← ダマスコスのイオアン

バルラームとヨアサフ

§7.47-7.49

人間の堕落と偶像崇拝およびアブラハムの信仰

バルラアムは、堕落した天使が悪霊となり蛇を用いてアダムとエバを罪に落とした経緯、大洪水、その後の人類の様々な偶像崇拝と誤謬への堕落、そして被造物の秩序から創造主を見出したアブラハムの信仰について語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.47

οἵτινες, κακοὶ γεγονότες τὴν προαίρεσιν,1 καί, ἀντὶ τοῦ ἀγαθοῦ τῇ ἀποστασίᾳ ἐξακολουθήσαντες τοῦ ἄρχοντος αὐτῶν, δαίμονες ὠνομάσθησαν, ὡς πλάνοι καὶ ἀπατεῶνες. Ἀρνησάμενος οὖν πάντη τὸ ἀγαθὸν ὁ διάβολος, καὶ πονηρὰν προσλαβόμενος φύσιν, φθόνον ἀνεδέξατο πρὸς τὸν ἄνθρωπον, ὁρῶν ἑαυτὸν μὲν ἐκ τηλικαύτης ἀπορριφθέντα δόξης, ἐκεῖνον δὲ πρὸς τοιαύτην τιμὴν ἀναγόμενον, καὶ ἐμηχανήσατο ἐκβαλεῖν αὐτὸν τῆς μακαρίας ἐκείνης διαγωγῆς. τὸν ὄφιν οὖν ἐργαστήριον τῆς ἰδίας πλάνης λαβόμενος, δι’ αὐτοῦ ὡμίλησε τῇ γυναικί, καί πείσας αὐτὴν φαγεῖν ἐκ τοῦ ἀπηγορευμένου ἐκείνου ξύλου ἐλπίδι θεώσεως, δι’ αὐτῆς ἠπάτησε καὶ τὸν Ἀδάμ, οὕτω τοῦ πρωτοπλάστου κληθέντος.2 καὶ φαγὼν ὁ πρῶτος ἄνθρωπος τοῦ φυτοῦ τῆς παρακοῆς ἐξόριστος γίνεται τοῦ παραδείσου τῆς τρυφῆς ὑπὸ τοῦ Δημιουργοῦ, καί, ἀντὶ τῆς μακαρίας ζωῆς ἐκείνης καὶ ἀνωλέθρου διαγωγῆς, εἰς τὴν ἀθλίαν ταύτην καὶ ταλαίπωρον ʽφεῦ μοἰ βιοτὴν ἐμπίπτει, καὶ θάνατον τὸ τελευταῖον καταδικάζεται. ἐντεῦθεν ἰσχὺν ὁ διάβολος λαβὼν καὶ τῇ νίκῃ ἐγκαυχώμενος, πληθυνθέντος τοῦ γένους τῶν ἀνθρώπων, πᾶσαν κακίας ὁδὸν αὐτοῖς ὑπέθετο. ὡς, ἐντεῦθεν διακόψαι τὴν πολλὴν τῆς ἁμαρτίας φορὰν βουλόμενος, ὁ Θεὸς κατακλυσμὸν ἐπήγαγε τῇ γῇ, ἀπολέσας πᾶσαν ψυχὴν ζῶσαν· ἕνα δὲ μόνον εὑρὼν δίκαιον ἐν τῇ γενεᾷ ἐκείνῃ, τοῦτον σὺν γυναικὶ καὶ τέκνοις ἐν κιβωτῷ τινι περισώσας, μονώτατον εἰς τὴν γῆν κατέστησεν. ἡνίκα δὲ ἤρξατο πάλιν εἰς πλῆθος τὸ τῶν ἀνθρώπων γένος χωρεῖν, ἐπελάθοντο τοῦ Θεοῦ καὶ εἰς χεῖρον ἀσεβείας προέκοψαν, διαφόροις δουλωθέντες ἁμαρτήμασι, καὶ δεινοῖς καταφθαρέντες ἀτοπήμασι, καὶ εἰς πολυσχιδῆ πλάνην διαμερισθέντες. Οἱ μὲν γὰρ αὐτομάτως φέρεσθαι τὸ πᾶν ἐνόμισαν, καὶ ἀπρονόητα ἐδογμάτισαν, ὡς μηδενὸς ἐφεστηκότος Δεσπότου· ἄλλοι εἱμαρμένην εἰσηγήσαντο, τῇ γενέσει τὸ πᾶν ἐπιτρέψαντες· ἄλλοι πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἐσεβάσθησαν, τοῦ ἔχειν αὐτοὺς τῶν ἰδίων παθῶν καὶ δεινῶν πράξεων συνηγόρους,3 ὧν καὶ μορφώματα τυπώσαντες ἀνεστήλωσαν ξόανα κωφὰ καὶ ἀναίσθητα εἴδωλα, καὶ συγκλείσαντες ἐν ναοῖς προσεκύνησαν, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα, οἱ μὲν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄστροις ἃ ἔθετο ὁ Θεὸς πρὸς τὸ φαῦσιν παρέχειν τῷ περιγείῳ τούτῳ κόσμῳ, ἄψυχά τε ὄντα καὶ ἀναίσθητα, τῇ προνοίᾳ τοῦ Δημιουργοῦ φωτιζόμενα καὶ διακρατούμενα, οὐ μὴν δὲ οἴκοθέν τι δυνάμενα·

