← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§308.23-310.4

非循環的な世界消滅説の検討と無からの創造の批判

シンプリキオスは、世界が一度生成した後に完全に消滅して二度と元に戻らないとする第三の説(単一世界論では不可能だが無限世界論なら可能)に関するアリストテレスの議論を注釈し、アレクサンドロスの難解句解釈を紹介したうえで、無からの創造を説く同時代のキリスト教徒の立場を批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.106#1

" Τὸ δὲ ὅλως γενόμενον φθαρῆναι ἕως τοῦ ἔσται καὶ περὶ τούτου δῆλον." Ἐπὶ τὴν τρίτην μέτεισι δόξαν τῶν γενητὸν τιθεμένων τὸν κόσμον τὴν λέγουσαν φθείρεσθαι μὲν αὐτὸν γενόμενον, οὐ μὴν οὕτως ὡς πάλιν ἀνακάμπτειν, ἀλλ’ ὡς ἕκαστον τῶν φθαρτῶν λέγομεν φθείρεσθαι, οἷον τὸν Σωκράτην· οὐδὲ γὰρ Σωκράτης φθαρεὶς πάλιν Σωκράτης γίνεται. τὸ δὲ οὕτως ἔχειν, φησίν, ἑνὸς μὲν τοῦ κόσμου τιθεμένου ἀδύνατόν ἐστιν, ἀπείρων δὲ προχωρεῖ. καὶ τὴν αἰτίαν γοργῶς ἐπάγει τοῦ ἀδύνατον ἐφ’ ἑνὸς οὕτως ἔχειν τοιαύτην τινὰ οὖσαν· ἡ γὰρ ὕλη, φησί, καὶ ὅλως ἡ σύστασις καὶ ἡ φύσις, ἐξ ἧς ἐγένετο ὁ κόσμος, καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι ἦν εἰς τοῦτον μεταβάλλειν δυναμένη, καὶ ἐξ αὐτῆς οὕτως ἐχούσης ὁ κόσμος ἐγένετο· δύναμιν γὰρ εἶχε τοῦ μεταβάλλειν εἰς κόσμον· ὥστε καὶ ὅταν φθαρῇ ὁ κόσμος, μεταβάλλει πάλιν εἰς τὴν τοιαύτην σύστασιν, ἐξ ἧς ἐγένετο, δύναμιν ἔχουσαν τοῦ κόσμον ἐξ αὐτῆς γενέσθαι· τοιαύτη γὰρ ἦν καὶ πρότερον· εἰ δὲ τοῦτο, κἂν γένοιτο πάλιν κόσμος ἐξ αὐτῆς ὥσπερ καὶ πρόσθεν· τὸ γὰρ ἔχον δύναμιν τοῦ γενέσθαι τι ἐν τῷ ἀπείρῳ χρόνῳ κἂν γένοιτο. τὸ δὲ ἣν μὴ γενομένην οὐχ οἷόν τε εἶναί φαμεν μεταβάλλειν1 ἀσαφὲς ὄντως ὂν διαφόρως ἐξηγεῖται ὁ Ἀλέξανδρος τὴν χωρὶς γενέσεως σύστασιν, ἥτις καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι ἦν περὶ τὸ ἐξ οὗ ὁ κόσμος ἐγένετο, ὃ οὐχ οἷόν τε ἦν εἰς τὸν κόσμον μεταβάλλειν ἄνευ γενέσεως, ἵνα ἐξ αὐτῆς ὁ κόσμος γένηται· εἰ δὲ διὰ γενέσεως, δῆλον, ὡς εἶχε δύναμιν ἐκείνη ἡ σύστασις πρὸ τοῦ τὸν κόσμον γενέσθαι ὥστε