← スミュルナのクイントス

ホメロス後日譚

§8.361-8.433

トロイアの城壁攻防戦とガニュメーデースの祈願

ギリシア軍の猛攻によりトロイア軍は城壁内に逃げ込み、ギリシア軍は城壁を包囲して城門を破ろうとする。城壁を巡る激しい攻防の中で陥落が迫るが、天上のガニュメーデースが故郷の破滅を恐れてゼウスに救いを叫び求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
361

χαζομένοισιν ἕποντο κατʼ ἴχνιον, ἠΰτʼ ἀῆται

彼らは退却する者らの足跡を追って進んだ。

νήεσιν ἐσσυμένῃς ὑπὸ λαίφεσιν εἰς ἁλὸς οἶδμα

あたかも疾風が、力強い海のうねりの中へと帆を張って突き進む船に追い迫るように、

ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν

あるいは茂みの中を火の猛威が進むように、

ὀτρηροὶ κατʼ ὄρεσφι κύνες λελιημένοι ἄγρης·

あるいは山々で獲物を熱望する素早い猟犬たちが小鹿を追うように。

365

ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκʼ ἄρʼ αὐτοὺς

そのようにダナオイ軍は敵に攻め寄せた。

υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε

アキレウスの息子が、大槍を携えて乱闘の中で出会う者を誰でも討ち倒しながら、

κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον· οἱ δʼ ἐπὶ φύζαν

彼らを奮い立たせていたからである。

χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.

トロイア勢は潰走して退却し、高い門を持つ都城の内へと逃げ込んだ。

Ἀργεῖοι δʼ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο

そこでアルゴス勢は、羊飼いたちが人里離れた囲いに子羊たちを追い込むように、

370

ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων,

トロイアの部族たちをプリアモスの都の中へと追い詰め、

ἄρνας ὅπως σταθμοῖσιν ἐπʼ οἰοπόλοισι νομῆες·

戦争の息苦しさからひと息ついた。

ὡς δʼ ὁπότʼ ἀμπνείωσι βόες μέγα κεκμηῶτες

あたかも牛たちが、急峻な尾根へと重い荷車を引き上げ、

ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρηνπυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν· ὥς ἄρʼ Ἀχαιοὶ

軛の下で激しく息を切らした末に大いに疲れ果てて休息するように、

375

ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. ἀμφὶ δὲ πύργους

そのようにアカイオイ軍は武具をまとったまま疲れ果てて息を整えた。

μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα·

そして彼らは城壁をめぐって戦うことを熱望し、都を取り囲んだ。

οἱ δʼ ἄρʼ ἑῇσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας

トロイア勢は自らの城門の閂を引き締め、

ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν.

押し寄せる男たちの猛勢を前に城壁の内側に踏みとどまった。

ὡς δʼ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι

あたかも羊飼いたちが、

380

λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηταιλάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νιφάδεσσι

暗雲垂れ込める突風を前に囲いの中に留まるように――稲妻と大雨と激しい雪とを伴って猛威を振るう冬の日が訪れると、

ταρφέσιν, οἱ δὲ μάλʼ οὔτι λιλαιόμενοί περ ἱκέσθαιἐς νομὸν ἀΐσσουσιν, ἄχρις μέγα λωφήσειεχεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες·ὣς οἵ γʼ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν

彼らは牧場へと赴くことを切望しながらも決して飛び出さず、

δυσμενέων· λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι.

厳しい冬と大音響を立てて流れる幅広き川の勢いが大いに鎮まるのを待つ――そのように彼らは敵たちの叫び声を恐れながら城壁の中に留まった。一方、寄せ手は素早く都へと押し寄せた。

ὡς δʼ ὁπότε ψῆρες τανυσίπτεροι ἠὲ κολοιοὶ

あたかも翼を広げたムクドリやカラスの群れが、

καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι

甘美な食物を激しく求めて実ったオリーブの木の上に密集して降り立ち、

βρώμης ἱέμενοι θυμηδέος, οὐδʼ ἄρα τούς γε

若者たちが大声で叫んで追い払おうとしても、

390

αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι,

飢えが生意気な気力を募らせるために、

πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει·

実を食べ尽くすまでは決して逃げ去らないように、

ὣς Δαναοὶ Πριάμοιο τότʼ ἀμφεχέοντο πόληι

そのように猛烈なダナオイ軍は当時、

ὄβριμοι· ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι

プリアモスの都を取り囲み、

ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.1

剛毅な大地を揺るがす神の果てしない造営物を引き倒そうと熱望して城門へと殺到した。

395

Τρῶες δʼ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες,ἀλλὰ καὶ ὥς πύργοισιν ἐφεσταότες πονέοντο

トロイア勢は極めて恐れを抱きながらも戦いを忘れず、

νωλεμές· ἰοὶ δʼ αἰὲν ἐϋδμήτων ἀπὸ τειχέωνθρῶσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι

なおも塔の上に陣取って絶え間なく苦闘した。堅固に築かれた城壁からは、

δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος

矢が石や素早い投槍とともに敵の群れの中へと絶えず降り注いだ。

400

ἧκε βίην· ἔτι γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς

ポイボスが彼らに耐え抜く力を吹き込んだからである。ヘクトールが世を去った後もなお、

Τρωσὶν ἐϋπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.

