← ダマスコスのイオアン

バルラームとヨアサフ

§37.340-37.343

荒野での誘惑の克服とバルラームの探索

ヨサファトは荒野の炎熱と渇き、悪魔がもたらす執拗な雑念や猛獣の幻影による誘惑に遭うが、信仰と十字架の力で退け、実在する猛獣をも乗り越えてバアラアムの住まう地に辿り着く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§37.340

ἀνύδρου καὶ ξηρᾶς οὔσης τῆς ἐρήμου ἐκείνης. ἤδη τοίνυν περὶ τὰς μεσημβρίας, τοῦ ἡλίου σφοδρὸν φλέγοντος, τῆς ὁδοιπορίας ἐχόμενος,1 σφοδρότερον αὐτὸς ἐφλέγετο ἐν δίψει καύματος ἐν ἀνύδρῳ, καὶ τὴν ἐσχάτην ἐταλαιπωρεῖτο ταλαιπωρίαν· ἀλλ’ ἐνίκα ὁ πόθος τὴν φύσιν, καὶ ἡ δίψα, ἣν πρὸς τὸν Θεὸν ἐδίψα, τὴν φλόγα ἐδρόσιζε τῆς τοῦ ὕδατος δίψης. Ὁ δὲ μισόκαλος καὶ φθονερὸς διάβολος, μὴ ὑποφέρων ἐν αὐτῷ τὴν τοιαύτην ὁρᾶν πρόθεσιν καὶ οὕτω θερμοτάτην πρὸς τὸν Θεὸν ἀγάπην, πολλοὺς αὐτῷ κατὰ τὴν ἔρημον ἐξήγειρε πειρασμούς, ὑποβάλλων αὐτῷ μνήμην τῆς βασιλικῆς αὐτοῦ δόξης καὶ τῆς παρισταμένης αὐτῷ λαμπροτάτης δορυφορίας, φίλων τε καὶ συγγενῶν καὶ ὁμηλίκων, καὶ ὡς αἱ πάντων ψυχαὶ τῆς αὐτοῦ ἐξήρτηντο ψυχῆς, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου· εἶτα τὸ τραχὺ τῆς ἀρετῆς προεβάλλετο καὶ τοὺς πολλοὺς αὐτῆς ἱδρῶτας, τοῦ σώματός τε τὴν ἀσθένειαν καὶ τὸ ἀσύνηθες αὐτοῦ ἐν τῇ τοιαύτῃ ταλαιπωρίᾳ, καὶ τοῦ χρόνου τὸ μῆκος, τὴν ἐν χερσίν τε ἀνάγκην τῆς δίψης,2 καὶ τὸ μηδαμόθεν ἐκδέχεσθαι παράκλησιν ἢ τέλος τοῦ τοσούτου κόπου· καὶ ὅλως πολὺν αὐτῷ ἤγειρε κονιορτὸν τῶν λογισμῶν ἐν τῇ διανοίᾳ, καθά που καὶ περὶ τοῦ μεγάλου γέγραπται Ἀντωνίου.

かの荒野が水もなく干からびていたからである。やがて真昼の頃、太陽が激しく照りつけるなか、旅路を歩み続けつつ、彼は水なき地において炎熱の渇きに自らいっそう激しく燃え上がり、極度の辛苦に苦しんだ。しかし慕情が自然(肉体)に打ち勝ち、神に対して彼が抱いていた渇きが、水への渇きの炎を潤したのである。だが善を憎み嫉む悪魔は、彼のうちにそのような決意と神へのこれほど熱烈な愛を見ることに耐えられず、荒野において多くの誘惑を彼に対して引き起こした。すなわち、彼の王たる栄光と、彼に侍る輝かしい護衛兵たち、友人や親族、同輩たちの記憶を吹き込み、またいかに万人の魂が彼の魂に懸かっていたか、さらに生のその他の安楽を吹き込んだ。次いで徳の険しさとそれに伴う多くの汗、肉体の脆弱さとこのような辛苦に対する不慣れ、そして時間の長さ、目の前にある渇きの苦難、そしていかなる場所からも慰めもこれほどの労苦の終わりも期待できないことを突きつけた。そして要するに、どこかで大アントニオスについても記されているのと同様に、彼の思考の内に思い惑いの夥しい砂塵を巻き上げたのである。

