← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§407.17-409.5

球の分割の異論の解決と天球群の球形性

アリストテレスが球の分割に関する反論に答えて平面への分割と部分への分割を区別し、数の順序から球の第一性を補強して、最外天から内側の天球群や月下界に至る球形性の伝播を示し、この論証が循環論法でなくプラトンの見解とも一致することを述べる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.14#2

ταύτην λύων τὴν ἔνστασιν ὁ Ἀριστοτέλης ἄλλην φησὶν εἶναι τὴν εἰς τὰ ἐπίπεδα διαίρεσιν καὶ ἄλλην τὴν εἰς τὰ μέρη· ἡ μὲν γὰρ εἰς τὰ ἐπίπεδα ὡς εἰς ἁπλούστερα καὶ στοιχειωδέστερα καὶ ἄλλα τῷ εἴδει γίνεται· οὐ γὰρ εἰς σώματα, ἀλλ’ εἰς ἀσώματα· τὸ δὲ εἰς τὰ μέρη διαιρούμενον σῶμα εἰς σώματα διαιρεῖται τὴν αὐτὴν οὐσίαν ἔχοντα τῷ ὅλῳ, ὡς ἡ σφαῖρα εἰς ἡμισφαίρια, καὶ ἡ μὲν εἰς τὰ μέρη τοιαύτη διαίρεσις καὶ τοῖς ἁπλοῖς ὑπάρχει, ἡ δὲ εἰς τὰ ἐπίπεδα μόνοις τοῖς συνθέτοις· διὸ τὸ μὴ διαιρεῖσθαι τὴν σφαῖραν εἰς ἐπίπεδα ὑπ’ ἐκείνων τεκμήριον τοῦ ἁπλῆν νομίζεσθαι αὐτήν. Καὶ ἄλλως δὲ δείκνυσιν, ὅτι πρῶτον τῶν σχημάτων ἐν μὲν τοῖς ἐπιπέδοις ὁ κύκλος, ἐν δὲ τοῖς στερεοῖς ἡ σφαῖρα, ἀπὸ τῆς τῶν ἀριθμῶν τάξεως πάλιν. εἰ γὰρ πρότερον τὸ ἓν τοῖν δυοῖν, καί ἐστιν ὁ μὲν κύκλος κατὰ τὸ ἓν ὑπὸ μιᾶς γραμμῆς περιεχόμενος, τὸ δὲ τρίγωνον, ὅπερ ἐστὶ τῶν εὐθυγράμμων σχημάτων τὸ ἁπλούστατον, κατὰ τὰ δύο δυσὶν ὀρθαῖς ἴσας ἔχον τὰς ἐντὸς γωνίας, εἴη ἂν ὁ κύκλος πρῶτον· εἰ δὲ τῷ τριγώνῳ τις τὸ ἓν ἀφορίσοι, ὁ κύκλος ἁπλούστερος ὢν τοῦ τριγώνου οὐκέτι ἂν εἴη σχῆμα· τοῦ γὰρ ἑνὸς οὐδέν ἐστιν ἁπλούστερον. εἰ οὖν ὡς ἐν τοῖς ἐπιπέδοις σχήμασιν ὁ κύκλος ἔχει πρὸς τὰ εὐθύγραμμα, οὕτως ἐν τοῖς στερεοῖς