- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:15.125-15.128
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
イオアサフは天に富を先送りし現世を捨てる方法を問い、バルラアムは貧者への施しこそがその道であると聖書の言葉を引いて説く。さらにイオアサフが隠遁的修道の由来を問うと、バルラアムは富める青年へのキリストの戒めに端を発する使徒伝来の道であることを明かす。
Λέγει δὲ ὁ Ἰωάσαφ τῷ γέροντι· Πῶς οὖν δυνήσομαι θησαυροὺς χρημάτων καὶ πλούτου ἐκεῖσε προπέμπειν, ὡς ἂν ἄσυλον αὐτῶν καὶ ἀνώλεθρον τὴν ἀπόλαυσιν ἀπελθὼν εὕρω;1 πῶς δὲ δείξω τὸ πρὸς τὰ παρόντα μου μῖσος, καὶ τῶν αἰωνίων ἀνθέξομαι; μάλα σαφήνισόν μοι. καί φησιν ὁ Βαρλαάμ· Ἡ μὲν τοῦ πλούτου τούτου πρὸς τὸν αἰώνιον τόπον προπομπὴ ταῖς χερσὶ γίνεται τῶν πενήτων. φησὶ γάρ τις τῶν προφητῶν, Δανιὴλ ὁ σοφώτατος, τῷ βασιλεῖ Βαβυλῶνος· Διὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. λέγει δὲ καὶ ὁ Σωτήρ· Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵν̓, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. καὶ πολὺν ἄνω τε καὶ κάτω λόγον ὁ Δεσπότης τῆς ἐλεημοσύνης καὶ μεταδόσεως τῶν πενήτων ποιεῖται,2 καθὼς ἐν τῷ Εὐαγγελίῳ μανθάνομεν. οὕτως μὲν οὖν ἀσφαλέστατα λίαν ἐκεῖσε προπέμψεις πάντα ταῖς τῶν δεομένων χερσίν· ὅσα γὰρ εἰς τούτους ποιήσεις, ἑαυτῷ ὁ Δεσπότης οἰκειούμενος πολυπλασίως σε ἀνταμείψεται·
イオアサフは長老に言う。「それでは、私はどのようにして金銭や富の財宝をあちらへ先送りし、この世を去ったときにそれらの享受を奪われることなく滅びのないものとして見出すことができるのでしょうか。また、どのようにして現世のものに対する私の憎悪を示し、永遠のものにすがるべきなのでしょうか。どうか私に詳しく解き明かしてください」。そしてバルラアムは言う。「この富を永遠の場所へ先送りすることは、貧民の手を通じてなされる。なぜなら、預言者の一人、きわめて賢明なるダニエルがバビロンの王にこう言っているからである。『王よ、それゆえ私の勧めがあなたに喜ばれんことを。そしてあなたの罪を施しによって、あなたの不義を貧民への憐れみによって贖われよ』。また救い主もこう言われる。『不正の富によって自分のために友を作れ。そうすれば、お前たちが尽き果てるとき、彼らがお前たちを永遠の住まいに迎え入れるであろう』。さらに主は、福音書で私たちが学ぶとおり、施しと貧民への分与についてあらゆる場所で多くの言葉を尽くしておられる。したがって、このようにして汝は困窮している者たちの手を通じて、きわめて安全にあちらへすべてのものを先送りすることになる。汝が彼らになす限りのことを、主はご自身に対するものとみなして、何倍にもして報いてくださるからである。