§37.341

Ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν ἐκείνου πρόθεσιν ʽτὸν Χριστὸν γὰρ αὐτὸς ἐνθυμούμενος καὶ τῷ ἐκείνου πόθῳ φλεγόμενος, ῥωννύμενός τε καλῶς τῇ ἐλπίδι καὶ τῇ πίστει στηριζόμενος, εἰς οὐδὲν τὰς ἐκείνου ὑπερβολὰς ἐλογίζετὀ, κατῃσχύνθη ὁ πολέμιος ἐκ πρώτης, ὃ λέγεται, προσβολῆς πεσών. ἑτέραν οὖν ἔρχεται ὁδόν ʽπολλαὶ γὰρ αὐτῷ αἱ τῆς κακίας τρίβοἰ, καὶ φαντάσμασι ποικίλοις ἀνατρέπειν αὐτὸν ἐπειρᾶτο καὶ εἰς δειλίαν ἐμβαλεῖν, ποτὲ μὲν μέλας αὐτῷ φαινόμενος, οἷός ἐστι· ποτὲ δέ, ῥομφαίαν ἐσπασμένην κατέχων, ἐπεπήδα αὐτῷ, καὶ πατάξαι ἠπείλει, εἰ μὴ θᾶττον εἰς τὰ ὀπίσω στραφῇ· ἄλλοτε θηρίων ὑπήρχετο παντοδαπῶν μορφάς, βρυχῶν κατ’ αὐτοῦ καὶ δεινότατον ἀποτελῶν μυκηθμὸν καὶ ψόφον· εἶτα καὶ εἰς δράκοντα μετεμορφοῦτο καὶ ἀσπίδα καὶ βασιλίσκον. ὁ δὲ καλὸς ἐκεῖνος καὶ γενναιότατος ἀθλητὴς ἀτρέμας ἦν τὴν ψυχήν, ἅτε δὴ τὸν ὕψιστον ἑαυτοῦ καταφυγὴν θέμενος. νήφων δὲ τῇ διανοίᾳ καὶ κατεγγελῶν τοῦ πονηροῦ, ἔλεγεν· Οὐκ ἔλαθές με, ὦ ἀπατεών, ὅστις εἶ, ὁ ταῦτά μοι ἐγείρων, ὁ ἐξ ἀρχῆς κακὰ τεκταινόμενος τῶν ἀνθρώπων τῷ γένει, καὶ ἀεί ποτε πονηρὸς ὢν καὶ τὸ βλάπτειν οὐδαμῶς ἀπολείπων. ἀλλ’ ὡς προσῆκόν σοι τὸ σχῆμα καὶ οἰκειότατον, αὐτῷ δὴ τούτῳ τῷ θηρίοις καὶ ἑρπετοῖς ὁμοιοῦσθαι, τὸ θηριῶδές σου τῆς γνώμης καὶ σκολιόν, ἰοβόλον τε καὶ βλαπτικὸν τῆς προαιρέσεως ἐνδεικνυμένῳ.3 τί οὖν ἀνηνύτοις ἐπιχειρεῖς, ἄθλιε; ἐξότε γὰρ ἔγνων τῆς σῆς εἶναι κακίας τὰ μηχανήματα ταῦτα καὶ φόβητρα, οὐδεμία μοι λοιπὸν ἔτι ἐστὶ φροντὶς περὶ σοῦ. Κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου, καὶ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον σε ἐπιβήσομαι οἷς ὁμοιοῦσαι, καὶ καταπατήσω σε τὸν λέοντα καὶ δράκοντα, τῇ δυνάμει τοῦ Χριστοῦ κραταιούμενος. αἰσχυνθείησαν καὶ ἐντραπείησαν πάντες οἱ ἐχθροί μου· ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους. Ταῦτα λέγων, καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἑαυτῷ περιβαλὼν ὅπλον ἀκαταγώνιστον, πάσας τὰς τοῦ διαβόλου φαντασίας κατήργησεν. εὐθὺς γὰρ τά τε θηρία καὶ τὰ ἑρπετά, ὡς ἐκλείπει καπνός, ἐξέλιπον, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός· αὐτὸς δέ, τῇ τοῦ Χριστοῦ δυνάμει ἰσχύων, ἐπορεύετο χαίρων καὶ εὐχαριστῶν τῷ Κυρίῳ. ἀλλὰ καὶ θηρία πολλὰ καὶ ποικίλα καὶ ὄφεων παντοδαπὰ καὶ δρακοντόμορφα γένη ἡ ἔρημος ἐκείνη τρέφει, ἅτινα συναντῶντα αὐτῷ οὐκ ἔτι φαντασίᾳ, ἀλλ’ ἀληθείᾳ ἐδείκνυτο, ὡς ἐντεῦθεν φόβου μὲν ἦν πλήρης ἡ ὁδὸς καὶ πόνου·