κόσμον γενέσθαι· πᾶσα γὰρ γένεσις ἀπὸ δυνάμεως· ᾧ ἕπεται, καὶ ὅταν φθαρῇ ὁ κόσμος καὶ μεταβάλῃ πάλιν εἰς τὴν τοιαύτην σύστασιν, μετὰ δυνάμεως πάλιν εἶναι ταύτην τοῦ ἐξ αὐτῆς κόσμον γενέσθαι. “δυνατόν, φησί, μᾶλλον τοιοῦτον εἶναι τὸ ἣν μὴ γενομένην· εἰ ἦν ἀγένητος καὶ ἀΐδιος ἡ πρὸ τοῦ γενέσθαι τὸν κόσμον σύστασις, ἀδύνατος ἂν ἦν καὶ μεταβάλλειν· τοῦτο γὰρ αὐτῷ κεῖται· οὕτως δὲ οὐδὲ ὁ κόσμος ἂν ἐγεγόνει· ἐπεὶ δὲ γέγονεν, οὐδὲ ἡ πρὸ τοῦ γενέσθαι σύστασις ἀγένητος ἦν καὶ ἀΐδιος. δύναται ἄρα εἰς ἐκείνην καὶ ἐξ ἐκείνης τὰ ὑποκείμενα αὐτῇ μεταβάλλειν, ὥστε καὶ πάλιν ἐξ αὐτῆς γενέσθαι· ὁπότερον γὰρ ἂν αὐτῶν δειχθῇ γεγονός, ἄν τε ὁ κόσμος ἄν τε τὸ ἐξ οὗ ὁ κόσμος, δέδεικται ἀνακάμπτοντα.” καὶ καλῶς, οἶμαι, οὕτως ἐπέβαλεν· εἰ γὰρ ἀπὸ χρόνου γενητὸς ὁ κόσμος, πρὶν γενέσθαι αὐτὸν ἀϊδίως προϋπῆρχεν ἡ πρὸ αὐτοῦ σύστασις, ἥντινα μὴ γενομένην, ἀλλ’ ἀϊδίως οὖσαν, διὰ τὸ ὁμοίως ἀεὶ ἔχειν οὐ φαμὲν μεταβάλλειν εἰς τὸν κόσμον· δέδεικται γὰρ τοῦτο, ὅτι τὰ ἐν ἀϊδίῳ καὶ ἀπείρῳ τῷ πρόσθεν χρόνῳ μὴ μεταβάλλοντα οὐκ ἂν ἔτι μεταβάλλοι. Ταῦτα δὲ λέγει ὁ Ἀριστοτέλης ὁμολογούμενον λαβὼν τὸ πᾶν τὸ ἐν μέρει χρόνου γινόμενον· τοῦτο δέ ἐστι κατ’ αὐτὸν τὸ γινόμενον· ἐκ μεταβολῆς γίνεσθαί τινος,2 διότι οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεται. διὸ πολλάκις εἶπον, ὅτι ἀδύνατον εἰπεῖν αἰτίαν, δι’ ἣν τότε γέγονεν, ἀλλὰ μὴ πρότερον ἢ ὕστερον. οἱ δὲ καθ’ ἡμᾶς σοφοὶ ἀπ’ ἀρχῆς χρόνου γεγονέναι τὸν κόσμον λέγοντες οὔτε προϋπάρχειν τινὰ σύστασιν νομίζουσιν, ἐξ ἧς ἂν ὁ κόσμος ἐγένετο, οὔτε κατὰ μεταβολὴν ὅλως γεγονέναι, ἀλλ’ ἐκ τοῦ μὴ ὄντος ὑποστῆναι μὴ δυνάμενοι λέγειν, δι’ ἣν αἰτίαν τότε, ἀλλὰ μὴ πρότερον ἢ ὕστερον ὑπέστη. δείξας οὖν ὁ Ἀριστοτέλης, ὅτι ἀδύνατον ἕνα ὄντα γενόμενον φθαρῆναι καὶ μηκέτι ἀνακάμπτειν, ἐπάγει, ὅτι ἀπείρων ὄντων ἐνδέχεται μᾶλλον τοῦτο.