ἡ σφαῖρα, δῆλον, ὅτι πρώτη ἂν εἴη ἡ σφαῖρα. τὴν δὲ ἀναλογίαν ταύτην ὡς σαφῆ παρεὶς προσθεῖναι τὸ συμπέρασμα τῆς ὅλης ἀποδείξεως ἐπήγαγε παρασυναπτικῶς μετὰ τὴν ἀπόδειξιν.1 ἐπειδὴ γὰρ τὸ πρῶτον σχῆμα, τουτέστι τὸ σφαιρικόν, ὡς ἀποδέδεικται, τοῦ πρώτου σώματός ἐστιν· ἀνάγκη γὰρ εἶναι τὸ πρῶτον τοῦ πρώτου· πρῶτον δὲ σῶμα τὸ τῆς ἀπλανοῦς, ὅπερ εἶπεν ἐν τῇ ἐσχάτῃ περιφορᾷ, τὸ ἄρα σφαιρικὸν σχῆμα τοῦ ἀπλανοῦς οὐρανίου σώματός ἐστι τοῦ τὴν κύκλῳ φορὰν περιφερομένου. εἰ δὲ πρότερον μὲν ἀπὸ τῆς κύκλῳ κινήσεως πρῶτον ἔδειξε τῇ φύσει τὸ οὐράνιον σῶμα· καὶ γὰρ ὅτι ἀΐδιον, ἐκ τούτου ἔδειξε· νῦν δὲ ἀπὸ τοῦ πρῶτον εἶναι τῇ φύσει δείκνυσιν, ὅτι σφαιρικόν, μὴ νομιζέτω τις διάλληλον εἶναι τὴν δεῖξιν·2 οὐ γὰρ ταὐτόν ἐστι τὸ κύκλῳ κινεῖσθαι καὶ τὸ σφαιρικὸν εἶναι· δύναται γάρ τι καὶ σφαῖρα ὂν μὴ κύκλῳ κινεῖσθαι καὶ κύκλῳ κινούμενον μὴ εἶναι σφαῖρα. δείξας δὲ τὸ τῆς ἀπλανοῦς σῶμα σφαιροειδὲς ὂν ὡς πρώτῳ σώματι πρώτου σχήματος τοῦ σφαιρικοῦ προσήκοντος δείκνυσιν ἀκολούθως καὶ τὰ περιεχόμενα ὑπ’ αὐτοῦ σώματα καὶ ἁπτόμενα αὐτοῦ πανταχόθεν τῆς κοίλης ἐπιφανείας σφαιρικὰ καὶ αὐτὰ ὄντα· ἢ γὰρ κενὸν ἀνάγκη εἶναι μεταξύ, ὅπερ ἀδύνατον δέδεικται, ἤ, εἰ πάντα πλήρη, ἀνάγκη τὸ πανταχόθεν ἁπτόμενον τῆς κοίλης ἐπιφανείας τοῦ σφαιρικοῦ σχήματος καὶ αὐτὸ σφαιρικὸν εἶναι, κατὰ δὲ τὴν ἀκολουθίαν τὴν αὐτὴν καὶ μετὰ τὸ θεῖον σῶμα τὰ ἐν γενέσει καὶ φθορᾷ, ἅπερ ἅμα πάντα ὡς ἓν πρὸς τὸ μέσον ἐκάλεσε, σφαιρικὰ εἶναι καὶ ταῦτα· τὰ γὰρ ὑπὸ τοῦ σφαιροειδοῦς