- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:1.3-3.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスは『範疇論』の重要性と、先行する注解者たち(テミスティオス、ポルピュリオス、アレクサンドロス、ルキオス、プロティノス、イアンブリコス、デクシッポスら)の多様な取り組みを概観し、自身がイアンブリコスに依拠しつつ新たに注解を著す理由を説明する。
Πολλοὶ πολλὰς κατεβάλοντο φροντίδας εἰς τὸ τῶν Κατηγοριῶν τοῦ Ἀριστοτέλους βιβλίον, οὐ μόνον ὅτι προοίμιόν ἐστι τῆς ὅλης φιλοσοφίας (εἴπερ αὐτὸ μὲν τῆς λογικῆς ἐστιν ἀρχὴ πραγματείας, ἡ δὲ λογικὴ τῆς ὅλης προλαμβάνεται δικαίως φιλοσοφίας), ἀλλὰ καὶ ὅτι τρόπον τινὰ περὶ ἀρχῶν ἐστι τῶν πρώτων, ὡς ἐν τοῖς περὶ τοῦ σκοποῦ μαθησόμεθα λόγοις. ἄλλοι δὲ κατ’ ἄλλην ὁρμὴν τὰς περὶ τοῦτο τὸ βιβλίον πραγματείας πεποίηνται, οἱ μὲν αὐτὴν μόνην τὴν λέξιν ἐπὶ τὸ σαφέστερον μεταθεῖναι προθυμηθέντες, ὥσπερ Θεμίστιός τε ὁ εὐφραδὴς καὶ εἴ τις ἄλλος τοιοῦτος, οἱ δὲ καὶ τὰς ἐννοίας μέν, αὐτὰς δὲ μόνας ψιλὰς τὰς ὑπὸ τοῦ Ἀριστοτέλους προτεινομένας συντόμως ἀποκαλύπτειν ἐσπούδασαν, ὥσπερ ἐν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν βιβλίῳ πεποίηκεν ὁ Πορφύριος, ἄλλοι δὲ πρὸς τούτοις καὶ ζητημάτων ἐφήψαντο μετρίως, ὡς ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος καὶ Ἑρμῖνος καὶ ὅσοι τοιοῦτοι, ὧν καὶ Μάξιμον ἐγὼ τίθημι, τὸν Αἰδεσίου μὲν τοῦ Ἰαμβλιχείου μαθητήν, ἐν δὲ τῷ εἰς τὰς Κατηγορίας ὑπομνήματι πάντα σχεδὸν τῷ Ἀλεξάνδρῳ συνάσαντα· τινὲς μέντοι καὶ βαθυτέραις περὶ αὐτὸ διανοίαις κατεχρήσαντο, ὥσπερ ὁ θαυμάσιος Βόηθος. ἄλλοις δὲ ἤρεσεν ἀπορίας μόνας γράψαι πρὸς τὰ λεγόμενα, ὅπερ Λούκιός τε πεποίηκε καὶ μετ’ αὐτὸν Νικόστρατος τὰ τοῦ Λουκίου ὑποβαλλόμενος, σχεδόν τι πρὸς πάντα τὰ εἰρημένα κατὰ τὸ βιβλίον ἐνστάσεις κομίζειν φιλοτιμούμενοι, καὶ οὐδὲ εὐλαβῶς, ἀλλὰ καταφορικῶς μᾶλλον καὶ ἀπηρυθριακότως· πλὴν καὶ τούτοις χάρις, καὶ ὅτι πραγματειώδεις τὰς πολλὰς τῶν ἀποριῶν προεβάλοντο καὶ ὅτι λύσεώς τε τῶν ἀποριῶν ἀφορμὰς καὶ ἄλλων πολλῶν καὶ καλῶν θεωρημάτων τοῖς μεθ’ ἑαυτοὺς ἐνδεδώκασι. Πλωτῖνος δὲ ὁ μέγας ἐπὶ τούτοις τὰς πραγματειωδεστάτας ἐξετάσεις ἐν τρισὶν ὅλοις βιβλίοις τοῖς Περὶ τῶν γενῶν τοῦ ὄντος ἐπιγεγραμμένοις τῷ τῶν Κατηγοριῶν βιβλίῳ προσήγαγε. μετὰ δὲ τούτους ὁ πάντων ἡμῖν τῶν καλῶν αἴτιος Πορφύριος ἐξήγησίν τε ἐντελῆ τοῦ βιβλίου καὶ τῶν ἐνστάσεων πασῶν λύσεις οὐκ ἀπόνως ἐν ἑπτὰ βιβλίοις ἐποιήσατο τοῖς Γεδαλείῳ προσφωνηθεῖσι, πολλὰ καὶ τῶν Στωικῶν ἐκεῖ δογμάτων κατὰ τὴν κοινωνίαν τοῦ λόγου προσιστορῶν. μετὰ τοῦτον δὲ ὁ θεῖος Ἰάμβλιχος πολύστιχον καὶ αὐτὸς πραγματείαν εἰς τοῦτο τὸ βιβλίον κατεβάλετο, τὰ μὲν πολλὰ τοῖς Πορφυρίου καὶ ἐπ’ αὐτῆς τῆς λέξεως κατακολουθῶν, τινὰ δὲ ἐπικρίνων ἐκείνων καὶ διαρθρῶν ἀκριβέστερον μετὰ τοῦ συστέλλειν τὴν ὡς ἐν σχολαῖς πρὸς τὰς ἐνστάσεις μακρολογίαν, πανταχοῦ δὲ τὴν νοερὰν θεωρίαν ἑκάστῳ σχεδὸν τῶν κεφαλαίων ἐπιτιθεὶς καί τι καὶ ἄλλο πρὸς τούτοις χρήσιμον τῷ συγγράμματι προστιθείς· Ἀρχύτου γὰρ τοῦ Πυθαγορικοῦ1 καὶ πρὸ Ἀριστοτέλους τὴν εἰς δέκα τῶν πρώτων γενῶν ποιησαμένου διαίρεσιν ἐν τῷ βιβλίῳ ὃ Περὶ τοῦ παντὸς ἐκεῖνος ἐπέγραψε καὶ τά τε γνωρίσματα αὐτῶν διὰ παραδειγμάτων ἐναργῶς σαφηνίζοντος καὶ τάξιν ἣν ἔχουσι πρὸς ἄλληλα καὶ τὰς κατ’ εἴδη διαφορὰς ἑκάστου καὶ τὰ ὑπάρχοντα αὐτοῖς κοινῶς τε καὶ ἰδίως ὑποδεικνύντος αὐτὸς ἐν τοῖς προσήκουσι τόποις τὰ τοῦ Ἀρχύτου παράγων ἐκεῖνά τε νοερῶς συνεσπειραμένα ἐξήπλωσε καὶ τὴν συμφωνίαν τὴν πρὸς αὐτὰ τοῦ Ἀριστοτέλους ἐπέδειξε καὶ εἴ πού τι διάφωνον ἦν (ὀλίγα δὲ ταῦτα), καὶ τοῦτο ὑπ’ ὄψιν ἤγαγε τοῖς φιλομαθέσι, μηδὲ τὴν αἰτίαν τῆς διαφωνίας ἀνεξέταστον καταλιμπάνων, εἰκότως, διότι φαίνεται πανταχοῦ τῷ Ἀρχύτᾳ κατακολουθεῖν ὁ Ἀριστοτέλης βουλόμενος. καὶ Δέξιππος δὲ ὁ Ἰαμβλίχειος καὶ αὐτὸς μὲν τὸ τοῦ Ἀριστοτέλους βιβλίον συντόμως ἐξηγήσατο, προηγουμένως δὲ τὰς Πλωτίνου ἀπορίας ὡς ἐν διαλόγῳ προτεινομένας αὐτῷ διαλύειν προτίθεται, οὐδὲν οὐδὲ οὗτος σχεδὸν τοῖς Πορφυρίου καὶ Ἰαμβλίχου προστεθεικώς. Τοσαύτης τοίνυν τῶν κλεινοτάτων ἐν φιλοσοφίᾳ περὶ τὸ τῶν Κατηγοριῶν βιβλίον γενομένης σπουδῆς καταγέλαστος εὐθὺς ἀπ’ ἀρχῆς ἂν δόξαιμι γράψαι τι καὶ αὐτὸς τολμήσας, εἰ μὴ τὴν αἰτίαν εὔλογον ἐπιδείξαιμι2 τοῦ τολμήματος. ἐγὼ γὰρ ἐνέτυχον μὲν καί τισι τῶν εἰρημένων συγγράμμασιν, ἐπιμελέστερον δὲ ὡς οἷός τε ἦν τοῖς Ἰαμβλίχου παρακολουθῶν ἀπεγραψάμην, καὶ αὐτῇ πολλαχοῦ τῇ λέξει τοῦ φιλοσόφου χρησάμενος.
