- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:405.28-407.17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが『天体論』第2巻第4章において、天体が球形であることを論証する第一の議論(球は図形の中で本性上第一であり、第一の物体に属する)を敷衍し、平面における円および立体における球が直線図形に比して単純かつ完全であることを説明する。
" Σχῆμα δὲ ἀνάγκη σφαιροειδὲς ἔχειν τὸν οὐρανὸν ἕως τοῦ καὶ συνεχῆ ἐστι ταῖς σφαίραις." Μετὰ τὸν περὶ τῆς οὐσίας τοῦ οὐρανίου σώματος λόγον, ὃν ἐν τῷ πρώτῳ βιβλίῳ συνεπεράνατο, δείξας ἐν τῷ προκειμένῳ, ὅτι κατὰ φύσιν ἐστὶν τῷ οὐρανῷ ἡ κύκλῳ κίνησις καὶ οὐ βίᾳ, καὶ ἐφεξῆς περὶ τῶν τοπικῶν σχέσεων ζητήσας, ὧν πρώτην τὴν τοῦ δεξιοῦ καὶ ἀριστεροῦ ἀπὸ τῆς ἀρχῆς τῆς κινήσεως εὑρὼν ἀπὸ ταύτης τὰς λοιπὰς συνελογίσατο, εἶτα τῆς ἀντικινήσεως τὴν αἰτίαν εὑρὼν μετὰ τὰ περὶ τῆς κινήσεως σκέμματα ἐναργεστέρας οὔσης1 περὶ τοῦ σχήματος λοιπὸν τοῦ οὐρανίου ζητεῖ καὶ σαφῶς καὶ ἀκριβῶς καὶ τεταγμένως διὰ πλειόνων ἐπιχειρημάτων, ὅτι σφαιροειδές ἐστιν, ἀποδείκνυσι. καὶ τό γε πρῶτον τῶν ἐπιχειρημάτων ἐπὶ ἀξιώματι πρόεισι τῷ λέγοντι· τὸ πρῶτον φύσει τῶν σχημάτων τοῦ πρώτου φύσει τῶν σωμάτων ἐστί· καὶ ὅτι πρῶτον φύσει τῶν σωμάτων τὸ οὐράνιόν ἐστι. ταῦτα οὖν ἐναργῆ λαβὼν συνάγει τὸν λόγον οὕτω· τὸ σφαιρικὸν σχῆμα πρῶτον τῶν σχημάτων ἐστί· τὸ πρῶτον τῶν σχημάτων τοῦ πρώτου σώματός ἐστι, τουτέστι τοῦ οὐρανίου. ὅτι δὲ πρῶτον τῶν σχημάτων ἐστὶ τὸ σφαιρικόν, δείκνυσι καθόλου περὶ τῶν σχημάτων διορισάμενος, ποῖόν ἐστι πρῶτον καὶ ἐν ἐπιπέδοις καὶ ἐν στερεοῖς. διελὼν οὖν τὰ ἐπίπεδα σχήματα εἴς τε τὰ εὐθύγραμμα σχήματα καὶ εἰς τὰ περιφερόγραμμα δείκνυσιν, ὅτι τὸ κυρίως περιφερόγραμμον ὁ κύκλος καὶ ἁπλούστερός ἐστιν καὶ τελειότερος τῶν εὐθυγράμμων σχημάτων. καὶ ὅτι μὲν ἁπλούστερός ἐστι, δείκνυσιν ἐκ τῶν ὁρισμῶν· εἰ γὰρ κύκλος μέν ἐστι σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, τῶν δὲ εὐθυγράμμων τὸ ἁπλούστατον τὸ τρίγωνον ὑπὸ τριῶν εὐθειῶν περιέχεται γραμμῶν, ἐν ἑκάστῳ δὲ γένει τὸ ἓν τῶν πολλῶν ἁπλούστερόν ἐστι, τὸ δὲ ἁπλοῦν πρότερον ἀεὶ τοῦ συνθέτου, εἴπερ ἐκ τῶν ἁπλῶν τὰ σύνθετα συνέστηκε, πρῶτον ἂν εἴη τῶν ἐπιπέδων ὁ κύκλος. ἀλλὰ μὴν καὶ τέλειον τῶν ἐπιπέδων σχημάτων ὁ κύκλος ἐστίν, εἴπερ τέλειόν ἐστιν, οὗ μηδὲν ἔστι λαβεῖν ἔξω τῶν αὐτοῦ μερῶν, ᾧ δὲ δύναται οἰκείως προστεθῆναι, ὡς διώρισται πρότερον, τοῦτο οὐ τέλειον, καὶ τῇ μὲν εὐθείᾳ δυνατὸν ἀεὶ προστίθεσθαι, τῇ δὲ τὸν κύκλον περιεχούσῃ γραμμῇ οὐ δυνατόν, περιέχεται δὲ τὰ μὲν εὐθύγραμμα ὑπὸ τῶν οὐδέποτε τελείων εὐθειῶν, ὁ δὲ κύκλος ὑπὸ τῆς ἀεὶ τελείας περιφερείας· δῆλον, ὅτι τέλειον τῶν ἐπιπέδων σχημάτων ὁ κύκλος ἐστί. τὸ δὲ τέλειον πανταχοῦ τοῦ ἀτελοῦς πρότερόν ἐστι τῇ φύσει, εἴπερ τὰ ἀτελῆ ἐκ τῶν τελείων μεταλαγχάνει τελειότητος· καὶ κατὰ τοῦτο ἄρα ὁ κύκλος τῶν εὐθυγράμμων σχημάτων πρότερος. οὐ μόνον δὲ κατὰ τὴν οὐσίαν, ἀλλὰ καὶ τῷ χρόνῳ πρότερόν ἐστι τὸ τέλειον τοῦ ἀτελοῦς· ὅταν μὲν γὰρ ἐπὶ τοῦ αὐτοῦ ληφθῇ ἄμφω, ὡς ἐπὶ τῶν ἐν γενέσει, τὸ ἀτελὲς τοῦ τελείου πρότερόν ἐστι τῷ χρόνῳ· πρότερον γὰρ σπέρμα ἐμβρύου καὶ τοῦτο τοῦ βρέφους τῷ χρόνῳ· ἀλλὰ προηγεῖται τῷ χρόνῳ τοῦ σπέρματος ὁ σπερμαίνων καὶ τῶν γινομένων ἑκάστου τό τε γενητὸν καὶ τὸ ἀίδιον αὐτοῦ αἴτιον τέλεια ἀτελοῦς.2 ὥσπερ δὲ ἐν τοῖς ἐπιπέδοις ἁπλοῦς τέ ἐστιν ὁ κύκλος καὶ τέλειος, οὕτως ἐν τοῖς στερεοῖς ἡ σφαῖρα καὶ διὰ τὰς αὐτὰς αἰτίας· καὶ γὰρ καὶ ἡ σφαῖρα ἐν τοῖς στερεοῖς ὑπὸ μιᾶς ἐπιφανείας περιέχεται τῶν εὐθυγράμμων στερεῶν σχημάτων ὑπὸ πλειόνων ἐπιφανειῶν περιεχομένων, καὶ ἡ περιέχουσα τὴν σφαῖραν ἐπιφάνεια μόνη τέλειός ἐστιν ὡς ἀνεπίδεκτος προσθήκης οἰκείας· ὡς ἄρα ὁ κύκλος ἐν τοῖς ἐπιπέδοις, οὕτως ἡ σφαῖρα ἐν τοῖς στερεοῖς· πρώτη ἄρα ἡ σφαῖρα τῶν στερεῶν σχημάτων κατ’ οὐσίαν καὶ εἰκότως τῷ πρώτῳ κατ’ οὐσίαν τῶν σωμάτων ἐφήρμοσεν. Ὅτι δὲ ἁπλῆ μόνη τῶν στερεῶν σχημάτων ἐστὶν ἡ σφαῖρα, καὶ ταύτην εἶχον περὶ αὐτῆς ἔννοιαν οἱ φυσικοί, δηλοῦσιν οἱ ἐξ ἐπιπέδων τὰ σώματα γεννῶντες καὶ εἰς τὰ ἐπίπεδα διαιροῦντες αὐτά. οὗτοι γὰρ καίτοι στοιχεῖα καὶ ἀρχὰς τῶν σωμάτων τὰ ἐπίπεδα λέγοντες μόνην ὅμως τῶν στερεῶν οὐ διαιροῦσι τὴν σφαῖραν ὡς οὐκ ἔχουσαν πλείους ἐπιφανείας ἢ μίαν. τί οὖν; φαίη ἄν τις, οὐκ ἔστι σῶμα καὶ ἡ σφαῖρα καὶ μέρη ἔχει καὶ δύναται διαιρεθῆναι εἰς τὰ μέρη;
