- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:8.290-8.360
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ネオプトレモスを筆頭に両軍の武将が激しい討ち合いを演じ、アレース自らがネオプトレモスと戦おうとするが、アテーナーが降臨し、さらにゼウスの落雷によって両神は戦場から退去する。
ἁζομένη1 φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.
心の中でテティスと神のごときアレースを恐れ敬いながら。
ἔνθα Νεοπτόλεμος τηλέκλειτον Περιμήδεα
そこでネオプトレモスは、名高きペリメーデースを討ち倒した。
δάμναθʼ, ὃς οἰκίʼ ἔναιε παρὰ Σμινθήιον ἄλσος·
彼はスミンテウスの聖林の傍らに住まいを構えていた。
τῷ δʼ ἔπι Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον
さらにそのあとに、ケストロスと、戦いに退かぬパレーロス、
καὶ κρατερὸν Περίλαον ἐϋμμελίην τε Μενάλκην,
力強きペリラオス、そしてトネリコの槍持つメナルケースを討ち取った。
ὃν τέκετʼ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης
このメナルケースは、神聖なキッラの麓で、
τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων·
イピアナッサが大工仕事に長けた巧みな職人メドーンに産んだ子であった。
ἀλλʼ ὁ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐνὶ πατρίδι γαίῃ·
しかし父メドーンは愛する故郷の地で家に留まっており、
παιδὸς δʼ οὐκ ἀπόνητο· δόμον δέ οἱ ἔργα τε πάντα
息子の恩恵に浴することはなかった。彼が死んだのち、
χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο2 δάσαντο
遠縁の親族たちがその館とすべての財産を分割した。
Δηίφοβος δὲ Λυκῶνα μενεπτόλεμον κατέπεφνε
一方、デーイポボスは下腹部の少し上を射当てて、
τυτθὸν ὑπὲρ βουβῶνα τυχών· περὶ δʼ ἔγχεϊ μακρῷ
戦いに退かぬリュコーンを討ち倒した。長い槍の周りへすべての腸が流れ出し、
ἔγκατα πάντʼ ἐχύθησαν· ὅλη δʼ ἐξέσσυτο νηδύς.
腹の全体が外へ飛び散った。
Αἰνείας δὲ Δύμαντα κατέκτανεν, ὃς τὸ πάροιθενΑὐλίδα ναιετάασκε, συνέσπετο δʼ Ἀρκεσιλάῳ
アイネイアースは、かつてアウリスに住まい、
ἐς Τροίην· ἀλλʼ οὔτι φίλην πάλιν ἔδρακε γαῖαν.
アルケシラオスに従ってトロイアへとやって来ていたデュマースを討ち取った。しかし彼は二度と愛する故郷の地を見ることはなかった。
Εὐρύαλος δʼ ἐδάμασσε βαλὼν ἀλεγεινὸν ἄκοντα
エウリュアロスは、
Ἀστραῖον· τοῦ δʼ αἶψα διὰ στέρνοιο ποτήθηαἰχμὴ ἀνιηρή, στομάχου δʼ ἀπέκερσε κελεύθους
痛烈な投槍を投げてアストライオスを討ち倒した。彼の胸を貫いて苦痛をもたらす槍先が素早く飛び抜け、
ἀνέρι κῆρα φέρουσα· μίγη δέ οἱ εἴδατα λύθρῳ.
その男に死をもたらしつつ食道の通路を断ち切った。彼の食べた食物は血糊と混ざり合った。
τοῦ δʼ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ
彼からわずかに離れたところで、気概あるアゲーノールが、
Ἱππομένην, Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον,
知恵あるテウクロスの良き戦友ヒッポメネースを、
τύψας ἐς κληῖδα θοῶς· σὺν δʼ αἵματι θυμὸς
鎖骨へと素早く打ちかかって討ち取った。血とともに魂が四肢から飛び去り、
ἔκθορεν ἐκ μελέων· ὀλοὴ δέ μιν ἀμφεχύθη νύξ.
