← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§307.12-308.22

宇宙の交替的生成消滅説に対する状態変化としての批判

アリストテレスが『天体論』280a11において、世界が交互に生成・消滅を繰り返すとする説(エンペドクレスら)を批判し、それが実質的には世界の消滅ではなく永遠な基底物体の状態変化(変質)にすぎないと論じた箇所を、シンプリキオスが敷衍して説明している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.105

" Τὸ δὲ ἐναλλὰξ συνιστάναι καὶ διαλύειν ἕως τοῦ ἀλλ’ αἱ διαθέσεις αὐτοῦ." Μετὰ τὸ ἀντειπεῖν τοῖς γενητὸν μὲν ἄφθαρτον δὲ λέγουσι τὸν κόσμον μεταβέβηκεν ἐπὶ τοὺς γενητὸν μὲν καὶ αὐτούς, φθειρόμενον δὲ καὶ πάλιν γινόμενον ἐναλλὰξ λέγοντας καὶ τοῦτο διηνεκῶς, ὡς Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος ἐδόκουν λέγειν καὶ ὕστερον τῶν Στωικῶν τινες. τοὺς δὴ τοιούτους φησὶν Ἀριστοτέλης καὶ αὐτοὺς μὴ λέγειν φθαρτὸν τὸν κόσμον, ἀλλ’ ἀίδιον μὲν φυλάττειν, ἀλλοίωσιν δὲ αὐτῷ προστιθέναι μόνην τὴν μορφὴν μεταβάλλοντας.1 εἰ γάρ ἐστι κόσμος ἡ πᾶσα ὕλη εἰδοπεποιημένη τε καὶ τεταγμένη, καὶ τότε δέ, ὅτε λέγουσιν αὐτὸν ἐφθάρθαι, εἶδος ἔχει, ἀλλὰ τελειότερον, εἰ τύχοι, ἢ ἀτελέστερον, ὁ φθορὰν ταύτην τοῦ κόσμου λέγων τοιοῦτόν τι λέγει, ὥσπερ εἴ τις ἐκ παιδὸς ἄνδρα γινόμενον καὶ ἐξ ἀνδρὸς παῖδα ὁτὲ μὲν φθείρεσθαι, ὁτὲ δὲ εἶναι οἴοιτο· οὕτως γὰρ ἐν ταῖς μεταβολαῖς καὶ ὁ κόσμος μένει κόσμος ὤν. οὐ γὰρ ἐν τῷ τήνδε τινὰ τὴν μορφὴν ἀφωρισμένως ἔχειν ἐστὶ κόσμος, ἐπεὶ οὕτω γε καὶ αἱ τῶν στοιχείων εἰς ἄλληλα μεταβολαὶ καὶ ὑπαλλαγαὶ καὶ αἱ τῶν ὡρῶν διαδοχαὶ φθοραὶ ἂν εἶεν τοῦ κόσμου· ἀλλ’ ὥσπερ, εἰ ἐκ τῆς Σωκράτους φθορᾶς Πλάτων ἐγίνετο καὶ ἐκ Πλάτωνος πάλιν Σωκράτης, οὐκ ἄν τις ἀνθρώπου ταύτην ἔλεγε γένεσιν καὶ φθορὰν ὡς ἀνθρώπου, ἀλλ’ εἰς μορφὰς ἀλλοιοτέρας μεταβολήν, καὶ μάλιστα τῶν στοιχείων, ἐξ ὧν ἄμφω συνεστήκασι, τῶν αὐτῶν μενόντων, οὕτως καί, εἰ ἐκ τούτου τοῦ κόσμου γίνοιτο κόσμος ἄλλος ὁ καλούμενος σφαῖρος ἤ, ὡς οἱ νῦν λέγουσιν, ὁ καινός, καὶ ἐξ ἐκείνου πάλιν οὗτος, ἀλλοίωσις ἂν εἴη κόσμου καὶ οὐ γένεσις ἢ φθορά. κἂν γὰρ ἡ Φιλία συνάγουσα τὰ στοιχεῖα τούτου τοῦ κόσμου λυομένου τὸν σφαῖρον ποιῇ, κοσμοποιὸς πάλιν ἐστὶ καὶ ἐκείνη τῶν στοιχείων ἡ συγκριτικὴ τάξις καὶ οὐχ ἡ τυχοῦσα, ὥσπερ καὶ ἡ ὑπὸ τοῦ Νείκους γινομένη διακριτικὴ τάξις οὐχ ἡ τυχοῦσά ἐστιν, ἀλλὰ κοσμοποιὸς καὶ ἀεὶ τῷ εἴδει ἡ αὐτή. μόνως δὲ ἂν ἐφθάρθαι ἐλέγετο ὁ κόσμος, εἰ εἰς ἄτακτα καὶ ἄλλοτε ἄλλως ἔχοντα ἡ μεταβολὴ αὐτῶν ἐγίνετο· εἰ δὲ καὶ κόσμος ἑκάτερος καὶ ἀεὶ τὸ αὐτὸ εἶδος ἔχων ἑκάτερος· ποιεῖ γάρ τι καὶ τοῦτο τὰς τοῦ κόσμου διαφορὰς ἀεὶ τὰς αὐτὰς μένειν· πῶς ἂν εἴη τοῦτο κόσμου φθορά; μάλιστα δέ φησιν ἀκολουθεῖν τὸ ἑκάτερον τῶν κόσμων ἀεὶ τὸ αὐτὸ εἶδος ἔχειν Ἐμπεδοκλεῖ τῷ τὰ αὐτὰ αἴτια ὡρισμένα, εἴπερ ἐναντία, τῆς τε γενέσεως καὶ τῆς φθορᾶς λέγοντι2 τὸ Νεῖκος καὶ τὴν Φιλίαν. εἰ γὰρ ἀεὶ τὰ αὐτὰ αἴτια καὶ ἡ ὕλη ἡ αὐτή, τὰ τέσσαρα στοιχεῖα ἄφθαρτα ὄντα, καὶ τὴν ὑφ’ ἑκατέρου γινομένην τάξιν ἀφωρισμένην ἀνάγκη εἶναι καὶ ἀεὶ τὴν αὐτὴν καὶ οὐκ ἄλλοτε ἄλλην· ὥστε, εἰ κόσμος ἐστὶν ἡ τοῦ συνεχοῦς σώματος τοῦ ὑποκειμένου σύστασις καὶ διακόσμησις, οὐχ ἡ τοιάδε, ἀλλ’ ἁπλῶς, δῆλον, ὅτι, τὸ ὅλον συνεχὲς σῶμα κἂν ὁτὲ μὲν οὕτως, ὁτὲ δὲ ἐκείνως διατίθεται καὶ διακεκόσμηται, οὐκ ἂν ὁ κόσμος γίνοιτο καὶ φθείροιτο, ἀλλ’ αἱ διαθέσεις αὐτοῦ.3

