← ダマスコスのイオアン

バルラームとヨアサフ

§14.123-14.125

神の戒めの道と永遠の富を蓄える勧め

語り手は世の執着を捨てて神の戒めの道を選び、ある知恵の師による脱出と永遠の二つの領域への警告の教えを想起して、永遠の富を蓄えるよう相手に勧告する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§14.123

ἀποβαλλομένῳ δέ μοι τῆς ψυχῆς τὴν τούτων προσπάθειαν καὶ ἀπορρίψαντι κατεφάνη τὰ τῷ ὄντι ἀγαθά, τὸ φοβεῖσθαι τὸν Θεὸν καὶ ποιεῖν αὐτοῦ τὸ θέλημα. τοῦτο γὰρ ἔγνων πάντων τῶν ἀγαθῶν κεφάλαιον ὑπάρχειν· τοῦτο καὶ ἀρχὴ σοφίας λέγεται καὶ σοφία τετελειωμένη· ζωὴ γάρ ἐστιν ἄλυπος καὶ ἀνεπηρέαστος τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. ἐπιστήσας οὖν μου τὸν λογισμὸν τῇ ἀπλανεστάτῃ ὁδῷ τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ γνοὺς ἀκριβῶς μηδὲν ἐν αὐτῇ σκολιὸν ἢ στραγγαλιῶδες ὑπάρχειν, μήτε φαράγγων καὶ σκοπέλων ἀκανθῶν τε καὶ τριβόλων πεπληρωμένην, ἀλλ’ ὅλην λείαν καθεστηκέναι καὶ ὁμαλήν, τέρπουσαν μὲν τοὺς ὀφθαλμοὺς τῶν αὐτὴν ὁδευόντων ταῖς φανοτάταις θεωρίαις ὡραΐζουσαν δὲ τοὺς πόδας, καὶ ὑποδύουσαν τὴν ἑτοιμασίαν τοῦ εὐαγγελίου τῆς εἰρήνης, τοῦ ἀσφαλῶς τε καὶ συντόμως βαδίζειν·1 ἥνπερ πάντων δικαίως προέκρινα, καὶ οἰκοδομεῖν ἠρξάμην τὴν πεσοῦσάν μου τῆς ψυχῆς καὶ φθαρεῖσαν οἰκίαν. Οὕτως μου τὰ κατ’ ἐμαυτὸν διατιθεμένου καὶ τὸ σφαλερὸν τοῦ νοὸς ἐπανορθοῦντος, ῥημάτων ἀκήκοα σοφοῦ τινος διδασκάλου τοιαῦτά μοι ἐμβοῶντος· Ἐξέλθετε, ἔφη, πάντες οἱ ποθοῦντες σωθῆναι·

しかし、私がこれらのものへの執着を魂から脱ぎ捨てて投げ棄てたとき、真に善きもの、すなわち神を畏れその御心を行うことが私に現れ出ました。これこそがあらゆる善きものの要枢であると知ったからです。これは知恵の初めとも、全き知恵とも呼ばれます。なぜなら、これにすがる者たちにとっては悲哀のない妨げられない命であり、主に対するようにこれに寄り頼む者たちにとっては確固たる命だからです。そこで、主の戒めという誤りなき道に自らの思索を向け、その道には曲がったものも捩れたものも何一つなく、険路や暗礁、茨や薊に満ちてはおらず、むしろ全体が滑らかで平坦であり、そこを歩む者たちの目をきわめて晴れやかな観照によって喜ばせ、足を美しく飾り、安全かつ速やかに歩むために平和の福音の備えを履かせるものであると詳しく知って、私はこの道を何よりも当然のこととして選び取り、魂の倒れて朽ち果てていた家を建て直し始めたのです。このように私が自らの状態を整え、心の過ちを正していたとき、ある賢明な師が私に向かって次のように叫ぶ言葉を耳にしました。「救われることを熱望する者たちよ、みな出で去れ。