多くの人々がアリストテレスの『範疇論』の書に多大な労心を注いできた。それは、この書が哲学全体の導入であるからというだけでなく(もしこの書が論理学の研究の端緒であり、論理学が哲学全体の前に当然置かれるべきものであるとするなら)、ある仕方で第一の原理について扱っているからでもあり、そのことは主題をめぐる議論の中でわれわれが知ることになる通りである。しかし、人々はそれぞれ異なる動機からこの書に関する研究を行ってきた。ある人々は、能弁なテミスティオスや他にそのような人がいればその人のように、言葉そのものだけをより明解なものに移し替えることに熱心であり、またある人々は、ポルピュリオスが問いと答えによる書で行ったように、アリストテレスによって提示された概念そのものだけを簡潔に、付加物なしに解明することに努めた。他の人々はこれらに加えて、アプロディシアスのアレクサンドロスやヘルミノス、その他そのような人々のように、問題にもほどよく触れた。私は、イアンブリコスの弟子であるアイデシオスの弟子でありながら、『範疇論』への注解においてはほぼすべてをアレクサンドロスと同調させたマクシモスをも、これらの人々に数える。さらに一部の人々は、驚くべきボエトスのように、この書に関してより深遠な思考を注ぎ込んだ。また他の人々にとっては、語られた事柄に対して難論だけを書くことが好ましく思われた。ルキオスがそうし、彼の後にニコストラトスもルキオスの議論を踏襲してそうしたのであり、彼らはこの書の中で述べられた事柄のほぼすべてに対して異議を持ち出すことを競い合っており、それも用心深くではなく、むしろ攻撃的かつ恥知らずに行っていた。とはいえ、彼らにも感謝すべきである。彼らが難論の大半を学問的に提起したからでもあり、自分たちの後の人々に対して、それらの難論の解決の契機と、他の多くの優れた考察の契機とを与えたからでもある。そして偉大なるプロティノスは、これらに加えて、『有の類について』と題された全三巻の書の中で、きわめて学問的な吟味を『範疇論』の書に対して向けた。これらの人々の後に、われわれにとってあらゆる善美な事柄の原因であるポルピュリオスが、ゲダレイオスに献呈された七巻の書の中で、この書の十全な解説とあらゆる異議の解決を多大な労を惜しまず行い、そこでは議論の共通性に従ってストア派の教説をも多く合わせて記録した。そしてこの人の後に、神的なイアンブリコスもまた、この書のために長大な研究を著した。彼は多くの点で言葉そのものに至るまでポルピュリオスのものに従いながらも、異議に対する学校でのような長談義を圧縮するとともに、それらのうちの幾つかを批判し、より精密に分節化し、至るところでほぼすべての章に知性的な観照を施し、これらに加えてさらに別の有益なことも著作に付け加えた。というのも、ピタゴラス学派のアルキュタスが、アリストテレス以前にすでに、彼が『全きものについて』と題した書の中で第一の諸類を十に区分することを行い、それらの特徴を実例を通じて明白に明示し、それらが互いに対してもつ秩序や、それぞれの種差、およびそれらに共通して、また個別に備わる属性を示していたため、イアンブリコス自身が適切な箇所でアルキュタスの議論を導入し、それらの知性的に圧縮されたものを展開して示し、それらに対するアリストテレスの一致を提示し、またもしどこかに不一致(それはわずかなものであるが)があれば、これも愛学者たちの眼前にもたらし、不一致の原因をも未吟味のまま残さなかったからである。これはもっともなことであり、なぜならアリストテレスは至るところでアルキュタスに従うことを望んでいるように見えるからである。そしてイアンブリコスの弟子であるデクシッポスも、彼自身アリストテレスの書を簡潔に解説したが、主としては、対話篇の中で自分に提起されるかのようにプロティノスの難論を解決することを目指しており、彼もまたポルピュリオスとイアンブリコスの説にほとんど何も付け加えなかった。それゆえ、哲学において最も著名な人々によって『範疇論』の書に関してこれほど大きな熱意が払われてきたのであるから、もし私がその大胆な企ての合理的な理由を明示しないなら、私自身も何かを書くことを敢えて企てたとして最初から嘲笑に値すると思われるであろう。実際、私は上述の人々の著作のうちの幾つかにも親しんだが、できる限り入念にイアンブリコスの議論を辿りながら書き写し、多くの箇所でその哲学者自身の言葉を用いたのである。
- 1.0Ἀρχύτου γὰρ τοῦ Πυθαγορικοῦ
Ἀρχύτου... ποιησαμένου... σαφηνίζοντος... ὑποδεικνύντος は、主節(αὐτὸς ἐν τοῖς προσήκουσι τόποις... ἐξήπλωσε...)に先行する長大な属格独立構文(genitive absolute)を形成している。主節の主語 αὐτός は前文に現れたイアンブリコスを指し、アルキュタスの学説をイアンブリコスがどのように取り入れたかを対比的に展開している。
- 1.0καταγέλαστος εὐθὺς ἀπ’ ἀρχῆς ἂν δόξαιμι γράψαι τι καὶ αὐτὸς τολμήσας, εἰ μὴ τὴν αἰτίαν εὔλογον ἐπιδείξαιμι
帰結節に ἄν+希求法(ἂν δόξαιμι)、条件節に εἰ+希求法(εἰ μὴ ... ἐπιδείξαιμι)をとる未来可能(潜在)の条件構文である。分詞 τολμήσας は主語(ἐγώ)と一致格(主格)の付帯状況あるいは条件的な分詞として機能し、「自らも書くことを敢えて企てたならば/企てたとして」の意味をなす。