νικᾷ γὰρ ἀεὶ ταῖς τῶν δωρεῶν ἀντιδόσεσι τοὺς ἀγαπῶντας αὐτόν. τούτῳ μὲν οὖν τῷ τρόπῳ τέως τοὺς θησαυροὺς τοῦ σκότους τοῦ αἰῶνος τούτου συλήσας, ᾧ τεταλαιπώρηκας πολὺν ἤδη χρόνον ἐκδουλεύων, καλῶς ἐκ τούτων πρὸς τὸ μέλλον ἐφοδιασθήσῃ, καὶ τοῦ ἀλλοτρίου ἀφελόμενος σεαυτῷ πάντα προαποθήσῃ, διὰ τῶν ῥευστῶν τούτων καὶ προσκαίρων τὰ ἑστῶτα καὶ μένοντα ἐξωνησάμενος· ἔπειτα, τοῦ Θεοῦ συνεργοῦντός σοι, κατανοήσεις τὸ ἄστατον τοῦ κόσμου καὶ ἀνώμαλον, καί, χαίρειν πᾶσιν εἰπών, πρὸς τὸ μέλλον μεθορμισθήσῃ, παραδραμὼν μὲν τὰ παρατρέχοντα, τοῖς ἐλπιζομένοις δὲ καὶ ἱσταμένοις προστεθήσῃ, καὶ τὸ σκότος μὲν ἀπολιπὼν σὺν τῇ σκιᾷ τοῦ θανάτου, μισήσας δὲ τὸν κόσμον καὶ κοσμοκράτορα, καὶ τὴν φθειρομένην σάρκα ἐχθρὰν ἑαυτῷ λογισάμενος, τῷ φωτὶ προσδράμῃς3 τῷ ἀπροσίτῳ, καί, τὸν σταυρὸν ἐπ’ ὤμων ἄρας, ἀκολουθήσεις αὐτῷ ἀμεταστρεπτί, ἵνα καὶ σὺν αὐτῷ δοξασθῇς καὶ τῆς οὐκ ἔτι μεταπιπτούσης ζωῆς οὐδὲ ἀπατηλῆς ἀναδειχθῇς κληρονόμος. Ὁ δὲ Ἰωάσαφ· Τὸ πάντων οὖν, φησίν, ὑπεριδεῖν καὶ ἐπίπονον οὕτως ἀναλαβέσθαι βίον, καθάπερ εἴρηκας ἀνωτέρω, παράδοσίς ἐστιν ἀρχαία ἐκ τῆς τῶν ἀποστόλων κατιοῦσα διδαχῆς; ἢ ἔναγχος ὑμῖν ἐπινενόηται τῇ τοῦ νοὸς ὑμῶν ἐπιστήμῃ, ὡς κρεῖττον ἐκλεξαμένοις τοῦτο;
なぜなら主は、ご自身を愛する者たちを贈り物の返礼において常に凌駕するからである。それゆえ、汝が長いこと仕えて苦渋を味わってきたこの世の闇の財宝を、当面はこの方法によって奪い取り、これらによって来世に向けて首尾よく旅支度を整え、他人のものを取り去って自分のためにすべてを前もって蓄え、これら流転し仮初めのもので確固として永続するものを買い取るがよい。その後、神が汝と協力されるとき、汝はこの世の定めなさと不揃いさを理解し、すべてのものに別れを告げて未来へと錨を移し、過ぎ去るものを追い越して、待ち望まれる確固たるものに加えられ、死の影とともに闇を後にし、世とその支配者を憎み、朽ちてゆく肉を自分にとって敵と見なして、近づきがたい光へと走り寄り、主とともに栄光を受け、もはや移ろいゆくことも欺きに満ちることもない命の相続人として顕されるために、十字架を肩に担いで振り返ることなく主に従うであろう」。するとイオアサフは言った。「それでは、あなたが先ほど語られたように、すべてのものを見下してこのように労苦の多い生を引き受けることは、使徒たちの教えから伝わる古代の伝承なのですか。それとも、これがより勝っていると選び取ったあなたがたが、ご自身の知性の識見によって最近考案されたことなのですか」。
Πρὸς ὃν ὁ γέρων ἔφη· Οὐ νόμον προσφάτως εἰσενεχθέντα διδάσκω σε (μὴ γένοιτο), ἀλλ’ ἔκπαλαι δοθέντα ἡμῖν. εἶπεν γὰρ ὁ Κύριος πλουσίῳ τινὶ ἐπερωτήσαντι αὐτόν, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; καὶ καυχωμένῳ πάντα φυλάξαι τὰ γεγραμμένα ἐν τῷ νόμῳ, Ἕν σοι, φησίν, ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν. ὁ δὲ ταῦτα ἀκούσας περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον, εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ταύτης οὖν