§14.124

ἀποχωρίσθητε τῆς ματαιότητος τοῦ κόσμου· παράγει γὰρ τὸ σχῆμα αὐτοῦ μικρὸν ὅσον,2 καὶ ἰδοὺ οὐκ ἔσται. ἐξέλθετε ἀμεταστρεπτί, μὴ προῖκα δὲ καὶ ἀμισθί, ἀλλ’ ἐφόδια φερόμενοι ζωῆς αἰωνίου· μακρὰν γὰρ μέλλετε βαδίζειν ὁδόν, πολλῶν ἔχουσαν χρείαν τῶν ἐντεῦθεν ἐφοδίων. καὶ καταλαμβάνετε τὸν αἰώνιον τόπον χώρας ἔχοντα δύο, πολλὰς ἐν ἑαυταῖς μονὰς ἐχούσας, ὧν τὴν μὲν μίαν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τὰς αὐτοῦ φυλάττουσιν ἐντολάς, παντοίων οὖσαν ἀγαθῶν πεπληρωμένην, ἧσπερ οἱ ἀξιωθέντες ἐν ἀφθαρσίᾳ ζήσονται διηνεκεῖ, τῆς ἀνωλέθρου ἀπολαύοντες ἀθανασίας, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· ἡ δὲ δευτέρα,3 σκότους οὖσα μεστὴ καὶ θλίψεως καὶ ὀδύνης, τῷ διαβόλῳ ἡτοίμασται καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐν ᾗ βληθήσονται καὶ οἱ δι’ ἔργων πονηρῶν ἑαυτοῖς ταύτην προξενήσαντες, οἱ τῶν ἀφθάρτων καὶ αἰωνίων τὰ παρόντα ἀνταλλαξάμενοι καὶ ὅλους ἑαυτοὺς κατάβρωμα τοῦ αἰωνίου πυρὸς ποιησάμενοι. Ταύτης ἐγὼ τῆς φωνῆς ἀκούσας καὶ τὸ ἀψευδὲς αὐτῆς ἐπιγνούς, ἐκεῖνο καταλαβεῖν τὸ κατάλυμα ἔργον ἐθέμην, τὸ πάσης μὲν ἀπηλλαγμένον ὀδύνης τε καὶ λύπης, τοσαύτης δὲ ἀσφαλείας καὶ τοιούτων ἀγαθῶν πλῆρες ὑπάρχον, ὧν ἡ γνῶσις νυνὶ μὲν ἐκ μέρους ἐστὶν ἐν ἐμοί, νηπίῳ τε ὄντι τὴν πνευματικὴν ἡλικίαν καὶ ὡς δι’ ἐσόπτρων καὶ αἰνιγμάτων τὰ ἐκεῖθεν βλέποντι·

この世の空しさから離れよ。この世の有様は今しばらくのうちに過ぎ去り、見よ、もはや存在しなくなるからである。振り返ることなく出で去れ。しかも手ぶらで無一物としてではなく、永遠の命の糧を携えて出よ。諸君はこれから長い道を歩もうとしており、それはこの世からの多くの糧を必要とするからである。そして、その中に多くの住まいを持つ二つの領域を備えた永遠の場所を目指せ。その一方を神はご自身を愛し戒めを守る者たちのために備えられたのであり、そこはあらゆる善きものに満ち、それに値するとされた者たちは滅びなき不死を享受しつつ、不断の不朽のうちに生きるであろう。そこからは苦痛も悲嘆も嘆きも逃げ去ったのである。また他方は、暗黒と患難と苦痛に満ちており、悪魔とその使いたちのために備えられており、悪しき行いによって自らにこれをもたらした者たち、不朽にして永遠なるものと引き換えに現世のものを取り、自らの全存在を永遠の火の餌食とした者たちもまた、そこへ投げ込まれるであろう」と。私はこの声を聞き、その偽りなきことを認めたとき、あらゆる苦痛と悲嘆から解き放たれ、あれほど確固としてそのような善きものに満ちているかの住まいを獲得することを自らの務めと定めたのです。それらの善きものの認識は、霊的な年齢において幼子であり、かの地にあるものを鏡を通して謎のように見ている今の私においては部分的なものにとどまっています。

