- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:14.78-14.151
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
トロイアの破滅を悼む河神クサントスらに対し、勝利を収めたアカイア軍は神々への感謝の犠牲と祝宴を催し、苦難を耐えたシノーンを称え、歌手による遠征の事跡の歌に聴き入ったのち眠りに就く。
μαψιδίη καρποῖο κατʼ οὔδεος ὀλλυμένοιο
作物が地面の上で惨めにむなしく失われ、
λευγαλέως, λυγρῷ δὲ πέλει μέγα πένθος ἄνακτι·
不運な農夫に大きな悲嘆が生じるように、
ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος
トロイアが孤立して滅びたとき、
Ἰλίου οἰωθέντος· ἔχεν δέ μιν αἰὲν ὀϊζὺς
クサントスの心にも苦痛が襲いかかった。不死の身でありながら、
ἀθάνατόν περ ἐόντα· μακρὴ δʼ ἀμφέστενεν Ἴδηκαὶ Σιμόεις· μύροντο δʼ ἀπόπροθι πάντες ἔναυλοι
絶え間なき嘆きが彼を捉えていた。そして高きイーデー山もシモエイス川もともに呻き声をあげ、
Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες.
イーデーの谷川のすべてが遠く離れた地でプリアモスの都を巡って激しく号泣した。
Ἀργεῖοι δʼ ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες
一方、アルゴス勢は大いに勝ち誇りながら船へと向かい、
μέλποντες νίκης ἐρικυδέος ὄβριμον ἀλκήν,
名高き勝利の猛々しき力を歌い上げ、
ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ αὐτῶν
あるときは福楽なる神々の神聖なる血族を、
θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ.
またあるときは自分たちの不撓の心とエペイオスによる不朽の業績を称えた。
μολπὴ δʼ οὐρανὸν ἷκε διʼ αἰθέρος, εὖτε κολοιῶν
その歌声は、冬の猛威が去って穏やかな晴れ間が訪れ、
κλαγγὴ ἀπειρεσίη, ὁπότʼ εὔδιον ἦμαρ ἵκηται
大気が静まり返ったときに群れ飛ぶ烏の果てしない鳴き声のように、
χείματος ἐξ ὀλοοῖο, πέλει δʼ ἄρα νήνεμος αἰθήρ·
天空を突き抜けて天へと届いた。
ὣς τῶν πὰρ νήεσσι μέγʼ ἔνδοθι γηθομένων κῆρ1
そのように、船の傍らで彼らが心のうちで大いに歓喜しているとき、
ἀθάνατοι τέρποντο κατʼ οὐρανόν, ὅσσοι ἀρωγοὶ
天上の不死の神々のうち、
ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων·
好戦的なアルゴス勢に心から味方していた者たちは歓喜した。
ἄλλοι δʼ αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον,
これに対し、トロイア勢を庇護していた神々は、
δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον·
プリアモスの都が燃え尽きるのを目にして憤った。
ἀλλʼ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν
しかし彼らも、防ぎ守ることを渇望していたとはいえ、
ἔσθενον·2 οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων
運命に抗してそうすることはできなかった。すべての不死の神々の中で最も強い力をもつクロノスの子自身でさえ、
ῥηιδίως δύνατʼ Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων
定めを越えて運命を容易に斥けることはできないからであり、
ἀθανάτων σθένος ἐστί, Διὸς δʼ ἐκ πάντα πέλονται.
すべてのものはゼウスから生じるのである。
Ἀργεῖοι δʼ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντεςκαῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς
そこでアルゴス勢は多くの牛の腿肉を薪の上に並べて焼き、
λείβεσκον μέθυ λαρὸν ἐπʼ αἰθομένῃσι θυηλῇς
祭壇の周囲に集まっては燃えさかる犠牲の肉の上に芳しい美酒を注ぎ、
ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.
偉業を成し遂げたゆえに神々に感謝を捧げた。
πολλὰ δʼ ἐν εἰλαπίνῃ θυμηδέϊ κυδαίνεσκον
そして心満ち足りる祝宴の中で、
πάντας, ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος·
木馬が武具とともに収めたすべての勇士たちを大いに称えた。
θαύμαζον δὲ Σίνωνα περικλυτόν, οὕνεχʼ ὑπέτληλώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες
また、敵の甚だしい侮辱に耐え抜いた名高きシノーンに驚嘆し、
μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον·
皆が歌と無数の賜物をもって彼を称えた。
ὃς δʼ ἄρʼ ἐνὶ φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ
シノーン自身はアルゴス勢の勝利に忍耐強い心をもって自らの胸の内で歓喜し、
νίκῃ ἔπʼ Ἀργείων, σφετέρῃ δʼ οὐκ ἄχνυτο λώβῃ·
己が受けた侮辱を悲しむことはなかった。
ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον
賢慮と思いやりを備えた男にとっては、名声こそが黄金や美貌、
κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων
また人間に属する、
ἐσθλῶν, ὁππόσα τʼ ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.
あるいは将来属するであろう他のあらゆる善美なものよりも遥かに優れているからである。
οἱ δʼ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες
こうして彼らは船の傍らで恐れなき心を抱いて夕食をとり、
δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες·
互いに絶え間なく語り合った。
ἠνύσαμεν πολέμοιο μακροῦ τέλος· ἠράμεθʼ εὐρὺ
「我らは長き戦いの終極を成し遂げた。
κῦδος ὁμῶς δηΐοισι μέγα πτολίεθρον ἑλόντες·
敵どももろとも大いなる都を奪い、広大なる名声を勝ち得た。
ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον.
