のものとは異なるものであることが必然だからである。そして同様に、性質もまた実体とは異なるものとして示される。実体自身が状態から状態へ、また性向から性向へと変化するからである。 もっとも、アルキュタスは実体の後に性質を配置し、次のような仕方で性質にこの秩序を付与した。「それらの秩序は次のようである。第一には実体が配置された。これだけが他のものたちにとって基底に横たわり、自らそれ自体として思考されうるのに対して、他のものたちはこれなしには[思考]されえないからである。なぜなら、それらはこれについて語られるか、あるいはこれのうちに基体のうちにあるものとしてあるかのいずれかだからである。第二には性質である。何であるか[という本質]が存在することなしには、何らかの性質のものとして存在することは不可能だからである」。これらのことにおいて、学を愛する者であれば誰もが、各々が何を注視して、一方は性質を先んじさせ、他方は量を先んじさせたのかを探求すべきである。そこで、アルキュタスは、それ自体として知性的な存在であり真にすべての類において充足をもたらし、すべてに不可分に臨在しそれらによって分有されるもの、これが先在すると想定し、これに対する親縁性に従って類たちに秩序を割り振ったように思われる。それゆえに彼は実体を全体の先頭に置くのである。実体が他のすべてのものの基底に横たわりつつ自らから存在を提供するからであり、それはちょうどそれ自体としてある実体もまたすべてのものに存在を付与するのと同様である。さらに実体は、彼が言うには、それ自体として存在しかつ思考されるが、他のものたちは実体なしには[存在・思考]されない。したがってこれらの点に従って、実体はそれ自体としてあり、いかなる関係からも解き放たれているものに対して親縁的でありうるであろう。このようにして実体は他の類たちに先んじて配置されたのである。そして、知性的な実体をわれわれは形相に従ってしか認識せず、感覚的な実体についても、もしそれら〔知性的な実体〕へと関係づけることによって認識しようとするならば、実体の周りにある諸特徴や諸性格(これらは性質に従って考察される)からそれを知り分けることになる以上、当然のことながら、性質が実体の後に他のものたちに先行する秩序を持つことになるであろう。さらに、もし性質が消去されれば知性的なものも感覚的なものもあらゆる特徴とあらゆる性格が消去されるのに対して、量性が消去された場合には感覚的かつ複合的なものだけが消去されるのだとすれば、知性的な実体との親縁性において性質が量といかに大きく異なっているかは明白であると私は思う。また、もし誰かが知性的な実体を考慮に入れず、感覚的な実体との関係に基づいて他の範疇に秩序を付与したいと欲するとしても、やはり、最も本来的・十全な実体は形相に従う実体である以上、形相に対して親縁的なもの、すなわち性質が、実体により親縁的であることになろう。さらに、もし性質は不可分で延長を持たず、物体たちの周りで不可分に分割されるのに対して、量は延長を持ち、分割可能で、可分であるとするなら、非物体的な諸原理により近親的なものとして性質が先頭に置かれるのは妥当であろう。さらに、もし受け容れられるならば次のことも言い添えるべきである。すなわち、あたかも実体が量に先在するのは、量に存在が実体から付与されるからであるのと同様に、量は性質の後にあることになるであろう。なぜなら、[量は]その性格そのものと固有性を性質から持っているからである。しかし、量は有るものと共存立する、と彼らは言う。なぜなら、直ちに一であるか多であるかのいずれかだからである。
- 3.1ἄνευ γὰρ τῶ τί ἐστιν ἦμεν ἀδύνατον ποιόν τι ἦμεν
アルキュタスのドーリス方言引用文。τῶ は冠詞 τοῦ の方言形で、不定詞句 τί ἐστιν ἦμεν を受ける前置詞 ἄνευ の属格補語を成す。ἦμεν はアッティカ方言の εἶναι に相当する不定詞。ἀδύνατον [ἐστι] ποιόν τι ἦμεν(「何らかの性質のものとしてあることは不可能である」)という非人称構文を形成している。
- 3.1ἔοικεν τοίνυν ὁ μὲν Ἀρχύτας ... ἀποδεδωκέναι
動詞 ἔοικεν に主格の主語 ὁ μὲν Ἀρχύτας と分詞 ὑποθέμενος が結びつき、不定詞 ἀποδεδωκέναι を従える対格不定詞構文ではなく個人的構文(personal construction)をとっている。骨格は「アルキュタスは…と想定したうえで、諸類に秩序を割り振ったと思われる」となる。