「天は球状の形姿をもつことが必然である」から「そして[それらは]諸天球に連続している」まで。 天体の実体についての議論――第1巻において論証を締めくくった――の後に、提示された本巻において天にとって円運動が本性的なものであって強制的ではないことを示し、続いて場所的関係について探求して、その第一のものである右と左を運動の始原から見出し、これを出発点として残りのものを推論し、次いで反対運動の原因を見出した後、運動についての考察に続いて、〔運動〕がより明白であることから、天体の形姿についていよいよ探求し、それが球状であることを、明晰に、厳密に、整然と、複数の論証を通じて論証している。そして諸論証の第一のものは、「形姿において本性上第一のものは、物体において本性上第一のものに属する」と述べる公理に基づき、また物体において本性上第一のものは天体であるという[公理に基づき]進められる。そこでこれらを明らかなものとして受け取った上で、彼は次のように論証を結論づける。球の形姿は諸形姿の中で第一のものである。諸形姿の中で第一のものは第一の物体に、すなわち天体に属する。球の形姿が諸形姿の中で第一であることは、平面においても立体においてもどのようなものが第一であるかを形姿全般について規定した上で示す。そこで平面図形を直線図形と曲線図形とに区分した上で、本来の意味での曲線図形である円が、直線図形よりも単純であり、かつより完全であることを示す。そして円がより単純であることは、定義から示す。実際、円が一本の線によって囲まれた平面図形であるのに対し、直線図形の中で最も単純な三角形は三本の直線によって囲まれており、各々の類において一は多よりも単純であり、単純なものは(もし単純なものから複合的なものが成り立っているならば)常に複合的なものに先立つのであれば、円が平面図形の中で第一のものとなるであろう。さらにまた、円は平面図形の中で完全なものでもある。もし完全なものとはその外には自身の部分の何ひとつも取り得ないものであり、他方で(以前に規定されたように)固有の仕方で付け加えられうるものは完全ではなく、かつ直線には常に付け加えることが可能であるのに対し、円を取り囲む線には不可能であり、また直線図形は決して完全ではない直線たちによって囲まれているのに対し、円は常に完全な円周によって囲まれているのであれば〔そうである〕。円が平面図形の中で完全であることは明白である。そして完全なものはいたるところで、不完全なものよりも本性上先立っている。もし不完全なものが完全なものから完全性を分有するのであれば[そうである]。したがってこの点によっても、円は直線図形に先立つ。そして実体においてのみならず、時間においても完全なものは不完全なものに先立つ。実際、両者が同一のものについて取られるとき――生成のうちにあるものにおけるように――には、時間において不完全なものが完全なものに先立つ。なぜなら時間において種子は胎児に先立ち、胎児は乳児に先立つからである。しかし時間において種子に先行するのは種子をまく者であり、また生成するものの各々について、その生成された原因と永遠なる原因が、不完全なものに対する完全なものとして[時間において先行する]。そして平面において円が単純かつ完全であるのと同様に、立体においても球がそうであり、同じ理由による。実際、立体において球もまた単一の面によって囲まれているのに対し、直線的立体図形は複数の面によって囲まれており、球を取り囲む面だけが固有の付加を受け入れないものとして完全であるからである。したがって、平面における円のように、立体において球もまたそうである。それゆえ球は実体において立体図形の中で第一のものであり、当然にも実体において第一の物体に適合した。立体図形の中で球だけが単純であり、自然学者たちも球についてそのような概念を抱いていたことは、面から物体を生成させ、物体を面へと分割する者たちが明らかにしている。実際、彼らは面を物体の構成要素かつ原理と呼びながらも、立体の中で球だけは単一の面より多くの面をもたないものとして分割しないからである。「では何か」と人は言うかもしれない。「球もまた物体であり、諸部分をもち、それらの部分へと分割されうるのではないか」。
- 2.14ἐναργεστέρας οὔσης
直前の τῆς κινήσεως(運動)を受ける女性単数属格の理由を表す分詞構文(独立属格)であり、「〔運動〕がより明白であることから」を意味する。後続の περὶ τοῦ σχήματος ... τοῦ οὐρανίου は ζητεῖ に係る。
- 2.14τό τε γενητὸν καὶ τὸ ἀίδιον αὐτοῦ αἴτιον τέλεια ἀτελοῦς
動詞 προηγεῖται(時間において先行する)が省略されており、主語は τό τε γενητὸν καὶ τὸ ἀίδιον αὐτοῦ αἴτιον(その生成された原因と永遠なる原因)、τέλεια は主語に対する同格ないし述語的修飾(完全なものとして)、ἀτελοῦς は προηγεῖται に要求される比較ないし支配の属格である。
