← スミュルナのクイントス

ホメロス後日譚

§14.1-14.77

トロイアの略奪と捕虜の連行およびヘレネーの帰還

夜が明けるとアルゴス勢はトロイアの財宝を略奪し、ヘカベーをはじめとする女たちを捕虜として連行する。メネラーオスはヘレネーを連れ出し、ギリシア兵たちは彼女の美しさに魅了されて歓迎する。一方、クサントス川は都の破滅を悼んで嘆き悲しむ。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
1

καὶ τότʼ ἀπʼ Ὠκεανοῖο θεὰ χρυσόθρονος Ἠὼς

そのとき、黄金の玉座に座す女神エーオースがオケアノスから天へと駆け昇り、

οὐρανὸν εἰσανόρουσε· χάος δʼ ὑπεδέξατο νύκτα.

混沌が夜を迎え入れた。

οἱ δὲ βίῃ Τροίην εὐερκέα δῃώσαντο

アルゴス勢は防壁堅固なトロイアを力尽くで略奪し、

Ἀργεῖοι καὶ κτῆσιν ἀπείρονα ληίσσαντο,

果てしない財宝を強奪した。

5

χειμάρροις ποταμοῖσιν ἐοικότες, οἵ τε φέρονται

それはあたかも、

ἐξ ὀρέων καναχηδὸν ὀρινομένου ὑετοῖο,

雨が激しく降り注ぐなか山々から轟音とともに奔流となって流れ下り、

πολλὰ δὲ δένδρεα μακρὰ καὶ ὁππόσα φύετʼ ὄρεσφιν

多くの高木や山に生えるあらゆる木々を、

αὐτοῖς σὺν πρώνεσσιν1 ἔσω φορέουσι θαλάσσης·

峰々ごと海の中へと押し流す冬の奔流のようであった。

ὣς Δαναοὶ πέρσαντες ὑπαὶ πυρὶ Τρώιον ἄστυ

そのようにダナオス勢はトロイアの都を火のもとに滅ぼし尽くし、

10

κτήματα πάντα φέρεσκον ἐϋσκάρθμους ἐπὶ νῆας.

あらゆる財宝を快速の船へと運び去った。

σὺν δʼ ἄρα Τρωιάδας καταγίνεον ἄλλοθεν ἄλλας,

また彼らはトロイアの女たちをあちこちから次々と連行していった。

τὰς μὲν ἔτʼ ἀδμῆτας καὶ νηίδας οἷο γάμοιο,

ある者はまだ男を知らぬ処女であり婚礼の何たるかも知らず、

τὰς δʼ ἄρʼ ὑπʼ αἰζηοῖσι νέον φιλότητι δαμείσας,2

ある者は若者たちに愛の契りで征服されたばかりの若妻であり、

ἄλλας δʼ αὖ πολιοπλοκάμους, ἑτέρας δʼ ἄρʼ ἐκείνων

またある者は白髪交じりの女たちであり、

15

ὁπλοτέρας, ὧν παῖδας ἀπειρύσσαντʼ ἀπὸ μαζῶν

またそれらより若い女たちもいたが、その幼子たちは母の乳房から引き剥がされ、

ὑστάτιον χείλεσσι γλάγος περιμαιμώωντας.

