- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:534.30-536.15
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスは、均等性のみでは大地の静止を説明できず希薄化や部分的運動を排除できないとするアリストテレスの議論を引いた上で、プラトン『パイドン』におけるソクラテスの議論が本性的場所を前提とした相補的説明であったと擁護し、本性的な均衡の意義を論じる。
Εἰπὼν οὖν, ὅτι ὅσον ἐπὶ τῇ ὁμοιότητι, ὥσπερ τὸ πῦρ, εἰ ὑποτεθείη ἐν τῷ μέσῳ κείμενον, οὐκ ἐκωλύετο διὰ τὴν ὁμοιότητα κατὰ μέρη κινηθῆναι, οὕτω καὶ ἡ γῆ, προστίθησι καὶ ἄλλον κινήσεως τρόπον· ἐδύνατο γάρ, φησί, μανουμένη καὶ ἐξ ἐλάττονος μείζων γινομένη κινεῖσθαι ἀπὸ τοῦ μέσου μηδὲν τῆς ὁμοιότητος κωλυούσης τὸν τρόπον τοῦτον τῆς κινήσεως, εἰ μὴ φύσει τῆς γῆς ὁ τόπος οὗτος ἦν, διὸ οὐδὲ αὐξομένη ὑπερογκοῦται. Ταῦτα μὲν οὖν τοῦ Ἀριστοτέλους, καὶ τάχα ἄν τις ὑπονοήσοι τῷ ὄντι μὴ πρὸς τὴν Πλατωνικὴν ἀπόδειξιν αὐτὸν ἁπλῶς ἀποτείνεσθαι· τοῦ γὰρ Πλάτωνος τὴν ἰσορροπίαν καὶ τὴν ὁμοιότητα αἰτιωμένου ὁ Ἀριστοτέλης οὐδαμοῦ φαίνεται τῆς ἰσορροπίας μνησθείς, κἂν ὁ Ἀλέξανδρος ἀντὶ τῆς ὁμοιότητος πανταχοῦ τὴν ἰσορροπίαν παραλαμβάνῃ. πλὴν κἂν πρὸς ἐκεῖνον ἀποτείνηται τὸν λόγον ὁ Ἀριστοτέλης, ῥητέον, ὅτι ὁ Σωκράτης ἐξ ὑποθέσεως προάγει τὸν λόγον, ὡς, εἰ ἔστιν ἡ γῆ ἐν μέσῳ τῷ οὐρανῷ περιφερὴς οὖσα, οὐδενὸς αὐτῇ δεῖ πρὸς τὸ μὴ πεσεῖν οὔτε ἀέρος οὔτε δινήσεως· ἡ γὰρ κατὰ φύσιν ἰσορροπία οὐχ ἡ τυχοῦσα, ἀλλ’ ἡ πανταχόθεν αὐτὴν εἰς τὸ κέντρον συνάγουσα ὁμοίως ὁμοιομερῆ οὖσαν καὶ ἡ τοῦ οὐρανοῦ ὁμοιομέρεια καὶ ἰσορροπία αὐτάρκης πρὸς τὴν τῆς γῆς μονήν. οὔτε γὰρ αὐτή ποτε ἑκοῦσα ἐκστήσεται οὔτε ὅλη οὔτε κατὰ μέρος· τί γὰρ μᾶλλον τῇδε ἢ τῇδε ὁμοίως ἔχουσα πρὸς ὅλον τὸν οὐρανόν; ἀλλ’ οὐδὲ κατὰ μέρη κατὰ φύσιν ὄντος αὐτῇ τούτου τοῦ τόπου.1 ἀλλ’ οὐδὲ ὁ οὐρανὸς αὐτήν ποτε βιάσεται οὔτε κατὰ μέρος ἑαυτοῦ ὁμοιομερὴς ὅλος ὢν οὔτε καθ’ ὅλον ἑαυτὸν ἀεὶ ὁ αὐτὸς ὢν καὶ τὴν αὐτὴν ἀεὶ πρὸς τὴν γῆν ἔχων σχέσιν. τὸ δὲ πῦρ, κἂν ᾖ ὁμοίως τῇ γῇ ὁμοιομερές τε καὶ ἰσόρροπον, ἀλλ’ οὐ πρὸς τὸ κέντρον ἔχει τὴν ἰσορροπίαν, ἀλλὰ πρὸς τὸ πέριξ· διό, ὅταν ἐν ἀλλοτρίῳ τόπῳ τῷ κέντρῳ τεθῇ τὸ πῦρ, σπουδάζει διὰ τῆς συντομωτάτης ὁδοῦ πρὸς τὸ οἰκεῖον ἀναθεῖν, καὶ τῷ ὄντι εἴ τις ὅλον τὸ πῦρ τέθεικε πρὸς τῷ κέντρῳ, διασπασθῆναι ἦν αὐτὸ ἀνάγκη· τὸ δὲ αὐτὸ ἂν ἔπαθε καὶ ἡ γῆ ἐν τῷ πέριξ τεθεῖσα. οὐδὲ δὲ τὸ πῦρ ἀπὸ τοῦ πέριξ κατὰ φύσιν ὄντος αὐτῷ καὶ ὁμοίως πρὸς αὐτὸ τοῦ οὐρανοῦ ἔχοντος κινηθείη ἄν οὔτε καθ’ ὅλον οὔτε κατὰ μέρη, πλὴν εἰ μή τι αὐτοῦ μεταβάλλει, ἀλλὰ καὶ ἐπὶ τούτου ἀληθὲς εἰπεῖν “ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς πλησίον τεθὲν οὐχ ἕξει μᾶλλον οὐδὲ ἧττον οὐδαμόσε κλιθῆναι”. ἀλλὰ τὸ μὲν πῦρ ἅτε πλησιάζον τῷ οὐρανῷ καὶ μᾶλλον αὐτῷ ἡνωμένον μετὰ τοῦ φυλάττειν τὸν ἑαυτοῦ τόπον ὥσπερ ὁ οὐρανὸς καὶ συγκινεῖται αὐτῷ, ἡ δὲ γῆ τῷ κέντρῳ συγγενὴς ὑποστᾶσα μένει περὶ αὐτό. ὅρα οὖν, ὅτι, ὅπερ ὁ Ἀριστοτέλης αἴτιον εἶναί φησι τῆς μονῆς τῇ γῇ τὸ κατὰ φύσιν αὐτῇ τοῦτον εἶναι τὸν τόπον, τοῦτο ὑποθέμενος2 ὁ Σωκράτης τὴν αἰτίαν προστίθησι φυσικήν, δι’ ἣν ἐν τοῖς οἰκείοις τόποις ὄντα οὐ δεῖταί τινος ἄλλης περιεργείας, οἷον ἀέρος ἢ δίνης, πρὸς τὸ μὴ κινηθῆναι ἐκεῖθεν ἀρκούσης αὐτοῖς τῆς τε ἰσορροπίας καὶ τῆς τοῦ περιέχοντος ὁμοιότητος. ὁ δὲ Ἀριστοτέλης πρὸς τοὺς οἰομένους ἀπαντᾷ τὴν ὁμοιότητα καὶ τὴν ἰσορροπίαν ἀρκεῖν πρὸς τὸ μὴ κινεῖσθαι καὶ τοῖς ἐν ἀλλοτρίῳ τόπῳ κειμένοις, διὸ ἀπὸ τῆς τοῦ πυρὸς παραθέσεως ἐλέγχειν πειρᾶται τὸν λόγον τοῦ ἐνταῦθα τιθεμένου καὶ πανταχοῦ τὴν αἰτίαν εἰς τὸ κατὰ φύσιν εἶναι τὸν τόπον περιάγει αὐτάρκη ταύτην ἀρχὴν εἶναι νομίζων· ὁ δέ γε Σωκράτης καὶ τούτου τὴν αἰτίαν ἀποδέδωκε. καί μοι δοκεῖ καὶ περὶ τὰς τῶν στοιχείων ἀρχὰς τοιοῦτόν τι συμβῆναι τῷ Ἀριστοτέλει. αὐτὸς μὲν γὰρ ἠρκέσθη ταῖς ποιότησι θερμῷ καὶ ξηρῷ καὶ τοῖς ἐναντίοις, ὁ δὲ Τίμαιος καὶ τούτων τὰς ἀρχὰς ἀναζητῶν ἀνῆλθεν εἰς τὰ σχήματα. Συμπερανάμενος δὲ τὴν περὶ τοῦ σχήματος καὶ τῆς θέσεως καὶ τῆς μονῆς τῆς γῆς ἱστορίαν ἐπὶ τὰ ἑαυτῷ περὶ τούτων δοκοῦντα λοιπὸν μέτεισιν.