「交互に組み立て、解体することは……[から]……むしろその状態である[まで]。」 世界が生成的でありながら不滅であると主張する人々に対して反論したのち、彼ら自身もまた[世界を]生成的であるとしながらも、交互に消滅し再び生成し、しかもこれを絶え間なく[繰り返す]と主張する人々へと[アリストテレスは]移行した。エンペドクレスやヘラクレイトス、そしてのちのストア派の何人かが主張していると思われたようにである。まさにそのような者たちについて、アリストテレスは彼ら自身も世界を消滅可能であると語っているのではなく、むしろ[世界を]永遠なものとして保ちつつ、形態を変化させることによってこれに変化のみを付与しているのだ、と言う。なぜなら、もし世界とは形相を与えられ秩序づけられた全質料であり、そして彼らがそれが滅びたと語るそのときにも[世界は]形相を持っている—ただし場合によって、より完全な形相であるか、あるいはより不完全な形相であるかであるが—とするなら、これを世界の消滅と語る者は次のようなことを語っているのである。あたかも誰かが、子供から大人になり、大人から子供になる者が、ある時は滅び、ある時は存在すると考えるかのような[ことである]。なぜなら、このように変化のうちにあっても世界は世界であり続けるからである。世界であることは、限定されたこの特定の形態を持つことのうちにあるのではない。もしそうであれば、元素相互の変化や交代、季節の継起も世界の消滅ということになってしまうからである。そうではなく、あたかもソクラテスの消滅からプラトンが生じ、プラトンから再びソクラテスが生じるとしても、誰もこれを人間としての人間の生成や消滅とは言わず、より異なった形態への変化と言うであろうし、とりわけ両者がそこから成り立っている元素が同一のままであるならばそうであるように、そのように、この世界から球体と呼ばれる別の世界、あるいは今日の人々が言うように「新しい世界」が生じ、そしてそれから再びこの世界が生じるとしても、それは世界の変化であって、生成や消滅ではないであろう。なぜなら、たとえ愛が元素を結合して、この世界が解体されるときに球体を形成するとしても、元素のあの結合的秩序もまた世界形成的なものであって、偶然的なものではなく、争いによって生じる分離的秩序も、偶然的なものではなく、世界形成的であり、形相において常に同一であるのと同様であるからだ。世界が滅びたと言われうるのは、それらの変化が無秩序で時によって異なる状態にあるものへと生じる場合だけであろう。だが、もし両者のいずれもが世界であり、両者のいずれもが常に同一の形相を持つならば—実際このことも、世界の諸差異が常に同一のままであるように何らかの寄与をしているのであるが—これがどうして世界の消滅でありえようか。世界のそれぞれが常に同一の形相を持つということは、とりわけエンペドクレスに帰結する、と彼は言う。なぜなら彼[エンペドクレス]は、生成と消滅の原因として、限定された、対立しているとはいえ同一の諸原因、すなわち争いと愛を語っているからである。というのも、もし常に同一の原因があり、質料(すなわち不滅である四元素)も同一であるならば、それぞれの[原因]によって生じる秩序もまた限定され、常に同一であって、時によって異なるということはないのが必然であるからである。したがって、もし世界とは基底にある連続的な物体の組織化であり秩序づけであって、このような[特定の]秩序づけではなく端的なそれであるとするならば、全連続的物体が、ある時はこのように、ある時はあのように状態づけられ秩序づけられているとしても、生成し消滅するのは世界ではなく、世界の諸状態であることは明らかである。