「しかし端的に生成して消滅することは……[から]……これについても明らかになるであろう[まで]。」 彼は世界を生成的と措定する人々の第三の説へと移行する。それは、[世界は]生成したのちに滅びるが、再び元に戻ることは決してなく、消滅可能なものの個々が滅びるとわれわれが言うように、たとえばソクラテスのように[滅びる]と主張する[説である]。なぜならソクラテスも滅びてから再びソクラテスになることはないからである。しかし、彼が言うには、このようにあることは世界が一つと措定される場合には不可能であるが、無限である[と措定される]場合には成り立つ。そして彼は、[世界が]一つの場合にこのようにあることが不可能である原因を手短に付け加えているが、それは次のようなものである。すなわち、彼が言うには、世界が生じた質料、要するに組織と本性は、世界が生じる以前にもこの[世界]へと変化しうるものであったし、これ[組織]がそのような状態にあることから世界が生じたのである。なぜならそれは世界へと変化する能力を持っていたからである。したがって世界が滅びるときにも、それがそこから生じたような組織へと再び変化し、その組織はそこから世界が生じる能力を持つことになる。それ[組織]は以前にもそうであったからである。もしそうであるなら、以前と同様にそこから再び世界が生じうるであろう。なぜなら、無限の時間において何らかのものへと生成する能力を持つものは、実際に生成しうるからである。ところで、「生成したものでないとすれば変化することは不可能であるとわれわれが言う[組織]」[という句]は実に不明瞭であるが、アレクサンドロスは、世界が生じる以前にも世界がそこから生じたところのものを取り巻いていた生成なき組織を、そこから世界が生じるように生成なしに世界へと変化することは不可能であった組織として異なった仕方で解釈している。もし生成を通じて[変化する]のであれば、あの組織は世界が生じる以前に世界が生じるような能力を持っていたことは明らかである。なぜならあらゆる生成は能力から生じるからである。これに帰結することは、世界が滅びて再びそのような組織へと変化するときにも、この組織がそこから世界が生じる能力を再び伴って存在するということである。「『生成したものでないとすれば』というのは、むしろ次のような意味である可能性がある」と彼[アレクサンドロス]は言う。「もし世界が生じる以前の組織が不生で永遠であったなら、変化することも不可能であったであろう。なぜならこのことは彼[アリストテレス]によって前提とされているからである。そしてこのようであれば世界も生じなかったであろう。しかし[世界は]生じたのであるから、生じる以前の組織も不生で永遠であったのではない。したがって、その基底にあるものはその[組織]へと、またその[組織]から変化することができ、それゆえ再びそこから[世界が]生成することができるのである。なぜなら、それらのいずれが生成したと示されようとも、世界であれ、世界がそこから[生じた]ものであれ、循環することが示されているからである」。そして、私の思うに、彼はこのようにうまく理解したのである。なぜなら、もし世界がある時間から生成したものであるならば、それが生じる以前にその前の組織が永遠に先立って存在していたのであり、生成したものではなく永遠に存在するこの[組織]は、常に同様の状態にあるがゆえに、世界へと変化するとはわれわれは言わないからである。なぜなら、以前の永遠で無限の時間において変化しなかったものはもはや変化しないであろう、ということは示されているからである。アリストテレスがこれらのことを語るのは、時間の一部において生成するすべてのものは—そして彼によれば、生成するものとはこれのことである—ある変化から生成する、ということを自明の前提として受け取っているからである。いかなるものも非存在から生成することはないからである。それゆえ私は、なぜその時に生じたのであってそれ以前でもそれ以後でもないのかという原因を語ることは不可能である、としばしば述べたのである。しかしわれわれの時代の賢者たちは、世界は時間の始まりから生じたと主張しながら、そこから世界が生じたような何らかの組織が先立って存在したとも思わず、全く変化にしたがって生じたとも思わずに、なぜその時であってそれ以前やそれ以後に存立しなかったのかという原因を語ることができないまま、非存在から存立した[と考えている]。そこでアリストテレスは、[世界が]単一である場合に生成して消滅し、もはや元に戻らないことは不可能であることを示したのち、[世界が]無限にある場合にこそこれがむしろ成立する、と付け加えている。

構文注2 件
  1. 1.106τὸ δὲ ἣν μὴ γενομένην οὐχ οἷόν τε εἶναί φαμεν μεταβάλλειν

    アリストテレス『天体論』280a29-30の句の引用に基づく難解箇所の読解。ἣν は先行する「組織(σύστασις)」を受ける関係代名詞対格であり、μὴ γενομένην は仮定条件を表す分詞(「もし生成したものでないならば」)として μεταβάλλειν(変化すること)の意味上の主語にかかる。

  2. 1.106ὁμολογούμενον λαβὼν τὸ πᾶν τὸ ἐν μέρει χρόνου γινόμενον ... ἐκ μεταβολῆς γίνεσθαί τινος

    構文の骨格は λαβών(前提として受け取って)+ 対格不定詞構文。主語対格は πᾶν τὸ ἐν μέρει χρόνου γινόμενον(時間の部分において生成するすべてのもの)、不定詞は γίνεσθαι(生成する)、そして ὁμολογούμενον は述語的対格(「公認された前提として」)。途中の τοῦτο δέ ἐστι κατ’ αὐτὸν τὸ γινόμενον は挿入文である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:308.23-310.4