§14.125

ὅτε δὲ ἔλθῃ τὸ τέλειον, καὶ ἐπιγνώσομαι πρόσωπον πρὸς πρόσωπον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. εὐχαριστῶ τοίνυν τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, καὶ διήνοιξέ μου τοὺς ὀφθαλμοὺς ἀπλανῶς κατιδεῖν ὅτι τὸ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη. καὶ καθάπερ οὖν ἐγώ, τῶν παρόντων ἐπιγνοὺς τὴν ματαιότητα, τέλειον αὐτὰ ἐμίσησα μῖσος, οὕτω δὴ καὶ δὲ4 γινώσκειν περὶ τούτων συμβουλεύω, ἵνα ὡς ἀλλοτρίοις διατεθῇς αὐτοῖς καὶ θᾶττον παρερχομένοις, ἀφελόμενος δ’ ἐντεῦθεν πάντα, θησαυρίσῃς σεαυτῷ ἐν τῷ ἀφθάρτῳ αἰῶνι θησαυρὸν ἀσύλητον, πλοῦτον ἀδαπάνητον, ἔνθα σε δεῖ ἀνυπερθέτως πορευθῆναι, ἵνα, ὅταν ἀπέλθῃς, οὐχ ὑστερούμενος ἔσῃ, ἀλλὰ πλούτῳ βρίθων, καθάπερ σοι τὴν τούτων ἀνεθέμην ἀνωτέρω καταλληλοτάτην εἰκόνα.

しかし完全なものが訪れ、顔と顔を合わせて知るようになるとき、部分的なものは廃されるでしょう。それゆえ私は、私たちの主イエス・キリストを通して神に感謝します。キリスト・イエスにある命の霊の律法が、罪と死の律法から私を解放し、肉の思いは死であり、霊の思いは命と平安であることを誤りなく見通すように私の目を開いてくださったからです。それゆえ、私が現世のものの空しさを知り、それらを完全に憎悪したように、あなたにもこれらについてそのように認識することを勧めます。それは、あなたがそれらを自らとは無関係のもの、速やかに過ぎ去るものとして遇し、ここからすべてのものを取り去って、不朽の永遠において自らのために奪われることのない宝、尽きることのない富を蓄えるためです。そこへあなたは遅滞なく赴かねばならず、それは去り行くときに乏しい者とならず、富に満ちあふれる者となるためであり、それは先ほど私があなたに語ったこれらについてのこの上なく適切な譬えのとおりです。

構文注4 件
  1. 14.123τοῦ ἀσφαλῶς τε καὶ συντόμως βαδίζειν

    属格冠詞を伴う不定詞句(τοῦ + 不定詞)であり、目的を表す構文(目的の属格不定詞)として「安全かつ速やかに歩むために」と解釈される。直前の「平和の福音の備え(ὑποδύουσαν τὴν ἑτοιμασίαν...)」に対する同格的・説明的属格(歩むことの備え)とする解釈も可能であるが、動作全体の志向・目的を示す副詞的用法として取るのが自然である。

  2. 14.124μικρὸν ὅσον

    中性形容詞 μικρόν と関係代名詞 ὅσον が結合した慣用副詞句で、「ほんの少しの間」「今しばらく」の意。新約聖書(ヘブル人への手紙10:37の ἔτι γὰρ μικρὸν ὅσον ὅσον 等)や七十人訳聖書に見られる定型表現を踏襲しており、極めてわずかな時間的経過を示す。

  3. 14.124ἡ δὲ δευτέρα

    直前の関係代名詞 ὧν の支配下にある ὧν τὴν μὲν μίαν(対格目的語)に対応する対比語句であるが、構文交差(アナコルソン)により属格・対格の支配を離れ、独立した主格主語として後続の主動詞 ἡτοίμασται を取っている。

  4. 14.125καὶ δὲ

    写本・校訂文における καὶ σὲ(「あなたにもまた」)の転写・誤植。主動詞 συμβουλεύω に対する不定詞 γινώσκειν の意味上の主語(対格)として σέ を補って読まれるべき箇所である(δ と σ の誤写)。全言語訳において「あなたにもまた」として解釈を一致させている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:14.123-14.125