願わくはゼウスよ、切望する我らに帰郷をも頷き給え」。
ὣς ἔφαν· ἀλλʼ οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε.τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος3
彼らはこう語った。しかし父なる神はすべての者に帰郷を許して頷いたわけではなかった。
οὐ γὰρ ἔτʼ αὐτοῖςδεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλʼ ἐπὶ ἔργα
彼らの中央で巧みな者が一人……彼らにはもはや恐ろしい戦いの恐怖はなく、
εὐνομίης ἐτράποντο καὶ εὐφροσύνης ἐρατεινῆς.
秩序ある平安と快き歓喜の業へと心を向けたからであった。
ὃς δʼ ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδεν,
その者は、まず皆が渇望していた歌として、
λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας,
兵たちがどのようにしてアウリスの神聖なる地へと集まったか、
ἠδʼ ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο
また不屈のペーレウスの子の偉大な武力がどのようにして海を進んで十二の都市を滅ぼし、
δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας,
さらに広大な陸地で十一の都市を攻め滅ぼしたか、
ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσα τʼ ἔρεξε
主テーレポスと強壮なエーエティオーンを巡って成した数々の武勲、
Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα,
いかにして尊大なキュクノスを討ち倒したか、
ὡς δὲ Κύκνον κατέπεφνεν ὑπέρβιον, ἠδʼ ὅσʼ Ἀχαιοὶ
アカイア勢がアキレウスの怒りの間に戦って被った苦難の数々、
μαρνάμενοι κατὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο,
いかにして彼がヘクトールをその祖国の城壁の周りで引きずり回したか、
Ἕκτορα δʼ ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης,
いかにして乱戦の中でペンテシレイアを討ち取り、
ὥς τʼ ἕλε Πενθεσίλειαν ἀνὰ μόθον, ὥς τʼ ἐδάμασσεν
ティートーノスの息子を屈服させたか、
υἱέα Τιθωνοῖο, καὶ ὡς κτάνε καρτερὸς Αἴας
そして勇敢なアイアースがいかにして槍に長けたグラウコスを討ち、
Γλαῦκον ἐϋμμελίην, ἠδʼ ὡς ἐρικυδέα φῶταΕὐρύπυλον κατέπεφνε θοοῦ πάϊς Αἰακίδαο,
俊足なるアイアコスの末裔の息子がいかにして名高き勇士エウリュピュロスを討ち果たしたか、
ὡς δὲ Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα,
いかにしてピロクテーテースの矢がパリスを討ち倒したか、
ἠδʼ ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου
そしてどれほど多くの男たちが謀略の木馬の内部へと入ったか、
ἀνέρες, ὥς τε πόληα θεηγενέος Πριάμοιο
いかにして神々の血を引くプリアモスの都を滅ぼした者たちが、
πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν.
邪悪な戦乱から離れて祝宴に興じているかを歌った。
ἄλλα δʼ ἄρʼ ἄλλος ἄειδεν, ὅ τι φρεσὶν ᾗσι μενοίνα.
そして他の者は自らの心が望むままに、それぞれ別のことを歌い上げた。
ἀλλʼ ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,
しかし宴に興じる彼らの上に夜の半ばが巡ってきたとき、
δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο πότοιο
彼らは皆ついに夕食と生酒を飲むことをやめ、
παυσάμενοι πάντες λαθικηδέα κοῖτον ἕλοντο·
憂いを忘れさせる眠りに就いた。
χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας·
前日の過酷な疲労が皆を圧倒したからである。
τῷ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν
それゆえ、夜を徹して祝宴を続けようと熱望していた彼らも、
παύσανθʼ, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν·
眠りが嫌がる彼らを抗いがたく引き留めたため、宴をやめたのである。
ἄλλῃ δʼ ἄλλος ἴαυεν· ὁ δʼ ἐν κλισίῃσιν ἑῇσιν
男たちはそれぞれ別の場所で眠りに就いた。
Ἀτρείδης ὀάριζε μετʼ ἠϋκόμοιο γυναικός·
しかしアトレウスの息子は自らの天幕の中で美しい髪の妻とともに睦言を交わしていた。
οὐ γάρ πω κείνοισιν ἐπʼ ὄμμασιν ὕπνος ἔπιπτεν,
彼らの瞳には、まだ眠りが落ちてこなかったからである。
- 14.92ὣς τῶν πὰρ νήεσσι μέγʼ ἔνδοθι γηθομένων κῆρ
属格分詞 γηθομένων は主語 τῶν とともに先行する比喩(烏の群れの鳴き声)の照応部を成すが、後続する主節 ἀθάνατοι τέρποντο... に対して「彼らが喜んでいる状況で」という状況・時の属格絶対構文として機能している。κῆρ は「心において」を表す関係対格である。
- 14.97ἀλλʼ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν ἔσθενον
ὑπὲρ Αἶσαν(運命に反して/運命を越えて)は不定詞 ἀμύνειν に直接かかるか、あるいは可能の動詞 ἔσθενον(力をもつ)全体を修飾する。小辞 περ を伴う分詞 ἐελδόμενοι は譲歩(「たとえ守ることを切望していたとしても」)を表す。
- 14.121τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος
写本伝承においてこの行の後には動詞句(歌う者・竪琴を奏でる者が進み出た旨の内容)の脱落(lacuna)が認められる。後続する ὃς δʼ ἤτοι πρῶτον μὲν...(その者はまず……を歌った)という関係代名詞節がこの ἐπιστάμενος(巧みな者/心得のある者)を受けている。