彼らはその選択において悪となり、善に代えて自らの首領の反逆に追随したため、惑わす者や欺く者として悪霊と名づけられました。そこで悪魔は善をまったく拒み、邪悪な性質を身に帯びて、自らがこのような大いなる栄光から投げ落とされたのに対し、あの人間がこのような栄誉へと高められているのを見て、人間に対する嫉妬を抱き、あの祝福された生活から彼を追放しようと企みました。そこで蛇を自らの欺きの道具として用い、蛇を通して女に語りかけ、神となる希望を抱かせてあの禁じられた木から食べるよう彼女を説得し、彼女を通してアダム――最初の被造物はそのように呼ばれたのですが――をも欺いたのです。こうして最初の人間は不従順の木から食べたため、創造主によって歓喜の楽園から追放され、あの祝福された命と不滅の生活の代わりに、この惨めで悲惨な(ああ情けないことか)生へと陥り、ついには死の判決を下されたのです。ここから悪魔は力を得てその勝利を誇り、人類が増加するにつれて、彼らにあらゆる悪の道を教え込みました。そのため、ここから罪の激しい奔流を断ち切ろうと望まれた神は、地上に大洪水をもたらし、すべての生ける命を滅ぼされました。ただその世代にあって一人だけ義人を見出され、この者を妻と子らとともに一つの箱舟において救い、地上にただ一人残されたのです。しかし人類が再び群れをなして増え始めると、彼らは神を忘れ、様々な罪に隷属し、恐るべき背徳によって腐敗し、枝分かれした多様な迷謬へと分かたれて、よりひどい不敬虔へと進んでいきました。ある者たちは万物が偶然に動いていると考え、支配する主など誰も臨在していないかのように、摂理なきものと教条化しました。他の者たちは運命を導入し、すべてを出生〔の星回り〕に委ねました。また他の者たちは、自分たちの情欲や恐るべき行いの弁護者とするために、邪悪で情欲に満ちた多くの神々を崇拝し、それらの像を型取って耳の聞こえぬ木像や感覚なき偶像を建立し、神殿の中に閉じ込めて拝み、創造主を差し置いて被造物を礼拝しました。ある者たちは太陽や月、そして神がこの地上の世界に光を与えるために置かれた星々――それらは命も感覚もなく、創造主の摂理によって照らされ維持されているものであり、自ら何らの力をも持たないものであるのに――を拝みました。