構文注3 件
  1. 1.105ἀλλ’ ἀίδιον μὲν φυλάττειν, ἀλλοίωσιν δὲ αὐτῷ προστιθέναι μόνην τὴν μορφὴν μεταβάλλοντας.

    分詞 μεταβάλλοντας は、不定詞の意味上の主語である対格(τοὺς δὴ τοιούτους)と一致する分詞であり、手段を表す(「形態を変化させることによって」)。ἀλλ’ ἀίδιον μὲν φυλάττειν の目的語には前文の τὸν κόσμον が了解されている。

  2. 1.105μάλιστα δέ φησιν ἀκολουθεῖν τὸ ἑκάτερον τῶν κόσμων ἀεὶ τὸ αὐτὸ εἶδος ἔχειν Ἐμπεδοκλεῖ τῷ τὰ αὐτὰ αἴτια ὡρισμένα, εἴπερ ἐναντία, τῆς τε γενέσεως καὶ τῆς φθορᾶς λέγοντι

    構文の骨格は φησὶν(アリストテレスが言う)+対格不定詞構文 ἀκολουθεῖν。ἀκολουθεῖν の意味上の主語は冠詞付き不定詞句 τὸ ἑκάτερον τῶν κόσμων ἀεὶ τὸ αὐτὸ εἶδος ἔχειν(世界のそれぞれが常に同一の形相を持つこと)であり、これに与格 Ἐμπεδοκλεῖ(修飾分詞句 τῷ ... λέγοντι を伴う)が係り、「…ということがとりわけエンペドクレスに帰結する」という論理的帰結関係を表す。

  3. 1.105ὥστε, εἰ κόσμος ἐστὶν ἡ τοῦ συνεχοῦς σώματος τοῦ ὑποκειμένου σύστασις καὶ διακόσμησις, οὐχ ἡ τοιάδε, ἀλλ’ ἁπλῶς, δῆλον, ὅτι, τὸ ὅλον συνεχὲς σῶμα κἂν ὁτὲ μὲν οὕτως, ὁτὲ δὲ ἐκείνως διατίθεται καὶ διακεκόσμηται, οὐκ ἂν ὁ κόσμος γίνοιτο καὶ φθείροιτο, ἀλλ’ αἱ διαθέσεις αὐτοῦ.

    文全体の骨格は、ὥστε(帰結)のあとに条件節 εἰ κόσμος ἐστὶν ...(もし世界が…であるならば)が先行し、主節 δῆλον [ἐστίν], ὅτι ...(…であることは明らかである)が続く。ὅτι 節の内部では、主語 τὸ ὅλον συνεχὲς σῶμα を前置した譲歩節 κἂν ... διατίθεται καὶ διακεκόσμηται(たとえ…のように状態づけられるとしても)が先行し、帰結節として οὐκ ἂν ... γίνοιτο καὶ φθείροιτο, ἀλλ’ αἱ διαθέσεις αὐτοῦ(世界が生滅するのではなく、その状態が生滅するであろう)という潜在的な結論が導かれている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:307.12-308.22