それゆえ、もし火が中心に置かれていると仮定されたならば、均等性のゆえに部分ごとに運動することを妨げられなかったのと同様に、均等性に関する限り大地もそうである、と述べた後、彼は運動の別の様態をも付け加える。なぜなら、もしこの場所が大地の本性に従ったものでないならば、均等性がこの運動様態を少しも妨げないままに、大地が希薄化し、より小さいものからより大きいものになりつつ中心から運動することが可能であったからであり、そのゆえに[大地は]増大するとしても極度に膨張することはないのである、と彼は言う。 これらはアリストテレスの議論であるが、おそらく人は、彼が実際にはプラトンの論証に対して端的に論駁を向けているのではないと推測するかもしれない。なぜなら、プラトンが均衡と均等性を原因としているのに対し、アリストテレスは均衡について言及している様子はどこにも見られないからである(アレクサンドロスは均等性の代わりに至る所で均衡を取り入れているとしても)。 とはいえ、たとえアリストテレスがあの議論に対して論駁を向けているのだとしても、ソクラテスは仮定に基づいて議論を進めているのであり、すなわち、もし大地が天空の中央にあって球形をしているならば、それが落下しないためには空気も渦巻きも何一つ必要としない、と述べるべきである。なぜなら、ありあわせのものではなく、大地が均質である以上あらゆる側から大地を中心へと等しく集める本性に従った均衡と、天空の均質性および均衡とが、大地の留まりに対して十分だからである。なぜなら、大地自身も自ら進んで全体としても部分としても決して位置を変えることはないからである。天空全体に対して一様に位置しているのに、なぜこちらの側へではなくあちらの側へ[位置を変える]ことがあろうか。そればかりか、この場所が大地にとって本性に従ったものである以上、部分ごとにも[位置を変えることはない]。さらに、天空もまた、全体として均質であって自らのある部分によって大地を強制することは決してなく、常に同一であり続け、大地に対して常に同一の関係を保ち続けている以上、その全体によって[大地を強制する]ことも決してない。他方、火は、たとえ大地と同様に均質であり均衡を保っているとしても、中心に対して均衡を有しているのではなく、外周に対して有している。それゆえ、火が異郷の場所である中心に置かれたとき、それは最短の道を通って自らの固有の場所へと駆け登ろうと努めるのであり、実際に誰かが火の全体を中心の傍らに置いたならば、それが引き裂かれることは必然であった。そして大地もまた、外周に置かれたならば同じことを被ったであろう。また、火にとっても本性に従った場所であり、天空が火に対して一様に関係している以上、火の一部が変化するのでない限り、火が外周から全体としても部分としても運動することはありえないであろう。それどころか、火に関しても「均等なものの近くに置かれた均衡ある事物は、どちらの側へも多かれ少なかれ傾くことはないであろう」と言うことは真である。しかし、火は天空に近接し、より天空と結合しているものとして、天空のように自らの場所を守ることとともに天空とともに運動もするが、大地は中心と同族のものとして存在し、中心の周りに留まるのである。 それゆえ見よ、アリストテレスが大地の留まりの原因であると言うこと、すなわちこの場所が大地にとって本性に従ったものであるということを、ソクラテスは前提とした上で、固有の場所にあるものがそこから運動しないためには、均衡と包囲するものの均等性とがそれらにとって十分である以上、空気や渦巻きといった他のいかなる余計なものも必要としない本性的な原因を付け加えているのである。他方、アリストテレスは、異郷の場所に置かれたものにとっても均等性と均衡とが運動しないために十分であると考える人々に対して反論しているのであり、それゆえにここに置かれる火の対置から議論を論駁しようと試み、至る所で原因を場所が本性に従ったものであることへと帰着させ、これを自足的な原理であると見なしているのである。しかしソクラテスはこのことの原因をも提示したのである。そして私には、元素の原理に関してもアリストテレスには同様のことが起こったように思われる。なぜなら、彼自身は熱と乾およびその反対のものという性質によって満足したが、ティマイオスはこれらの原理をも探究して図形へと遡ったからである。 大地の形状、位置、留まりに関する探究を締めくくった後、彼は次にこれらに関して自分自身に思われる事柄へと移っていく。
- 2.61ἀλλ’ οὐδὲ κατὰ μέρη κατὰ φύσιν ὄντος αὐτῇ τούτου τοῦ τόπου
先行する節 οὔτε γὰρ αὐτή ποτε ἑκοῦσα ἐκστήσεται から述語動詞 ἐκστήσεται が省略されており(「部分ごとにも位置を変えることはない」)、後続の属格句 κατὰ φύσιν ὄντος αὐτῇ τούτου τοῦ τόπου はその理由を表す属格絶対構文として機能している。
- 2.61ὅπερ ὁ Ἀριστοτέλης αἴτιον εἶναί φησι τῆς μονῆς τῇ γῇ τὸ κατὰ φύσιν αὐτῇ τοῦτον εἶναι τὸν τόπον, τοῦτο ὑποθέμενος
関係代名詞 ὅπερ は、関係節内の同格句 τὸ κατὰ φύσιν αὐτῇ τοῦτον εἶναι τὸν τόπον(「この場所が大地にとって本性に従ったものであること」)によって具体的に指示され、主節の分詞 ὑποθέμενος の目的語である指示代名詞 τοῦτο によって受けて再述されている。