§7.49

οἱ δὲ τῷ πυρὶ καὶ τοῖς ὕδασι καὶ τοῖς λοιποῖς στοιχείοις τῆς γῆς, ἀψύχοις καὶ ἀναισθήτοις οὖσι· καὶ οὐκ ᾐσχύνθησαν οἱ ἔμψυχοι καὶ λογικοὶ τὰ τοιαῦτα σέβεσθαι· ἄλλοι θηρίοις καὶ ἑρπετοῖς καὶ κτήνεσι τετραπόδοις τὸ σέβας ἀπένειμαν, κτηνωδεστέρους τῶν σεβομένων ἑαυτοὺς ἀποδεικνύντες· οἱ δὲ ἀνθρώπων τινῶν αἰσχρῶν καὶ εὐτελῶν μορφώματα ἀνετυπώσαντο, καὶ τούτους θεοὺς ἐκάλεσαν, καὶ τοὺς μὲν αὐτῶν ἄρρενας, τινὰς δὲ θηλείας ὠνόμασαν, οὓς ἐκεῖνοι αὐτοὶ ἐξέθεντο μοιχοὺς εἶναι καὶ φονεῖς, ὀργίλους καὶ ζηλωτὰς καὶ θυμαντικούς, πατροκτόνους καὶ ἀδελφοκτόνους, κλέπτας καὶ ἅρπαγας, χωλοὺς καὶ κυλλούς, καὶ φαρμακούς, καὶ μαινομένους, καὶ τούτων τινὰς μὲν τετελευτηκότας, τινὰς δὲ κεκεραυνωμένους, καὶ κοπτομένους, καὶ θρηνουμένους καὶ δεδουλευκότας ἀνθρώποις, καὶ φυγάδας γενομένους, καὶ εἰς ζῷα μεταμορφουμένους ἐπὶ πονηραῖς καὶ αἰσχραῖς μίξεσιν· ὅθεν, λαμβάνοντες οἱ ἄνθρωποι ἀφορμὰς ἀπὸ τῶν θεῶν αὐτῶν, ἀδεῶς κατεμιαίνοντο πάσῃ ἀκαθαρσίᾳ. καὶ δεινὴ κατεῖχε σκότωσις τὸ γένος ἡμῶν ἐν ἐκείνοις τοῖς χρόνοις, καὶ οὐκ ἦν ὁ συνιών, οὐκ ἦν ὁ ἐκζητῶν τὸν Θεόν. Ἀβραὰμ δέ τις ἐν ἐκείνῃ τῇ γενεᾷ μόνος εὑρέθη τὰς αἰσθήσεις τῆς ψυχῆς ἐρρωμένας ἔχων,4 ὃς τῇ θεωρίᾳ τῶν κτισμάτων ἐπέγνω τὸν Δημιουργόν. Κατανοήσας γὰρ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, ἥλιον καὶ σελήνην καὶ τὰ λοιπά, ἐθαύμασε τὴν ἐναρμόνιον ταύτην διακόσμησιν· ἰδὼν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, οὐκ αὐτομάτως γεγενῆσθαι καὶ συντηρεῖσθαι ἐνόμισεν,

またある者たちは、火や水や地の他の元素――命も感覚もないものであるのに――を拝み、命と理性ある者たちがそのようなものを崇めることを恥じとしませんでした。他の者たちは野獣や這うものや四足の家畜に崇拝を捧げ、崇拝されるものたちよりも自分たちのほうが獣に近いことを露呈しました。またある者たちは、ある種の卑しく下劣な人間たちの像を刻んでこれらを神々と呼び、そのある者を男、ある者を女と名づけましたが、彼ら自身が伝えているところによれば、それらは姦通者であり殺人者であり、怒りっぽく嫉妬深く激昂しやすい者、父殺しや兄弟殺し、盗人や強奪者、足なえや不具者、呪術師や狂人であり、彼らのうちある者は死に、ある者は雷に打たれ、胸を打つ慟哭と哀悼を受け、人間に隷属し、逃走者となり、邪悪で恥ずべき情交のために動物に変身した者たちでした。ここから人々は自分たちの神々を口実とし、恐れげもなくあらゆる不潔によって汚れていったのです。そして恐るべき暗黒が当時の私たちの種族を覆い、悟る者もなく、神を尋ね求める者もいませんでした。しかしアブラハムというある人物が、その世代にあってただ一人、魂の感覚を健やかに保っているのが見出され、彼は被造物の観察を通じて創造主を悟りました。彼は天と地と海、太陽と月とその他のものを熟視して、この調和ある秩序に驚嘆し、世界とその中にあるすべてのものを見て、それらが偶然に生じ維持されているのではないと考えたのです。

構文注4 件
  1. 7.47κακοὶ γεγονότες τὴν προαίρεσιν

    τὴν προαίρεσιν は限定の対格(関係の対格)で、「自由意志・選択に関して」という意味。形容詞 κακοί(悪しき)に係る。

  2. 7.47τοῦ πρωτοπλάστου κληθέντος

    属格独立構文(genitive absolute)。冠詞付きの τοῦ πρωτοπλάστου が主語で、直前の οὕτω(先行する τὸν Ἀδάμ を指す)を述語とし、「最初の被造物がそのように(=アダムと)呼ばれたので」を意味する。

  3. 7.48τοῦ ἔχειν αὐτοὺς τῶν ἰδίων παθῶν καὶ δεινῶν πράξεων συνηγόρους

    目的を表す属格の冠詞付き不定詞(articular infinitive)。αὐτούς(それらの神々を)は不定詞 ἔχειν の目的語であり、συνηγόρους(弁護者として)は述語対格、属格 τῶν ἰδίων παθῶν... は συνηγόρους にかかる目的格的属格。

  4. 7.49τὰς αἰσθήσεις τῆς ψυχῆς ἐρρωμένας ἔχων

    分詞 ἔχων に目的語 τὰς αἰσθήσεις と述語的形容詞 ἐρρωμένας(完了受動分詞形、健康な・強健な)が続く構文で、「魂の諸感覚を健やかに保ちながら」という意味を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:7.47-7.49