破滅の夜が彼を包み込んだ。
Τεύκρῳ δʼ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,
戦友が殺されたことでテウクロスには深い悲痛が襲い、
καὶ βάλεν ὠκὺν ὀϊστὸν Ἀγήνορος ἄντα τανύσσας·
彼はアゲーノールに向かって弓を引き絞り速い矢を放った。
ἀλλά οἱ οὔτι τύχησεν ἀλευαμένου μάλα τυτθόν·ἔμπεσε δʼ ἐγγὺς ἐόντι δαΐφρονι Δηιοφόντῃ
しかし彼がほんの少し身をかわしたため、全く命中しなかった。
λαιὸν ἐς ὀφθαλμόν, διὰ δʼ οὔατος ἐξεπέρησε
だが矢は近くにいた知恵あるデーイオポンテースの左目に突き刺さり、
δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι
右の耳を通り抜けて眼球を切り裂いた。
ἀργαλέον βέλος ὦσαν ὅπῃ φίλον·3 ὃς δʼ ἔτι ποσσὶν
モイラたちがその過酷な矢を自らの望むところへと導いたからである。
ὀρθὸς ἀνασκαίρεσκε· βαλὼν δʼ ὅ γε δεύτερον ἰὸν
彼はまだ足で立ったまま身悶えしていた。
λαιμῷ ἐπερροίζησε· διέθρισε δʼ αὐχένος ἶνας
するとテウクロスは第二の矢を放って喉元へと唸りを上げさせた。
ἄντικρυς ἀΐξας· τὸν δʼ ἀργαλέη κίχε Μοῖρα.
矢は真っ直ぐに突き抜けて首の腱を断ち切った。そして過酷な運命が彼を捉えた。
ἄλλος δʼ ἄλλῳ τεῦχε φόνον· κεχάροντο δὲ Κῆρες
互いが互いに殺戮をもたらした。死の霊たちと死運は歓び、
καὶ Μόρος, ἀλγινόεσσα δʼ Ἔρις μέγα μαιμώωσα
苦難に満ちたエリスは激しく奮い立って大音声で叫び、
ἤϋσεν μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε
アレースは彼女に応えて凄まじく叫び返し、
σμερδαλέον, Τρώεσσι δʼ ἐνέπνευσεν μέγα θάρσος,
トロイア勢には大いなる勇気を、
Ἀργείοισι δὲ φύζαν, ἄφαρ δʼ ἐλέλιξε φάλαγγας.
アルゴス勢には潰走の恐れを吹き込んで、直ちに戦列を動揺させた。
ἀλλʼ οὐχ υἷα φόβησεν Ἀχιλλέος· ἀλλʼ ὅ γε μίμνων
しかしアキレウスの息子を怯えさせることはできなかった。
μάρνατο θαρσαλέως, ἐπὶ δʼ ἔκτανεν ἄλλον ἐπʼ ἄλλῳ·
彼は踏みとどまって勇敢に戦い、次から次へと討ち取った。
ὡς δʼ ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσιχεῖρα περιρρίψῃ κοῦρος νέος, αἱ δʼ ὑπὸ πληγῇ
あたかも幼い少年が乳の周りに群がる蠅たちに向かって手を振り回し、
τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος ἄλλοθεν ἄλλαι
蠅たちが小さな一撃に倒されて器のそばでここかしこに命を失い、
θυμὸν ἀποπνείουσι, πάϊς δʼ ἐπιτέρπεται ἔργῳ·
少年はその仕業を歓ぶように、
ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆοςγήθεεν ἀμφὶ νέκυσσι καὶ οὐκ ἀλέγιζεν Ἄρηος
そのように無情なアキレウスの輝かしい息子は死骸の周りで喜び、
Τρωσὶν ἐποτρύνοντος· ἐτίνυτο δʼ ἄλλοθεν ἄλλον
トロイア勢を鼓舞するアレースなど意に介さなかった。
λαοῦ ἐπαΐσσοντος· ὅπως δʼ ἀνέμοιο θυέλλας
そして襲いかかる軍勢の中から次々と討ち取った。
μίμνῃ ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη,
大いなる山の峰が吹きつける風の嵐に耐え忍ぶように、
ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι
そのように彼は恐れずに踏みとどまった。アレースは熱り立つ彼に怒り、
