← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§536.16-537.32

大地の静止に関する三つの論証の分析

アリストテレスが『天体論』296a24以降で提示する大地の静止に関する三つの論証(強制的運動の不可能性に基づく仮言三段論法、天文学的出没現象の不合理に基づく論駁、固有の場所への自然な移動と留まりに関する公理)をシンプリキオスが論理学的に分析・敷衍する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.62#1

" Ἡμεῖς δὲ λέγομεν πρῶτον, πότερον ἔχει κίνησιν ἢ μένει ἕως τοῦ φανερὸν ἐκ τούτων." Πρῶτον προτίθεται δεῖξαι, ὅτι οὐ κινεῖται ἡ γῆ κύκλῳ οὔτε περὶ τὸ μέσον, ὡς ἓν τῶν ἄστρων οὖσα, ὡς ἔλεγον οἱ Πυθαγόρειοι, οὔτε ὡς ἐν τῷ μέσῳ περὶ τὸν ἄξονα τοῦ παντὸς ἰλλομένη. καὶ δείκνυσιν, ὅτι ἀδύνατον αὐτὴν οὕτω κινεῖσθαι κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τρόπον οὕτως· εἰ κινεῖται κύκλῳ ἡ γῆ, βίᾳ κινεῖται ταύτην τὴν κίνησιν· ἀλλὰ μὴν ἀδύνατον αὐτὴν βίᾳ κινεῖσθαι καὶ παρὰ φύσιν· ἀδύνατον ἄρα κύκλῳ κινεῖσθαι τὴν γῆν. καὶ τὸ μὲν συνημμένον δείκνυσιν οὕτως· εἰ μὴ βίᾳ κινεῖται τὴν κύκλῳ κίνησιν ἡ γῆ, κατὰ φύσιν αὐτὴν κινεῖται· ἀνάγκη γὰρ τὸ κινούμενον ἢ βίᾳ ἢ κατὰ φύσιν κινεῖσθαι· ἀλλ’ εἰ κατὰ φύσιν ἐκινεῖτο κύκλῳ, καὶ τῶν μορίων ἕκαστον αὐτῆς ταύτην εἶχε τὴν φοράν· ἀλλὰ μὴν τὰ μόρια οὐ κινεῖται κύκλῳ, ἀλλ’ ἐπ’ εὐθείας φέρεται πρὸς τὸ μέσον· οὐκ ἄρα κατὰ φύσιν ἡ γῆ κινεῖται τὴν κύκλῳ κίνησιν· βίᾳ ἄρα. τὴν δὲ ἀντιστροφὴν τὴν λέγουσαν· ἀλλὰ μὴν βίᾳ οὐ κινεῖται· κατεσκεύασε δυνάμει ἐν δευτέρῳ σχήματι1 κατηγορικῶς οὕτως· ἡ γῆ ἀΐδιος· τὸ βίᾳ καὶ παρὰ φύσιν κινούμενον οὐκ ἀΐδιον· ἡ ἄρα γῆ οὐ κινεῖται βιαίως. ὅτι δὲ ἡ γῆ ἀΐδιος, παρέδειξεν ἐκ τοῦ τὴν τοῦ κόσμου τάξιν ἀΐδιον εἶναι, ὥστε καὶ ἡ γῆ ἀΐδιος. Εἶτα καὶ δεύτερον ἐπιχείρημα ἐπάγει τοιοῦτον· εἰ κύκλῳ κινεῖται ἡ γῆ εἴτε περὶ τὸ μέσον εἴτε ἐπὶ τοῦ μέσου, ἀναγκαῖον αὐτὴν δύο κινεῖσθαι κινήσεις, ὥσπερ τὰ ἄλλα πάντα τὰ μετὰ τὴν ἀπλανῆ τήν τε τῆς ἀπλανοῦς κινοῦνται καὶ τὴν ἰδίαν τὴν περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους ἀνάπαλιν τῇ ἀπλανεῖ γινομένην, δι’ ἣν καὶ ὑπολείπονται τῆς ἀπλανοῦς. εἰ γὰρ ἀνατέλλοι σήμερον ὁποιοσοῦν τῶν πλανωμένων μετὰ τοῦ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος, εἰ τύχοι, κινηθεὶς ἐπὶ τὰ ἑπόμενα ὁ πλανώμενος2 δύο μοίρας, εἰ τύχοι, ὥστε κατὰ τὴν πέμπτην μοῖραν γενέσθαι τοῦ Λέοντος, τῇ ἑξῆς προανατέλλοντος τοῦ ἐπὶ τῆς καρδίας καὶ προδύνοντος ὑπολειπόμενος φαίνεται ὁ πλανώμενος. εἰ οὖν κινεῖται κύκλῳ ἡ γῆ, δῆλον, ὅτι καὶ αὐτὴ τὴν ἐναντίαν τε τῇ ἀπλανεῖ κινηθήσεται ἰδίαν κίνησιν, διὸ καὶ ὑπολειφθήσεται τῆς ἀπλανοῦς, καὶ ἔτι μέντοι περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους, καθάπερ καὶ αἱ τῶν πλανωμένων αἱ τιμιώτεραι αὐτῆς. εἰ δὲ τοῦτο, οὐκέτι τὰ ἀπλανῆ ἄστρα κατὰ τὰ αὐτὰ σημεῖα τοῦ ὁρίζοντος ἀνατέλλοντα καὶ δύνοντα φανήσεται ἡμῖν ὥσπερ νῦν, ἀλλὰ μᾶλλον τὰ πλανώμενα ὡς περὶ τοὺς αὐτοὺς αὐτὰ πόλους κινούμενα, ὧν πᾶν τοὐναντίον φαίνεται. λοιπὸν δέ, ἐὰν ἡ κίνησις αὐτῆς ἰσοταχὴς γένηται τῶν πλανωμένων τινί, ἐκεῖνος κατὰ τὸ αὐτὸ σημεῖον ὀφθήσεται οὔτε ἀνατέλλων οὔτε δύνων, ὅπερ ἐναργῶς ἄλογον. Χρὴ οὖν τούτῳ ἐφιστάνειν, ὅτι τῷ ἐξομοιῶσαι τὴν ἐγκύκλιον κίνησιν τῆς γῆς, εἰ γίνοιτο, ταῖς ἄλλαις ἐγκυκλίοις κινήσεσι ταῖς περὶ τὴν ἀπλανῆ ἐνεδείξατο, ὅτι καὶ περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους κινηθήσεται, καὶ μέντοι καὶ ἐκ τοῦ ἐπαγομένου ἀτόπου· οὔτε γὰρ τῷ κινεῖσθαι τὴν γῆν ἁπλῶς οὔτε τῷ ὑπολείπεσθαι αἱ παραλλαγαὶ τῶν ἀνατολῶν καὶ δύσεων ἀκολουθοῦσιν, εἰ μὴ καὶ περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους ἢ ἄλλους παρὰ τοὺς τοῦ ἰσημερινοῦ ἐκινεῖτο ἡ γῆ. Τρίτον δὲ ἐπιχείρημα ἐπάγει ὡς ἐπὶ ἀξιώματι προειλημμένῳ τοιούτῳ· ἐφ’ ὃ φέρεταί τι κατὰ φύσιν,3 ἐν τούτῳ καὶ μένει κατὰ φύσιν· εἰ οὖν ἡ φορὰ τῶν μορίων τῆς γῆς καὶ ὅλης αὐτῆς ἡ κατὰ φύσιν ἐπὶ τὸ μέσον τοῦ παντός ἐστιν, ἐφ’ ὃ δὲ φέρεταί τι κατὰ φύσιν, ἐν τούτῳ καὶ μένει κατὰ φύσιν, μένει ἄρα ἐν τῷ μέσῳ τοῦ παντός· καὶ γὰρ καὶ τὸ πῦρ πρὸς τὸ πέριξ φερόμενον, ὅσον ἐφ’ ἑαυτῷ μένει ἐκεῖ.