彼の心は善戦するトロイア勢を守ることを望んでいた。

Ἔνθʼ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνονκαὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτεω

そのときメリオネースが恐るべき矢を放ち、

τυτθὸν ὑπὸ γναθμοῖο· πάγη δʼ ὑπὸ λαιμὸν ὀϊστός.

剛勇なポリーテースの愛する友ピュロダマースの顎のわずか下を射抜いた。矢は喉元の下に突き刺さった。

405

κάππεσε δʼ αἰγυπιῷ ἐναλίγκιος, ὅν τʼ ἀπὸ πέτρης

彼は、

ἰῷ ἐϋγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ·

若者が鋭い矢で射て岩から仕留め落としたハゲワシのように倒れ落ちた。

ὣς ὁ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο·

そのように彼は高い塔から素早く真っ逆さまに落ち、

γυῖα δέ οἱ λίπε θυμός· ἐπέβραχε δʼ ἔντεα νεκρῷ.

魂が四肢を去り、武具が死骸の上でガチャリと音を立てた。

τῷ δʼ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο

剛勇なモロスの子は彼を見て嘲笑しながら、

410

ἄλλον ἀφῆκεν ὀϊστὸν ἐελδόμενος μέγα θυμῷ

多くの苦難に耐えたプリアモスの子ポリーテースを射抜くことを心の中で強く熱望して、

υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην·

もう一本の矢を放った。

ἀλλʼ ὁ μὲν αἶψʼ ἀλέεινε παρακλίνας ἑτέρωσε

しかしポリーテースは自らの体を素早く脇へ逸らして身をかわし、

ὅν δέμας, οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν

矢は彼の美しい肌に届かなかった。

ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ἐπειγομένης νεὸς οὔρῳ

あたかも海の深みにおいて順風に乗って船が疾走するとき、

415

ναύτης παιπαλόεσσαν ἰδὼν ἐν χεύματι πέτρην

水夫が水流の中の険しい岩を見て、

νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι

それを避けることを熱望し、

χειρὶ παρακλίνας οἰήιον, ᾗχί ἑ θυμὸς

心が促す方向へと手で舵を傾けて船の針路を変え、

ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμʼ ἀπερύκει·

わずかな力で大いなる災厄を退けるように、

ὣς ἄρʼ ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.

そのように彼もまた破滅の矢をあらかじめ見て凶運を逃れた。

420

οἱ δʼ αἰεὶ μάρναντο· λύθρῳ δʼ ἐρυθαίνετο τείχη

両軍は絶え間なく戦い続けた。

πύργοι θʼ ὑψηλοὶ καὶ ἐπάλξιες, ᾗχί τε Τρῶες

強大なるアカイオイ軍の矢によってトロイア勢が討たれる場所では、

ἰοῖσι κτείνοντο πολυσθενέων ὑπʼ Ἀχαιῶν·

血糊が城壁や高い塔、そして胸壁を赤く染めた。

οὐδὲ μὲν οἵ γʼ ἀπάνευθε πόνων ἔσαν, ἀλλʼ ἄρα καὶ τῶν

しかしアカイオイ軍もまた苦難を免れてはおらず、

πολλοὶ γαῖαν ἔρευθον· ὀρώρει δʼ αἰπὺς ὄλεθρος

彼らの多くの者もまた大地を赤く染めた。

425

βαλλομένων ἑκάτερθε· λυγρὴ δʼ ἐπετέρπετʼ Ἐνυὼ

双方で討たれる者たちに険しい破滅が沸き起こり、

δῆριν ἐπικλονέουσα κασιγνήτη Πολέμοιο.

戦争の神の妹である陰惨なエニュオーが戦いをかき乱して歓喜した。

καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα ΤροίηςἈργεῖοι, μάλα γάρ σφιν ἀάσπετον ἔπλετο κάρτος,

そして今や、

εἰ μὴ ἄρʼ αἶψʼ ἐβόησεν2 ἀγακλειτὸς Γανυμήδης

アルゴス勢はトロイアの城門と城壁を打ち破っていたところであった――彼らの武力は実に測り知れぬものとなっていたからである――もし名高きガニュメーデースが天から見下ろして直ちに叫び声を上げなかったならば。

430

οὐρανοῦ ἐκκατιδών· μάλα γὰρ περιδείδιε πάτρης·

彼は故郷の祖国を深く案じたからである。

Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξ εἰμι γενέθλης,

「父なるゼウスよ、もし私が真実にあなたの血筋から出た者であり、

σῇσι δʼ ὑπʼ ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην

あなたの指図によって栄光あるトロイアを去り、

εἰμὶ μετʼ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,

不死の神々の間に留まって朽ち果てぬ生命を享受しているのであるならば、

構文注2 件
  1. 8.394ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου

    動詞 ἐρύσσαι(破壊する、引き倒す)の目的語。「大地を揺るがす神の果てしない造営物」とは、神話においてポセイドーンがトロイア王ラーオメドーンのために築いたとされるトロイアの城壁・城門を指す換喩的表現。

  2. 8.427καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης Ἀργεῖοι ... εἰ μὴ ἄρʼ αἶψʼ ἐβόησεν

    過去の反実仮想構文。主節は κεν + 直説法アオリスト中動態(ῥήξαντο、「打ち破っていたところであった」)、条件節は εἰ μὴ + 直説法アオリスト能動態(ἐβόησεν、「もし叫び声を上げなかったならば」)。事態が成就する寸前で神(ここではガニュメーデース)の介入により阻止されたことを示す叙事詩の定型的な転換表現。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:8.361-8.433