περιεχόμενα καὶ ἁπτόμενα αὐτοῦ πανταχόθεν ὡς μηδὲν κενὸν ἀπολείπεσθαι σφαιροειδῆ καὶ αὐτὰ ἀνάγκη εἶναι, τὰ δὲ ὑπὸ σελήνην ἅπτεται τῆς σεληνιακῆς σφαίρας. Καὶ ὅτι μὲν παντὸς ἅμα τοῦ ἐν γενέσει σώματος ὡς ἑνὸς τὸ σχῆμα σφαιρικόν ἐστιν, ἔδειξε νῦν· ὅτι δὲ καὶ ἑκάστου τῶν τεσσάρων τὸ οἰκεῖον σχῆμα σφαιρικόν ἐστιν, ὀλίγον προελθὼν ἀποδείξει. οὐ γὰρ ἀνάγκη, εἰ τοῦ πυρὸς ἔξωθεν ἐπιφάνεια σφαιρικὴ τῷ ἅπτεσθαι τοιαύτης,3 καὶ τὴν ἐντὸς ὁμοίαν εἶναι· τοῦτο γὰρ ἐπὶ τῶν κατὰ τὴν ἑαυτῶν οὐσίαν ἐχόντων τὸ σφαιρικὸν ἀναγκαῖον ἐστι καὶ οὐκ ἐπὶ τῶν ἄλλοις συντυπουμένων. Μέχρι τούτων τὸ πρῶτον ἐπιχείρημα συνεπληρώθη τὸ δεικνύον, ὅτι σφαιροειδὴς ὁ οὐρανός, ἐκ τοῦ δεῖν τὸ πρῶτον τῶν σχημάτων τῷ πρώτῳ τῶν σωμάτων ὑπάρχειν ὡς κατ’ οὐσίαν αὐτῷ καὶ κατὰ φύσιν προσῆκον· εἰ δὲ οὗτος σφαιροειδής, καὶ ὁ ὅλος κόσμος τοιοῦτος. καλὸν δὲ ἄν εἴη καὶ τῶν τῷ Πλάτωνι περὶ τοῦ κοσμικοῦ σχήματος ῥηθέντων ἀκοῦσαι· “σχῆμα δὲ ἔδωκεν αὐτῷ τὸ πρέπον καὶ τὸ συγγενές· τῷ δὲ τὰ πάντα ἐν ἑαυτῷ περιέχειν μέλλοντι ζῴῳ πρέπον ἂν εἴη σχῆμα τὸ περιειληφὸς ἐν ἑαυτῷ πάντα ὅσα σχήματα· διὸ καὶ σφαιροειδὲς ἐκ μέσου πάντῃ πρὸς τελευτὰς ἴσον ἀπέχον κυκλοτερὲς αὐτὸ ἐτορνώσατο, πάντων τελειότατον ὁμοιότατόν τε αὐτὸ ἑαυτῷ σχημάτων νομίσας μυρίῳ κάλλιον ὅμοιον ἀνομοίου”. τί τοίνυν διαφέρει πρέπον καὶ συγγενὲς εἰπεῖν τοῦ “οἰκειότατόν τε τῇ οὐσίᾳ καὶ τῇ φύσει”; εἴρηται δὲ καί, ὅτι πάντων τελειότατον σχημάτων τὸ σφαιρικόν ἐστιν. ἐφεξῆς δὲ καὶ τὰ ἄλλα παρεξιὼν ὁ Ἀριστοτέλης φανήσεται.