「しかし我々はまず、[大地が]運動を持つのか、それとも留まるのかを語る」から「これらから明らかである」まで。 彼はまず、大地が天体の一つであるかのように中心の周りを円運動すること(ピュタゴラス派の人々が言っていたように)もなければ、中心において宇宙の軸の周りを回転することもないということを示すことを企図している。そして、大地がそのように運動することは不可能であることを、仮言的三段論法の第二の様態に従って次のように示す。すなわち、もし大地が円運動するならば、大地はこの運動を強制によって運動する。しかるに、大地が強制によって本性に反して運動することは不可能である。それゆえ、大地が円運動することは不可能である。そして[彼は]前件と後件の結合命題を次のように示す。すなわち、もし大地が円運動を強制によって運動するのでないならば、本性に従ってそれを運動する。なぜなら、運動するものは強制によるか、あるいは本性に従って運動することが必然だからである。しかし、もし本性に従って円運動していたならば、その部分のおのおのもこの移動運動を持っていたであろう。しかるに、諸部分は円運動するのではなく、直線を描いて中心へと運ばれる。それゆえ、大地は円運動を本性に従って運動するのではない。したがって強制によってである。他方、「しかるに強制によっては運動しない」と述べる否定的対置命題を、彼は潜在的に第二格において定言的に次のように論証した。すなわち、大地は永遠である。強制によって本性に反して運動するものは永遠ではない。ゆえに大地は強制的・暴力的に運動しない。大地が永遠であるということは、宇宙の秩序が永遠であるということから彼は傍証したのであり、したがって大地も永遠である。 次いで[彼は]第二の論駁論証をも次のように付け加える。もし大地が中心の周りであれ、あるいは中心の上であれ円運動するならば、大地は二つの運動を運動することが必然である。それはあたかも恒星天に続く他のすべての[天体]が、恒星天の運動と、恒星天と逆向きに生じる黄道帯の極の周りの固有の運動との[二つ]を運動し、この固有の運動のゆえにそれらが恒星天に遅れをとるのと同様である。というのも、もし今日、惑星のどれかが、たとえば獅子座の心臓にある[星]とともに昇り、その惑星が後続の[度数]へと、たとえば2度運動して獅子座の第5度に至るようになったとすれば、翌日には心臓にある星が先に昇り先に沈む中で、惑星は遅れをとっているように見えるからである。それゆえ、もし大地が円運動するならば、大地もまた恒星天と反対の固有の運動を運動し、そのゆえに恒星天に遅れをとるであろうこと、そしてさらに黄道帯の極の周りを、大地より尊い惑星たちの[運動]と同様に[運動するであろうこと]は明らかである。もしそうであるなら、恒星は地平線の同じ点に沿って昇り沈むものとして我々に見えることはもはや現今のようにはなく、むしろ惑星のほうが、それら自身が同じ極の周りを運動するものとして、〔そのように〕[見えることになる]が、これらについては全く正反対のことが見えている。さらに、もし大地の運動が惑星のどれかと等速になったならば、その惑星は同じ点において、昇ることも沈むこともないものとして見られるであろうが、これは明白に不合理である。 それゆえ、もし大地の回転運動が生じるとすればそれを恒星天の周りの他の回転運動に類似させたことによって、大地が黄道帯の極の周りをも運動するであろうことを彼が示した点に、そして実に、付け加えられた不合理から[彼が示した点]にも注意を向けるべきである。というのも、もし大地が黄道帯の極の周り、あるいは天の赤道の極以外の他の極の周りを運動するのでないならば、大地が単に運動することにも、遅れをとることにも、出没の視差は伴わないからである。 第三の論駁論証を、彼は次のような前もって把握された公理に基づいて付け加える。すなわち、「何かが本性に従ってそれへと運ばれるところのそのものの中に、それは本性に従って留まりもする」。それゆえ、もし大地の諸部分およびその全体の運動が本性上宇宙の中心に向かうものであり、何かが本性に従ってそれへと運ばれるところのそのものの中に本性に従って留まりもするならば、大地は宇宙の中心に留まるのである。なぜなら、火も外周へと運ばれて、それ自身に関する限りそこに留まるからである。

