← ダマスコスのイオアン

バルラームとヨアサフ

§37.337-37.339

ヨアサフの荒野への隠遁と祈り

イオアサフは王宮を去り、外衣を貧者に与えて粗衣のみを纏い、キリストへの熱烈な愛に駆られて荒野へと分け入る。彼は恩師バルラアムの導きと神との出会いを祈りつつ、過酷な渇きに耐えて荒野を進んでいく。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§37.337

Ἐξῆλθεν οὖν τῶν βασιλείων ὁ γενναῖος ἐκεῖνος χαίρων, ὡς ὅταν ἐκ μακρᾶς ἐξορίας εἰς τὴν ἰδίαν τις ἐπανερχόμενος γηθοσύνως πορεύοιτο. καὶ ἦν ἐνδεδυμένος, ἔξωθεν μὲν τὰ ἐξ ἔθους ἱμάτια, ἔσωθεν δὲ τὸ τρίχινον ῥάκος ἐκεῖνο ὅπερ ὁ Βαρλαὰμ αὐτῷ δεδώκει. τῇ δὲ νυκτὶ ἐκείνῃ εἰς οἰκίσκον πένητός τινος καταντήσας, τὰ περικείμενα αὐτῷ ἄμφια ἐκβαλών, τελευταίαν ταύτην εὐποιΐαν τῷ πένητι δίδωσι· καὶ οὕτω ταῖς ἐκείνου τε καὶ πολλῶν ἑτέρων πενήτων εὐχαῖς ἐπίκουρον ἑαυτοῦ τὸν Θεὸν θέμενος, καὶ τὴν αὐτοῦ χάριν καὶ βοήθειαν ὡς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἑαυτῷ περιβαλλόμενος, ἐπὶ τὸν ἐρημικὸν ἐξῆλθε βίον, μὴ ἄρτον ἐπιφερόμενος, μὴ ὕδωρ, μηδ’ ἄλλο τι τῶν πρὸς τροφὴν ἐπιτηδείων, μὴ ἱμάτιον ἐνδεδυμένος, ἀλλ’ ἢ1 τὸ σκληρὸν ἐκεῖνο ῥάκος μόνον, οὗπερ πρὸ μικροῦ ἐμνήσθημεν. πόθῳ γάρ τινι ὑπερφυεῖ καὶ ἔρωτι θείῳ τρωθεὶς τὴν ψυχὴν τοῦ ἀθανάτου βασιλέως Χριστοῦ,2 ὅλως ἦν τοῦ ποθουμένου ἐξεστηκώς, ὅλως ἠλλοιωμένος Θεῷ, κάτοχος τῇ τούτου ἀγάπῃ· Κραταιὰ γάρ, φησίν, ὡς πῦρ ἀγάπη· τοιαύτην αὐτὸς ἀπὸ τῆς θείας ἀγάπης ἐδέξατο μέθην, καὶ οὕτως ἐξεκαύθη τῷ δίψει, κατὰ τὸν εἰπόντα· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ Θεός· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα· καὶ καθὼς ἡ τετρωμένη τῆς τοιαύτης ἀγάπης ψυχὴ βοᾷ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων· Ἐκαρδίωσας ἡμᾶς τῷ πόθῳ σου, ἐκαρδίωσας ἡμᾶς· καί· Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου· ἡ γὰρ φωνή σου φωνὴ ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία. Ταύτης τῆς ἀνεκλαλήτου ὡραιότητος Χριστοῦ τὸν πόθον ἐν καρδίᾳ δεξάμενος ὁ τῶν ἀποστόλων χορὸς καὶ τῶν μαρτύρων οἱ δῆμοι πάντων ὑπερεῖδον τῶν ὁρωμένων, πάσης δὲ ζωῆς τῆς προσκαίρου, καὶ τὰ μυρία τῶν βασάνων καὶ θανάτων εἴδη προείλοντο, ἐρασθέντες τοῦ θείου κάλλους καὶ τὸ περὶ ἡμᾶς τοῦ θείου Λόγου λογισάμενοι φίλτρον. τοῦτο τὸ πῦρ καὶ ὁ καλὸς οὗτος καὶ εὐγενὴς μὲν τῷ σώματι, εὐγενέστατος δὲ μᾶλλον καὶ βασιλικώτατος τὴν ψυχήν, ἐν ἑαυτῷ δεξάμενος, πάντων ὁμοῦ τῶν γηίνων καταφρονεῖ, πατεῖ πάσας τὰς τοῦ σώματος ἡδονάς, ὑπερορᾷ πλούτου καὶ δόξης καὶ τῆς παρὰ ἀνθρώπων τιμῆς, ἀποτίθεται διάδημα καὶ ἁλουργίδα, τῶν ἀραχνίων ὑφασμάτων εὐτελέστερα ταῦτα λογισάμενος, πρὸς πάντα δὲ τὰ ἐπίπονα καὶ λυπηρὰ τοῦ ἀσκητικοῦ βίου προθύμως ἑαυτὸν ἐκδίδωσιν, Ἐκολλήθη, βοῶν, ὦ Χριστέ μου, ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου·