χώετο, καί οἱ ἔμελλεν ἐναντία δηριάασθαιαὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη4
自ら神聖な雲を投げ捨てて彼と正面から戦おうとしていた、
ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην·ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα
もしアテーナーがオリュンポスのどこかから木陰なすイーデー山へと飛び降りてこなかったならば。
Ξάνθου· τόσσον ἔσεισε· δέος δʼ ἀμφέκλασε θυμὸν
神聖な大地とクサントスの轟く流れは震えた。彼女はそれほど大地を揺るがした。恐怖がニュムペーたちの心を打ち砕き、
νυμφάων, φοβέοντο δʼ ὑπὲρ Πριάμοιο πόληος·
彼女らはプリアモスの都を思って恐れた。
τεύχεσι δʼ ἀμβροσίοισι περὶ στεροπαὶ ποτέοντο·σμερδαλέοι δὲ δράκοντες ἀπʼ ἀσπίδος ἀκαμάτοιο
神々しい武具の周りを稲妻が飛び交い、
πῦρ ἄμοτον πνείεσκον· ἄνω δʼ ἔψαυε νέφεσσι
疲れを知らぬ楯からは恐るべき大蛇たちが猛烈な火を吹き出していた。
θεσπεσίη τρυφάλεια. θοῷ δʼ ἤμελλεν Ἄρηι
そして神々しい兜は上空の雲に触れるほどであった。
μάρνασθʼ ἐσσυμένως, εἰ μὴ Διὸς ἠῢ νόημαἀμφοτέρους ἐφόβησεν ἀπʼ αἰθέρος αἰπεινεῖο
そして彼女は素早いアレースと激しく戦おうとしていた、もしゼウスの良き配慮が、
βροντήσας ἀλεγεινόν. Ἄρης δʼ ἀπεχάζετο χάρμης·
そびえ立つアイテールから苦難の雷を鳴り響かせて両者を怯えさせなかったならば。アレースは戦いから退いた。
δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός·
偉大なゼウスの意図が彼にはっきりと示されたからである。
ἵκετο δʼ ἐς Θρῄκην δυσχείμερον, οὐδʼ ἔτι Τρώων
彼は冬の厳しいトラキアへと赴き、
μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον· οὐδὲ μὲν ἐσθλὴ
彼の傲慢な心の中ではもはやトロイア勢のことは顧みられなかった。また、
Παλλὰς ἔτʼ ἐν πεδίῳ Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ
気高きパラスももはやトロイアの平原に留まらず、
ἷξεν Ἀθηναίων ἱερὸν πέδον. οἱ δʼ ἔτι χάρμης
彼女自身もアテナイ人らの神聖な地へと至った。
μνώοντʼ οὐλομένης· δεύοντο δὲ Τρώιοι υἷες
両軍はなおも破滅的な戦闘に専念していた。
ἀλκῆς· Ἀργεῖοι δὲ μέγʼ ἱέμενοι πολέμοιο
しかしトロイアの子らは武勇を欠いていた。一方アルゴス勢は戦いを大いに熱望していた。
- 8.290ἁζομένη
直前の箇所の末尾の主節動詞 ἐπετέρπετο の主語であるエニュオー(Ἐνυώ)を修飾する現在中受動態分詞(女性単数主格)。文が箇所を跨いで継続している。
- 8.299ἀποφθιμένοιο
直前の代名詞 οἱ(メドーン)の意味上の所有・状態を受けるアオリスト中受動態分詞の属格。δόμον ἔργα τε πάντα(館とすべての財産)を修飾する所有格、または意味上の主語を省略した時間的属格構文(「彼が世を去ったのちに」)として機能している。
- 8.320ὅπῃ φίλον
叙事詩における慣用的な省略表現で、ἦν が省略されている(ὅπῃ φίλον [ἦν])。「(運命の女神たちが)自らの望むところへ」の意。
- 8.341καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη
ἔμελλεν +不定詞に εἰ μή 節(直説法アオリスト θόρεν)が後続する、叙事詩に頻出する間一髪の阻止(反実仮想的展開)の構文。「まさにみずから…と戦おうとしていたところであった、もしアテーナーが…しなかったならば」。直後の ἤμελλεν ... εἰ μή Διὸς ἠῢ νόημα ... ἐφόβησεν にも同一の構文が反復されている。