構文注3 件
  1. 2.62τὴν δὲ ἀντιστροφὴν τὴν λέγουσαν· ἀλλὰ μὴν βίᾳ οὐ κινεῖται· κατεσκεύασε δυνάμει ἐν δευτέρῳ σχήματι

    ἀντιστροφή は通常「換位」を意味する論理学術語であるが、ここでは仮言三段論法における後件否定(modus tollens)の小前提(すなわち否定命題「しかるに強制によっては運動しない」)を指している。これを第二格の定言三段論法(大地は永遠である/強制的なものは永遠ではない/ゆえに大地は強制的ではない:Cesare 式)として潜在的に構成したと説明されている。

  2. 2.62εἰ γὰρ ἀνατέλλοι σήμερον ὁποιοσοῦν τῶν πλανωμένων μετὰ τοῦ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος, εἰ τύχοι, κινηθεὶς ἐπὶ τὰ ἑπόμενα ὁ πλανώμενος δύο μοίρας, εἰ τύχοι, ὥστε κατὰ τὴν πέμπτην μοῖραν γενέσθαι τοῦ Λέοντος, τῇ ἑξῆς προανατέλλοντος τοῦ ἐπὶ τῆς καρδίας καὶ προδύνοντος ὑπολειπόμενος φαίνεται ὁ πλανώμενος.

    文全体の主動詞は φαίνεται、主語は ὁ πλανώμενος であり、長大な条件節(εἰ γὰρ ἀνατέλλοι... γενέσθαι τοῦ Λέοντος)に続いて、時間を示す与格 τῇ ἑξῆς[ἡμέρᾳ]と独立属格(προανατέλλοντος τοῦ ἐπὶ τῆς καρδίας καὶ προδύνοντος)が挟み込まれている。条件節内の希求法現在 ἀνατέλλοι は仮定の例示を示し、主節の直説法現在 φαίνεται は天文学的事実としての帰結を示す。

  3. 2.62ἐφ’ ὃ φέρεταί τι κατὰ φύσιν, ἐν τούτῳ καὶ μένει κατὰ φύσιν

    関係節 ἐφ' ὃ φέρεταί τι κατὰ φύσιν が主節の指示代名詞句 ἐν τούτῳ に先行する相関構文である。ἐπί+対格(到達点への運動)と ἐν+与格(場所での静止)の格支配が明確に対比されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:536.16-537.32