こうしてかの気高き人は、あたかも長い追放から自らの故郷へと戻る者が喜びに満ちて歩むかのように、歓喜のうちに宮殿を出て行った。そして彼は、外には慣習の着物を、内にはバルラアムが彼に与えたかの毛織の襤褸を身に纏っていた。そしてその夜、ある貧しい者の小屋に辿り着き、自らに掛けられていた衣を脱ぎ捨てて、この最後の施しを貧しい者に与えた。そしてこのように、その貧しい者や他の多くの貧者たちの祈りによって神を自らの助け手とし、神の恵みと助けを救いの衣、歓喜の衣として自らに纏い、パンも水も、その他食物に適するいかなる物も携えず、私たちが先ほど言及したかの硬い襤褸のほかには、いかなる着物も身につけることなく、荒野の生活へと出て行った。というのも、不死の王キリストへの並外れた渇望と神的な愛によって魂を射抜かれ、切望する御方に完全に我を忘れ、完全に神へと変容し、この御方の愛に捉えられていたからである。「愛は火のように強い」と言われる通りである。彼は神の愛からそのような酩酊を受け、その渇きによって激しく燃え上がったのである。次のように言った者に倣って。「鹿が谷川の水を慕いあえぐように、神よ、私の魂はあなたを慕いあえぎます。私の魂は神を、生ける力ある神を渇望しました。」また、そのような愛に射抜かれた魂が『雅歌』の中で叫ぶように。「あなたは御自らへの慕情によって私たちを奮い立たせ、私たちを奮い立たせました。」また、「私にあなたの御顔を見せ、私にあなたの声を聞かせてください。あなたの声は甘美であり、あなたの御顔は麗しいからです。」キリストのこの言いつくしがたい麗しさへの慕情を心に受け入れた使徒たちの群れや殉教者たちの群衆は、目に見えるすべてのもの、そして束の間のすべての命を蔑み、神的な美に恋焦がれ、私たちに対する神の言葉の愛を心に留めて、無数の拷問と死の形態を選び取った。この火を、肉体においては美しく高貴でありながら、魂においてはより高貴にして最も王たるこの人も自らの内に受け入れ、地上のすべてのものを等しく侮り、肉体のすべての快楽を踏みにじり、富と名声、そして人々からの誉れを蔑み、冠と紫衣を脱ぎ捨て、これらを蜘蛛の巣の織物よりも価値のないものと見なし、修道生活のすべての労苦と悲嘆に自らを進んで差し出し、「固く寄り添いました、私のキリストよ、私の魂はあなたの後ろに固く寄り添いました。