最後に唇で乳を求めて吸いつこうとあがいていた。

τοῖσιν δὴ Μενέλαος ἐνὶ μέσσοισι καὶ αὐτὸς

彼らのただ中で、

ἦγεν ἑὴν παράκοιτιν ἀπʼ ἄστεος αἰθομένοιο

メネラーオス自らも燃えさかる都から自らの妻を連れ出した。

ἐξανύσας μέγα ἔργον· ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς.3

偉業を成し遂げた彼を歓喜と羞恥が包んでいた。

20

Κασσάνδρην δʼ ἄγε δῖαν ἐϋμμελίης Ἀγαμέμνων·

槍に長けたアガメムノーンは神聖なるカッサンドラーを連れ、

Ἀνδρομάχην δʼ Ἀχιλῆος ἐῢς πάϊς· αὐτὰρ Ὀδυσεὺς

アキレウスの気高き息子はアンドロマケーを連れ、

εἷλκε βίῃ Ἑκάβην· τῆς δʼ ἁθρόα δάκρὐ ἀπʼ ὄσσων

オデュッセウスはヘカベーを力づくで引き立てていった。彼女の両眼からは泉のように激しく涙が溢れ出し、

πίδακος ὣς ἐχέοντο· περιτρομέεσκε δὲ γυῖα,

手足はわななき、

καὶ κραδίη ἀλάλυκτο φόβῳ, δεδάϊκτο δὲ χαίτας

心は恐怖に取り乱し、

25

κράατος ἐκ πολιοῖο· τέφρη δʼ ἐπεπέπτατο πολλή,

白髪の頭から自らの髪を引き裂いていた。そして、

τήν που ἀπʼ ἐσχαρεῶνος ἄδην κατεχεύατο χερσὶν

プリアモスが討たれ都が燃えさかっていたときにかまどから両手で自らに浴びせた多くの灰が、

ὀλλυμένου Πριάμοιο καὶ ἄστεος αἰθομένοιο·

彼女の上に散らばっていた。

καί ῥα μέγα στονάχιζεν, ὅτʼ ἄμφεχε δούλιον ἦμαρ

そして、むなしく嫌がり抗う我が身に奴隷の境遇が覆いかぶさったとき、

μὰψ ἀεκαζομένην· ἕτερος δʼ ἑτέρην γοόωσαν

彼女は激しく呻き声をあげた。別の戦士は嘆き悲しむ別のトロイアの女を、

30

ἦγεν Τρωιάδων σφετέρας ἐπὶ νῆας ἀνάγκῃ·

強制のもとに自らの船へと連行した。

αἱ δʼ ἀδινὸν γοόωσαι ἀνίαχον ἄλλοθεν ἄλλαι

女たちは幼き子供らとともに痛ましくすすり泣きながら、

νηπιάχοις ἅμα παισὶ κινυρόμεναι μάλα λυγρῶς·

あちこちで絶え間なく激しい嘆き声をあげた。

ὡς δʼ ὁπότʼ ἀργιόδουσιν ὁμῶς συσὶ νήπια τέκνα

それはあたかも、冬の嵐が起こるなか、

σταθμοῦ ἀπὸ προτέροιο ποτὶ σταθμὸν ἄλλον ἄγωσινἀνέρες ἐγρομένῳ ὑπὸ χείματι, τοὶ δʼ ἀλεγεινὸν

男たちが白い牙をもつ豚とその幼き仔たちをもとの囲いから別の囲いへと連れて行くとき、

μίγδα περιτρύζουσι διηνεκὲς ἀλλήλοισιν·

豚たちが互いに痛ましく終始鳴き交わすかのようであった。

ὣς Τρῳαὶ Δαναοῖσιν ὑπʼ ἐστενάχοντο δαμεῖσαι·

そのようにトロイアの女たちはダナオス勢に征服されて呻いていた。

ἴσην δʼ αὖ καὶ ἄνασσα φέρεν καὶ δμωὶς ἀνάγκην.

王妃も女奴隷もまた等しい過酷な運命を背負っていた。

ἀλλʼ οὐ μὰν Ἑλένην γόος ἄμφεχεν· ἀλλά οἱ αἰδὼς

だが、ヘレネーを嘆きが包むことは決してなかった。

40

ὄμμασι κυανέοισιν ἐφίζανε, καί οἱ ὕπερθεν

むしろ彼女の青く輝く瞳には羞恥が宿り、

καλὰς ἀμφερύθηνε παρηίδας· ἐν δέ οἱ ἦτορ

その上から美しい両の頬を赤く染めた。

ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν

そしてアカイア勢が青き船へと向かう自分を凌辱しはしまいかと、

κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί·

彼女の胸の内の心は激しく波打っていた。

τοὔνεχʼ ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.

それゆえ彼女は恐れおののきながら自らの胸中で動悸を高鳴らせていた。

45

καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ

そして頭をヴェールで覆い隠し、

ἕσπετο νισσομένοιο κατʼ ἴχνιον ἀνδρὸς ἑοῖο

歩みゆく夫の足跡に従い、

αἰδοῖ πορφύρουσα παρήιον, ἠΰτε Κύπρις,

恥じらいに頬を赤らめながら歩んだ。

εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνησιν Ἄρηοςἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν

それはあたかも、名匠ヘーパイストスの密なる罠にかかり、

50

δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο,

キュプリスがアレースの腕の中に抱かれて自らの寝床を汚している姿を天上の神々に公然と見咎められたとき、

τοῖς ἔνι κεῖτʼ ἀχέουσα περὶ φρεσὶν αἰδομένη τεἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν

集まった福楽なる神々の群れとヘーパイストス自身を前に、

Ἥφαιστον· δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω

恥じらいつつ心に苦悩を抱いて横たわっていたかのようであった。

ἀμφαδὸν εἰσοράασθαι ἐπʼ αἴσχεϊ θηλυτέρῃσι.4

女たちにとって恥辱のうちに夫の目の前で公然と見つめられることは恐ろしいことだからである。

55

τῇ Ἑλένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ

この女神に姿かたちも汚れなき羞恥も似たヘレネーは、

νῆας ἔπʼ Ἀργείων εὐήρεας· ἀμφὶ δὲ λαοὶθάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς

戦利品となったトロイアの女たちとともに自らもアルゴス勢の漕ぎやすき船へと歩みを進めた。周囲の兵士たちは、

ἀγλαΐην καὶ κάλλος ἐπήρατον· οὐδέ τις ἔτλη

非の打ち所なきこの女の輝きと慕わしき美しさを見つめて驚嘆した。

60

κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι,οὔτʼ οὖν ἀμφαδίην, ἀλλʼ ὡς θεὸν εἰσορόωντο

陰口をもって彼女を苦しめる勇気のある者はおらず、公然と責める者もいなかった。

ἀσπασίως· πᾶσιν γὰρ ἐελδομένοισι φαάνθη.

それどころか彼女を神を見るかのように歓喜して見つめた。皆が渇望していたその姿が現れたからであった。

ὡς δʼ ὅτʼ ἀλωομένοισι διʼ ἀκαμάτοιο θαλάσσης

それはあたかも、倦むことなき海を彷徨う者たちに、

πατρὶς ἑὴ μετὰ δηρὸν ἐελδομένοισι φανείη,οἱ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες

久しく待ち望んでいた自らの祖国が現れ、

πάτρῃ χεῖρʼ ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ·

海からも死からも逃れた彼らが心の中で計り知れぬ喜びを抱いて祖国へと両手を差し伸べるかのようであった。

ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον· οὐ γὰρ ἔτʼ αὐτοῖς

そのようにダナオス勢は皆心から歓喜した。

μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐδὲ κυδοιμοῦ·

彼らにはもはや耐えがたい労苦の記憶も乱戦の記憶も残っていなかったからである。

τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων

キュテレイアが、切れ長の美しい眼をもつヘレネーと父ゼウスに恩恵をもたらすべく、

70

ἦρα φέρουσʼ Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί.

すべての者の心をそのように仕向けたのであった。

καὶ τότʼ ἄρʼ, ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυΞάνθος ἔθʼ αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ

そしてそのとき、愛する都が切り裂かれたのを見て、

μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ

血塗られた轟音からいまだ息を整えていたクサントス川はニュンペーたちとともに嘆き悲しんだ。

ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα·

災禍がどこかからトロイアに襲いかかり、プリアモスの都を押し潰したからである。

75

ὡς δʼ ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα

それはあたかも、重い雹が襲いかかって乾いた作物を細かく打ち砕き、

τυτθὰ διατμήξῃ, στάχυας δʼ ἀπὸ πάντας ἀμέρσῃ

激しい突風のもとにすべての穂を刈り取り、

ῥιπῇ ὑπʼ ἀργαλέῃ, καλάμη δʼ ἄρα χεύατʼ ἔραζε

茎が地面一面に打ち倒されるかのようであった。

構文注4 件
  1. 14.8αὐτοῖς σὺν πρώνεσσιν

    αὐτός の与格を伴う同伴・付帯の構文(いわゆる「〜ごと」の表現)。ここでは σὺν が明示されているが、急流が木々だけでなく「峰々(突き出た崖)ごと」海へと押し流す激しさを表す。

  2. 14.13τὰς δʼ ἄρʼ ὑπʼ αἰζηοῖσι νέον φιλότητι δαμείσας

    先行する τὰς μέν に対立する句(τὰς δʼ)。語末の δαμείσας は受動アオリスト分詞の女性対格複数形(= δαμασθείσας)であり、全体の構文としては καταγίνεον の目的語となる対格列(τὰς μέν... ἄλλας...)に連なる。

  3. 14.19ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς

    2つの主語 χάρμα と αἰδώς に対し、動詞 ἔχεν が単数形をとる構文。最初の主語あるいは主語の複合概念に動詞の数が牽引される詩的用法。

  4. 14.53δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω ἀμφαδὸν εἰσοράασθαι ἐπʼ αἴσχεϊ θηλυτέρῃσι

    非人称形容詞 δεινόν(ἐστί の省略)に受動不定詞 εἰσοράασθαι が主語として続き、与格 θηλυτέρῃσι は不定詞の意味上の主体(行為の帰属先)を表す。「女性たちにとって(θηλυτέρῃσι)、恥辱のうちに(ἐπʼ αἴσχεϊ)夫の目の前で(ἐν ὀφθαλμοῖσιν ἀκοίτεω)公然と見つめられること(εἰσοράασθαι)は恐ろしい(δεινόν)」という骨格をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:14.1-14.77