アリストテレスはこの異論を解決して、平面への分割と部分への分割とは別のものであると言う。なぜなら、一方の平面への分割は、より単純で、より構成要素的で、かつ種において異なるものへの分割として生じるからである。実際、それは物体へとではなく、非物体的なものへと分割されるのである。これに対して部分へと分割される物体は、全体と同一の実体を有する物体へと分割されるのであって、たとえば球が半球へと[分割される]ようにである。そして部分へのこのような分割は単純なものにも属するが、平面への分割は複合的なものにのみ属する。それゆえ、球が彼らによって平面へと分割されないことは、それが単純なものと見なされていたことの証拠なのである。 また彼は別の仕方でも、数の順序から再び、形姿の中で第一のものは平面においては円であり、立体においては球であることを示す。なぜなら、もし一が二に先立ち、かつ円は一本の線によって囲まれていることで「一」に対応し、直線図形の中で最も単純な三角形は内角が二直角に等しいことによって「二」に対応するならば、円が第一のものとなるであろうからである。もし誰かが三角形に「一」を割り当てるなら、三角形よりも単純である円はもはや形姿ではなくなってしまうであろう。一よりも単純なものは何もないからである。それゆえ、もし平面図形において円が直線図形に対して有する関係を、立体において球が有するならば、球が第一のものとなることは明白である。この比例関係を明らかなものとして言い添えることを省いた上で、彼は全論証の結論を、論証の後に接続的に導いた。なぜなら、第一の形姿、すなわち球形は、論証されたように第一の物体に属するからである(実際、第一のものは第一のものに属することが必然である)。そして第一の物体とは恒星天のそれであり、彼が「最外の回転運動において」と言ったものであるから、したがって球形の形姿とは、円周運動を行っている恒星天の天体に属するものである。 もし彼が以前には円運動から天体が本性上第一であることを示し(実際、それが永遠であることもこのことから示した)、いまや本性上第一であることからそれが球形であることを示しているとしても、この論証が循環論法であると誰も見なしてはならない。円運動することと球形であることとは同一ではないからである。実際、何かが球でありながら円運動しないことも可能であり、円運動していながら球ではないことも可能だからである。 そして彼は、第一の物体には第一の形姿である球形がふさわしいことから、恒星天の物体が球状であることを示した上で、これに続けて、それに取り囲まれ、その凹面に四方から接している物体たちもまた、それら自身球状であることを示す。なぜなら、その中間に空虚が存在するか(これは不可能であると示された)、あるいは、もしすべてが充満しているならば、球形の形姿の凹面に四方から接するものはそれ自身も球形であることが必然であるかのいずれかだからである。そして同じ帰結によって、神的な物体の後にある、生成と消滅のうちにあるものたち――それらをすべてひとまとめにして一つのものとして[アリストテレスは]「中心に向かう〔もの〕」と呼んだ――もまた、これら自身が球形であることが必然である。なぜなら、球状のものに取り囲まれ、空虚がまったく残されないようにそれに四方から接するものは、それら自身も球状であることが必然であり、月下のものたちは月の天球に接しているからである。 そして生成のうちにある物体の全体がひとまとめにして「一」としてその形姿が球形であることは、いまや彼が示した。しかし四元素の各々の固有の形姿も球形であることは、少し進んだところで論証するであろう。なぜなら、火の外面がそのような[球形の]面に接することによって球形であるとしても、内面も同様であることは必然ではないからである。これ[両面が球形であること]は、みずからの実体に従って球形をもつものにおいて必然なのであって、他者に形を合わせられるものにおいて必然なのではないからである。 ここまでのところで、天が球状であることを、形姿の中で第一のものは実体上かつ本性上それにふさわしいものとして物体の中で第一のものに属さねばならないことから示す第一の論証が完了した。そしてもし天が球状であるなら、全宇宙もそのようなものである。プラトンによって宇宙の形姿について語られたことにも耳を傾けるのは良いことであろう。「彼はそれにふさわしく同族的な形姿を与えた。すなわち、すべてのものをみずからのうちに包摂しようとする動物には、およそあらゆる形姿をみずからのうちに包括した形姿がふさわしいであろう。それゆえ彼は、中心からあらゆる方向へ末端まで等しく離れた円形の球状のものとしてそれを旋盤で削り出し、すべての形姿の中で最も完全で、みずからに最も類似したものであると考えたのである。類似したものは類似しないものより無数に美しいと考えたからである」。それなら、「ふさわしく同族的な」と言うことと、「実体と本性に最も固有な」と言うこととの間に何の違いがあろうか。また、すべての形姿の中で球形が最も完全であることも語られている。続いてアリストテレスがその他の点をも順次論じていくことが明らかになるであろう。

構文注3 件
  1. 2.14παρασυναπτικῶς μετὰ τὴν ἀπόδειξιν

    副詞 παρασυναπτικῶς は「接続詞を用いて緊密に結びつけて」の意で、ここでは前提と帰結を接続小辞(ἐπειδὴ γάρ... ἄρα)によって一連の論理的帰結として直接接続して導いた文構造を指している。

  2. 2.14μὴ νομιζέτω τις διάλληλον εἶναι τὴν δεῖξιν

    διάλληλος は論理学術語としての「循環的な(petitio principii / circular)」を指す。天体の「本性上第一」と「球形」および「円運動」の証明相互の関係が循環論法に陥っていないかを弁護する構文。

  3. 2.14τῷ ἅπτεσθαι τοιαύτης

    定冠詞中性単数与格 τῷ に動名詞的不定詞 ἅπτεσθαι が結合した原因・理由の与格構文(「そのような[球形の]面に接していることによって」)。τοιαύτης は属格支配動詞 ἅπτομαι の補語で、直前の σφαιρικὴ ἐπιφάνεια を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:407.17-409.5