τῆς ἐντολῆς πάντες ἀκούσαντες οἱ ἅγιοι ἀποχωρισθῆναι πάντη τῆς τοιαύτης τοῦ πλούτου δυσκολίας ἐφρόντισαν· καὶ πάντα σκορπίσαντες, καὶ διὰ τῆς τῶν πενήτων διαδόσεως πλοῦτον ἑαυτοῖς αἰώνιον προαποθέμενοι, ἦραν τὸν σταυρὸν καὶ τῷ Χριστῷ ἠκολούθησαν, οἱ μὲν μαρτυρικῶς, καθὰ δὴ καὶ εἶπόν σοι, τελειωθέντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ μηδὲν ἐκείνων ἀπολιπόντες τῇ ἀγωγῇ τῆς ἀληθινῆς ταύτης φιλοσοφίας.4 ἐντολὴν οὖν ταύτην εἶναι γίνωσκε Χριστοῦ τοῦ
これに対して長老は言った。「私は汝に、最近導入された律法を教えているのではない(断じてそうではない)。むしろ、遥か昔に私たちに与えられたものを教えているのである。なぜなら主は、『何をなせば永遠の命を相続できるでしょうか』と問い、律法に記されているすべてのことを守ってきたと誇る、ある富める人に対してこう言われたからである。『汝に欠けているものが一つある。行って持てるものを売り払い、貧しい者たちに施せ。そうすれば天に宝を持つであろう。そして十字架を担いで、私に従って来い』。しかし彼はこれを聞いて深く悲しんだ。非常に富んでいたからである。イエスは彼が深く悲しんだのを見て言われた。『財産を持つ者たちが神の国に入るのは、なんと困難なことであろう。富める者が神の国に入るよりも、らくだが針の穴を通るほうが容易である』。それゆえ、すべての聖人たちはこの戒めを聞いて、富に伴うこのような困難から全面的に離れることを心掛けたのである。そしてすべてのものを散じ、貧民への分与を通じて自らのために永遠の富を前もって蓄え、十字架を担いでキリストに従った。ある者たちは私が汝に語ったとおり殉教者として全うされ、またある者たちは修道士として奮闘し、この真の哲学の実践において殉教者たちにいささかも劣ることはなかった。それゆえ、これがキリストの戒めであることを知りなさい……」
- 15.126ὡς ἂν ἄσυλον αὐτῶν καὶ ἀνώλεθρον τὴν ἀπόλαυσιν ἀπελθὼν εὕρω
ὡς ἄν+接続法(εὕρω)による目的節。形容詞 ἄσυλον(奪われない)および ἀνώλεθρον(滅びのない)は冠詞のない述語的位置に置かれており、直接目的語 τὴν ἀπόλαυσιν(享受)に対する述語的補語(「享受を〜なものとして見出す」)として機能している。
- 15.126πολὺν ἄνω τε καὶ κάτω λόγον ὁ Δεσπότης τῆς ἐλεημοσύνης καὶ μεταδόσεως τῶν πενήτων ποιεῖται
成句表現 ἄνω τε καὶ κάτω(文字通りには「上も下も」、比喩的に「いたる所で」「繰り返し」)が λόγον ποιεῖται(属格をとって「〜について論じる・語る」)の修飾として置かれている。属格句 τῆς ἐλεημοσύνης καὶ μεταδόσεως τῶν πενήτων が論題(目的格的属格)を表す。
- 15.127τῷ φωτὶ προσδράμῃς
未来直説法(μεθορμισθήσῃ, προστεθήσῃ, ἀκολουθήσεις)が連続する文脈において、接続法第2人称単数形(あるいは写本上の未来形 προσδραμεῖς / προσδραμῇ の異読・混同)として現れる。後続の ἵνα 節(ἵνα καὶ σὺν αὐτῷ δοξασθῇς...)に論理的・構造的に連結する主節動詞群の一環として、未来の確定的行為を指示している。
- 15.128καὶ μηδὲν ἐκείνων ἀπολιπόντες τῇ ἀγωγῇ τῆς ἀληθινῆς ταύτης φιλοσοφίας
分詞 ἀπολιπόντες は「〜に遅れをとる、及ばない」の意で、比較・分離の属格 ἐκείνων(=前述の殉教者たち)を支配する。副詞的中性対格 μηδέν は「いささかも(〜ない)」という程度を示し、与格 τῇ ἀγωγῇ は「実践・生き方において」という限定・関係の与格である。