しかし敵は、自らが彼の決意に対して無力であるのを見ると――というのも彼はキリストを心に留め、キリストへの慕情に燃え、希望によって堅固に力づけられ信仰によって支えられて、敵の過度な攻撃など物の数とも思っていなかったからである――、敵は、言われるところの「最初の一撃」で打ち倒されて辱めを受けた。そこで敵は別の道へと進み――悪の小道は彼にとって数多くあるからである――、様々な幻影によって彼を覆し、恐怖へと陥れようと試みた。ある時は、自らの本来の姿である黒い姿で彼に現れ、ある時は、抜かれた剣を手にして彼に飛びかかり、速やかに後ろへ引き返さなければ打ち倒すと脅した。またある時は、あらゆる種類の野獣の姿を取り、彼に向かって吠え立て、恐ろしい咆哮と轟音を立てた。さらに竜や毒蛇やバシリスクへと姿を変えた。しかし、かの美しく最も勇敢な戦士は、至高者を自らの避難所としたがゆえに、心は揺るぎなかった。そして理知においては覚醒し、悪しき者をあざ笑って言った。「お前が何者であるか、私に対してこれらを引き起こし、初めから人類に対して悪を企て、常に悪であり続け、害することを決してやめない者であることなど、私には見通せているぞ、ペテン師よ。しかし、その姿はお前にとってなんと相応しく最も似つかわしいものであることか、まさに野獣や這うものに身を似せることそのものにおいて。お前の思いの獣じみた曲がった性質、そして選択の毒気に満ちた有害な性質を示すお前にとってな。それゆえ惨めな者よ、なぜなし得ない企てに手を染めるのか。これらの策略や脅しがお前の悪意によるものだと知った以上、私にはもはやお前のことなど何の懸念もない。『主は私の助け手であり、私は我が敵どもを見届けるであろう』。また私は、キリストの力によって強められ、お前が自らを似せている毒蛇やバシリスクをお前ごと踏みつけ、獅子であり竜であるお前を踏みにじるであろう。『我がすべての敵は恥じ入り、恐れ惑うように。速やかに退き、大いに恥じ入るように』。」こう語り、打ち勝ちがたい武具である十字架の印を自らに纏って、彼は悪魔のすべての幻影を無力にした。するとたちまち野獣も這うものも、煙が消え去るように消え失せ、火の前から蝋が溶け去るように消え去った。そして彼自身は、キリストの力によって強められ、喜び主へと感謝を捧げつつ歩み続けた。しかし、かの荒野は多くの様々な野獣、あらゆる蛇、竜に似た種を育んでおり、それらはもはや幻影としてではなく、現実に彼に出会って姿を現したため、それゆえに旅路は恐れと労苦に満ちたものであった。

§37.343

αὐτὸς δὲ ἀμφοτέρων ὑπερίπτατο τῷ λογισμῷ, τὸν μὲν φόβον τῆς ἀγάπης, ὥς φησιν ἡ Γραφή, ἔξω βαλλούσης, τὸν πόνον δὲ τοῦ πόθου ἐπικουφίζοντος. οὕτως οὖν πολλαῖς καὶ ποικίλαις συμφοραῖς καὶ ταλαιπωρίαις πυκτεύσας, δι᾽ ἡμερῶν οὐκ ὀλίγων κατέλαβε τὴν ἔρημον ἐκείνην τῆς Σενααρίτιδος γῆς, ἐν ᾗ ὁ Βαρλαὰμ ᾤκει· ἔνθα καὶ ὕδατος τυχὼν τὴν φλόγα κατέσβεσε τῆς δίψης.

しかし彼自身は思考においてその双方を飛び越えていた。聖書が言うように愛が恐れを外へ追い出し、慕情が労苦を和らげていたからである。このようにして数多くの様々な災難や辛苦と格闘し、少なからぬ日数を経て、彼はセナアルの地の、バルラアムが住まうかの荒野に辿り着いた。そこで彼は水を得て、渇きの炎を消し止めたのである。

構文注3 件
  1. 37.340τῆς ὁδοιπορίας ἐχόμενος

    動詞 ἔχω の中動態が属格を伴い「〜を固持する、離れず続ける」という意味を表す構文(τῆς ὁδοιπορίας が目的語に相当)。「旅路を堅持して/歩み続けつつ」の意。

  2. 37.340τὴν ἐν χερσίν τε ἀνάγκην τῆς δίψης

    前置詞句 ἐν χερσίν は「手元にある、目の前にある、現前の」という慣用句で、定冠詞 τὴν とともに名詞 ἀνάγκην を修飾している。「目の前にある渇きの苦難」の意。

  3. 37.341ἀλλ’ ὡς προσῆκόν σοι τὸ σχῆμα καὶ οἰκειότατον, αὐτῷ δὴ τούτῳ τῷ θηρίοις καὶ ἑρπετοῖς ὁμοιοῦσθαι, τὸ θηριῶδές σου τῆς γνώμης καὶ σκολιόν, ἰοβόλον τε καὶ βλαπτικὸν τῆς προαιρέσεως ἐνδεικνυμένῳ

    感嘆の ὡς を伴い繋辞 ἐστί を省略した主節 ὡς προσῆκον ... τὸ σχῆμα(「その姿はなんと相応しいことか」)に対し、与格の名詞化不定詞句 αὐτῷ δὴ τούτῳ τῷ ... ὁμοιοῦσθαι(「まさに野獣や這うものに身を似せることそのものによって」)が手段の与格として分詞 ἐνδεικνυμένῳ を修飾している。末尾の分詞 ἐνδεικνυμένῳ(与格単数男性)は、先行する与格代名詞 σοι(「汝にとって」)に一致して係っており、全体の文意は「野獣や這うものに身を似せることによって汝の獣じみた曲がった思いを示す汝にとって、その姿こそがまさに相応しい」となる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:37.340-37.343