§37.339

ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Καὶ οὕτως ἀμεταστρεπτὶ χωρήσας εἰς τὸ τῆς ἐρήμου βάθος, καὶ ὡς ἄχθος τι καὶ κλοιὸν βαρύτατον ἀποθέμενος τῶν προσκαίρων τὴν σύγχυσιν, εὐφράνθη τῷ πνεύματι, καὶ τῷ ποθουμένῳ ἀτενίσας Χριστῷ, ἐβόα πρὸς αὐτόν, ὡς παρόντι καὶ τῆς φωνῆς ἐπαΐοντι διαλεγόμενος· Μὴ τὰ ἀγαθά, φησί, τοῦ κόσμου τούτου ἴδοι ὁ ὀφθαλμός μου ἔτι, Κύριε· μὴ μετεωρισθείην ἀπὸ τῆς δεῦρο3 τὸν νοῦν ὑπὸ τῆς παρούσης ματαιότητος· ἀλλ’ ἔμπλησον τοὺς ὀφθαλμούς μου, Κύριε, δακρύων πνευματικῶν καὶ κατεύθυνον τὰ διαβήματά μου, καὶ ὑπόδειξόν μοι τὸν σὸν θεράποντα Βαρλαάμ. ὑπόδειξόν μοι τὸν ἐμοὶ σωτηρίας γενόμενον πρόξενον, ἵνα καὶ τοῦ ἐρημικοῦ βίου τούτου καὶ ἀσκητικοῦ δι’ αὐτοῦ τὴν ἀκρίβειαν μάθοιμι καὶ μὴ τῇ ἀπειρίᾳ τῶν πολέμων τοῦ ἐχθροῦ ὑποσκελισθῶ. δός μοι, Κύριε, τὴν ὁδὸν εὑρεῖν δι’ ἧς ἐπιτύχω σου, ὅτι τέτρωται ἡ ψυχή μου τῷ πόθῳ σου, καὶ σὲ διψῶ τὴν πηγὴν τῆς σωτηρίας. Ταῦτα ἔστρεφε καθ’ ἑαυτὸν ἀεί, καὶ τῷ Θεῷ διελέγετο, διὰ προσευχῆς αὐτῷ καὶ θεωρίας ὑψηλοτάτης ἑνούμενος. καὶ οὕτω συντόνως τὴν ὁδοιπορίαν διήνυε, τὸν χῶρον σπεύδων καταλαβεῖν, ἔνθα Βαρλαὰμ διῆγεν. ἐτρέφετο δὲ ταῖς φυομέναις βοτάναις κατὰ τὴν ἔρημον· οὐδὲν γὰρ ἄλλο ἐπεφέρετο, καθάπερ ἔφθην εἰπών, εἰ μὴ μόνον τὸ σῶμα τὸ ἴδιον καὶ τὸ ῥάκος ὃ περιεβέβλητο. Ἀλλὰ τροφὴν μὲν μετρίαν καὶ οὐδαμινὴν ἐκ τῶν βοτανῶν ποριζόμενος, ὕδατος παντελῶς ἠπόρει,

そしてあなたの右の手が私を支えてくださいました」と叫んだ。そしてこのように振り返ることなく荒野の奥深くへと進み、重荷であり最も重い首枷であるかのように束の間の世の混乱を脱ぎ捨てて、霊において喜び、慕うキリストを見つめながら、あたかも主が臨在しその声に耳を傾けておられるかのように主へと語りかけ、叫んだ。「主よ、私の目がこの世の良いものを二度と見ることがありませんように。私の心がこれ以後、目の前のはかなさによって動揺させられることがありませんように。むしろ主よ、私の目を霊的な涙で満たし、私の歩みを導き、あなたの僕バルラアムを私に示してください。私がこの荒野の修道生活の厳格さを彼を通して学び、敵の戦いの経験のなさによって足をすくわれることのないよう、私にとって救いの仲介者となったその人を私に示してください。主よ、私があなたに出会うための道を見出すことを私にお与えください。私の魂はあなたへの渇望によって射抜かれ、救いの源であるあなたを渇望しているからです。」彼は常にこれらのことを自らの内で巡らし、祈りと最も高みにある観想を通して神と結ばれ、神と対話していた。そしてこのように、バルラアムが暮らしていた場所に辿り着こうと急ぎつつ、力強く旅路を進んでいった。そして荒野に生える草を糧とした。先ほど言った通り、自らの身体と身に纏っていた襤褸のほかには、何も携えていなかったからである。しかし、草からわずかで粗末な糧を得ていたものの、水には完全に事欠いていた。

構文注3 件
  1. 37.337ἀλλ’ ἢ

    否定文(μὴ ἱμάτιον ἐνδεδυμένος)の直後に置かれ、「〜を除いて」「〜のほかに」という意味を表す慣用表現。後続の対格 τὸ σκληρὸν ἐκεῖνο ῥάκος は先行する否定詞の支配する対格成分と同格をなす。

  2. 37.337τρωθεὶς τὴν ψυχὴν τοῦ ἀθανάτου βασιλέως Χριστοῦ

    τὴν ψυχήν は受動態分詞 τρωθείς に対する限定の対格(いわゆる「ギリシア的対格」)。属格 τοῦ ἀθανάτου βασιλέως Χριστοῦ は直前の名詞ではなく、前方に離隔配置された感情の名詞 πόθῳ... καὶ ἔρωτι に係る目的格的属格として構文を取る。

  3. 37.339ἀπὸ τῆς δεῦρο

    副詞 δεῦρο(「ここへ」)に冠詞属格女性単数 τῆς が付くことで、暗示された時間名詞(ὥρας や ἡμέρας など)を補い、「今から」「これ以後」を意味する名詞化された時間的前置詞句を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:37.337-37.339