- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:7.44-7.46
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
バルラアムはヨアサフに対し、主イエス・キリストと三位一体の唯一神の属性を明かし、天使、天地万物、神のかたちに似せて造られた人間の創造、そして楽園の掟と天使の長の堕落を説き明かす。
Αὖθις οὖν ἀναλαβὼν τὸν λόγον ὁ Βαρλαάμ, εἶπεν· Εἰ τὸν ἐμὸν βούλει Δεσπότην μαθεῖν, ὁ Κύριός ἐστιν Ἰησοῦς Χριστός, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι δοξαζόμενος. οὐκ εἰμὶ γὰρ ἐγὼ τῶν τοὺς πολλοὺς τούτους καὶ ἀτάκτους ἀναγορευόντων θεούς, καὶ τὰ ἄψυχα ταῦτα καὶ κωφὰ σεβομένων εἴδωλα·
そこで再び言葉を継いでバルラアムは言った。「もしあなたが私の主を知りたいとお望みなら、それは主イエス・キリスト、神の独り子、祝福された唯一の主権者、王たちの王、主たちの主であり、唯一不死を保ち、近づきがたい光の中に住まい、父および聖霊とともに讃えられる方です。なぜなら私は、秩序なきこれらの多くの者を神々と呼び、これら命なき耳の聞こえぬ偶像を崇める者たちの仲間ではないからです。
ἀλλ’ ἕνα Θεὸν γινώσκω καὶ ὁμολογῶ ἐν τρισὶν ὑποστάσεσι δοξαζόμενον, Πατρί, φημί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, ἐν μιᾷ δὲ φύσει καὶ οὐσίᾳ, ἐν μιᾷ δόξῃ καὶ βασιλείᾳ μὴ μεριζομένῃ. οὗτος οὖν ὁ ἐν τρισὶν ὑποστάσεσιν εἷς Θεός, ἄναρχός τε καὶ ἀτελεύτητος, αἰώνιός τε καὶ ἀΐδιος, ἄκτιστος, ἄτρεπτός τε καὶ ἀσώματος, ἀόρατος, ἀπερίγραπτος, ἀπερινόητος, ἀγαθὸς καὶ δίκαιος μόνος, ὁ τὰ πάντα ἐκ μὴ ὄντων ὑποστησάμενος,1 τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, πρῶτον μὲν δημιουργεῖ τὰς οὐρανίους δυνάμεις καὶ ἀοράτους, ἀναρίθμητά τινα πλήθη ἄϋλά τε καὶ ἀσώματα, λειτουργικὰ πνεύματα τῆς τοῦ Θεοῦ μεγαλειότητος· ἔπειτα τὸν ὁρώμενον κόσμον τοῦτον, οὐρανόν τε καὶ γῆν καὶ τὴν θάλασσαν, ὅνπερ καὶ φωτὶ φαιδρύνας κατεκόσμησεν, οὐρανὸν μὲν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄστροις, γῆν δὲ παντοίοις βλαστήμασι καὶ διαφόροις ζῴοις, τήν τε θάλασσαν πάλιν τῷ παμπληθεῖ τῶν νηκτῶν γένει. ταῦτα πάντα, αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. εἶτα δημιουργεῖ τὸν ἄνθρωπον χερσὶν ἰδίαις, χοῦν μὲν λαβὼν ἀπὸ τῆς γῆς εἰς διάπλασιν τοῦ σώματος, τὴν δὲ ψυχὴν λογικὴν καὶ νοερὰν διὰ τοῦ οἰκείου ἐμφυσήματος αὐτῷ δούς, ἥτις κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ δεδημιουργῆσθαι γέγραπται· κατ’ εἰκόνα μέν, διὰ τὸ νοερὸν καὶ αὐτεξούσιον, καθ’ ὁμοίωσιν δὲ διὰ τὴν τῆς ἀρετῆς κατὰ τὸ δυνατὸν ὁμοίωσιν.
むしろ私は、三つの位格、すなわち父と子と聖霊において、しかし一つの本性と実体において、分かたれぬ一つの栄光と王国において讃えられる、ただ一人の神を知り、告白します。この三つの位格における唯一の神は、始まりも終わりもなく、永遠かつ常住であり、造られたものではなく、不変にして非物質的であり、不可視、空間に限定されず、測り知れず、唯一善にして義であり、見えるものも見えぬものも万物を無から生ぜしめた方です。この神はまず天の不可視の諸力を、神の威光に仕える霊たちである、数知れぬ非物質的で肉体をもたぬ群れを創造されました。次いでこの見える世界、すなわち天と地と海を創造し、これらを光で輝かせて美しく飾られました。天は太陽と月と星々で、地はあらゆる種類の植物と様々な動物で、また海は無数の泳ぐ生き物の類で飾られたのです。これらすべては、彼が言われると生じ、彼が命じられると創造されたのです。その後、神は御自身の手で人を創造されました。肉体を形づくるために地から塵を取り、神自身の息吹を通じて彼に理性的で知的な魂を与えられたのです。その魂は神のかたちと似姿に従って創造されたと記されています。知性と自由意志のゆえに『かたちに従って』であり、可能な限りにおいて徳に似るゆえに『似姿に従って』であります。
τοῦτον τὸν ἄνθρωπον αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας, βασιλέα τῶν ἐπὶ γῆς κατέστησεν· ἐποίησε δὲ ἐξ αὐτοῦ τὸ θῆλυ, βοηθὸν αὐτῷ κατ’ αὐτόν. Καὶ φυτεύσας παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, εὐφροσύνης καὶ θυμηδίας πάσης πεπληρωμένον, ἔθετο ἐν αὐτῷ τὸν ἄνθρωπον ὃν ἔπλασε, πάντων μὲν τῶν ἐκεῖσε θείων φυτῶν κελεύσας ἀκωλύτως μετέχειν, ἑνὸς δὲ μόνου θέμενος ἐντολὴν ὅλως μὴ γεύσασθαι,2 ὅπερ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν κέκληται, οὕτως εἰπών. ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. εἷς δὲ τῶν εἰρημένων ἀγγελικῶν δυνάμεων,3 μιᾶς στρατιᾶς πρωτοστάτης, οὐδόλως ἐν ἑαυτῷ παρὰ τοῦ Δημιουργοῦ κακίας φυσικῆς ἐσχηκὼς ἴχνος ἀλλ’ ἐπ’ ἀγαθῷ γενόμενος, αὐτεξουσίῳ προαιρέσει ἐτράπη ἐκ τοῦ καλοῦ εἰς τὸ κακόν, καὶ ἐπήρθη τῇ ἀπονοίᾳ, ἀντᾶραι βουληθεὶς τῷ Δεσπότῃ καὶ Θεῷ. διὸ ἀπεβλήθη τῆς τάξεως αὐτοῦ καὶ τῆς ἀξίας, καί, ἀντὶ τῆς μακαρίας δόξης ἐκείνης καὶ ἀγγελικῆς ὀνομασίας, διάβολος ἐκλήθη καὶ Σατανᾶς προσωνόμασται. ἔρριψε γὰρ αὐτὸν ὁ Θεὸς ὡς ἀνάξιον τῆς ἄνωθεν δόξης· συναπεσπάσθη δὲ αὐτῷ καὶ συναπεβλήθη καὶ πλῆθος πολὺ τοῦ ὑπ’ αὐτὸν τάγματος τῶν ἀγγέλων,
神はこの人に自由意志と不死の尊厳を与え、地上のものたちの王と定められました。そして彼から女性を造り、彼に相応しい助け手とされました。そして東の方のエデンに、あらゆる喜びと楽しみに満ちた楽園を設け、御自分が形づくられた人をそこに置き、そこにあるすべての神の樹木を妨げなく味わうよう命じられました。ただ一つだけのものについて、決して口にしてはならないという戒めを定め、善と悪を知る木と呼ばれるその木について、『お前たちがそれから食べるその日に、お前たちは死によって死ぬであろう』とこのように言われました。しかし、言及された天使の諸力の一者であり、一つの軍勢の首領であった者は、自らのうちに造り主から自然の悪の痕跡など何一つ持っておらず、善のために生み出されたにもかかわらず、自らの自由な選択によって善から悪へと転じ、狂気によって傲慢になり、主であり神である方に立ち向かおうと望みました。それゆえ彼はその序列と尊厳から追放され、あの祝福された栄光と天使の名の代わりに、悪魔と呼ばれ、サタンと名づけられました。神は彼を天上の栄光にふさわしくない者として投げ落とされたからです。彼とともに、彼の配下にあった天使の軍勢のうちの多くの群れもまた引きずり下ろされ、ともに追放されたのです。
- 7.45ὁ τὰ πάντα ἐκ μὴ ὄντων ὑποστησάμενος
ἐκ μὴ ὄντων は「非在から」「無から」(ex nihilo)を意味する定型句。分詞 ὄντων に付く否定辞 μή は、客観的事実の否定(οὐ)ではなく、概念的・類別的な非存在を表す。
- 7.46ἑνὸς δὲ μόνου θέμενος ἐντολὴν ὅλως μὴ γεύσασθαι
ἑνὸς δὲ μόνου は ἐντολήν の前に置かれた前置(hyperbaton)であり、不定詞 γεύσασθαι(属格支配)の目的語であると同時に、名詞 ἐντολήν の修飾関係(「ただ一つのものに関する戒め」)を兼ねている。直後の関係代名詞 ὅπερ は性(中性)において ἑνὸς μόνου(または木 ξύλον)と一致している。
- 7.46εἷς δὲ τῶν εἰρημένων ἀγγελικῶν δυνάμεων
主語 εἷς(男性主格単数)と主動詞 ἐτράπη... ἐπήρθη の間に、分詞句 οὐδόλως... ἐσχηκὼς... ἀλλ’ ἐπ’ ἀγαθῷ γενόμενος が大きく挿入されている。文の核は「天使の諸力の一者が……悪へと転じ、傲慢になった」という骨格である。
