← スミュルナのクイントス

ホメロス後日譚

§14.294-14.366

ポリュクセネーの犠牲とアカイア勢の出航準備

ネオプトレモスがポリュクセネーをアキレウスの墓で生贄に捧げると海が凪ぎ、彼女の遺体はアンテーノールによって手厚く葬られる。一方、ヘカベーは犬へと変貌して石化し、アカイア勢は帰航の途につくが、カルカースは嵐の破滅を予見して出航を拒む。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
294

σμερδαλέαι πολέεσσί μʼ ἐνειλήσαντο κακοῖσι.

恐るべき死の女神たちが私を多くの災難に巻き込んだのだ。

295

τέκνον ἐμόν, σοὶ δʼ αἰνὰ καὶ οὐκ ἐπίελπτα καὶ αὐτῇἄλγεʼ ἐπεκλώσαντο· γάμου δʼ ἄπο νόσφι βάλοντο

我が子よ、そなたに対しても過酷で思いもよらぬ苦痛を紡ぎ出し、

ἐγγὺς ἐόνθʼ Ὑμεναῖον, ἐπεκρήναντο δʼ ὄλεθρον

間近にあった婚礼の神ヒュメナイオスを遠ざけ、

ἄσχετον ἀργαλέον τε καὶ οὐ φατόν· ἦ γὰρ Ἀχιλλεὺς

耐えがたく痛ましく言葉に尽くせぬ破滅を定めた。実にアキレウスは死者となってなお、

καὶ νέκυς ἡμετέρῳ ἔτʼ ἰαίνεται αἵματι θυμόν·

我らの血によってその心を和ませているのだ。

300

ὥς μʼ ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε

愛する我が子よ、そなたの最期を目にする前に、この日、

γαῖα χανοῦσα κάλυψε,1 πάρος σέο πότμον ἰδέσθαι.

大地が口を開けてそなたとともに私を覆い隠してくれたらよかったものを。」

ὣς φαμένης ἄλληκτα κατὰ βλεφάροιιν ἔχυντο

彼女がこう語ると、

δάκρυα· λευγαλέον γὰρ ἔχεν μετὰ πένθεσι πένθος.

留まることなく両の瞼から涙が溢れ出た。悲痛のうえに悲惨な悲痛を抱えていたからである。

οἱ δʼ ὅτʼ ἔβαν ποτὶ τύμβον Ἀχιλλῆος ζαθέοιο,

彼らが神聖なアキレウスの墓へ至ると、

305

δὴ τότε οἱ φίλος υἱὸς ἐρυσσάμενος θοὸν ἆορ

まさにそのとき彼の愛する息子が鋭い剣を抜き、

σκαιῇ μὲν κούρην κατερήτυε, δεξιτερῇ δὲ

左手で娘を押さえつつ、

τύμβῳ ἐπιψαύων τοῖον ποτὶ μῦθον ἔειπε·

右手で墓に触れながらこのような言葉を語りかけた。

κλῦθι, πάτερ, σέο παιδὸς ἐπευχομένοιο καὶ ἄλλων

「父よ、祈りを捧げるあなたの息子と他のアルゴス勢の言葉をお聞き届けください。

Ἀργείων, μηδʼ ἧμιν ἔτʼ ἀργαλέως χαλέπαινε·

もはや我らに厳しく怒りを燃やさないでください。

310

ἤδη γάρ τοι πάντα τελέσσομεν, ὅσσα μενοινᾷς

あなたが心のうちで望まれるすべてのことを、

σῇσιν ἐνὶ πραπίδεσσι· σὺ δʼ ἵλαος ἄμμι γένοιο

我らは今やことごとく果たします。我らの願いを聞き入れ、

τεύξας εὐχομένοισι θοῶς θυμηδέα νόστον.

速やかに喜ばしい帰郷をもたらし、どうか我らに慈悲深くあってください。」

ὣς εἰπὼν κούρης διὰ λοίγιον ἤλασεν ἆορ

こう言って、

λευκανίης· τὴν δʼ αἶψα λίπεν πολυήρατος αἰὼν

彼は娘の喉首を貫いて破滅の剣を突き立てた。彼女が命の終わりに悲痛な叫びを上げると、

315

οἰκτρὸν ἀνοιμώξασαν ἐφʼ ὑστατίῃ βιότοιο·2

直ちに慕わしき生命の気が彼女を去った。

καί ῥʼ ἡ μὲν πρηνὴς χαμάδις πέσε· τῆς δʼ ὑπὸ δειρῇ

そして彼女はうつ伏せに大地へと倒れ伏し、その首の下のあたり一面が赤く染まった。

φοινίχθη περὶ πάντα, χιὼν ὥς, ἥ τʼ ἐν ὄρεσσινἢ συὸς ἢ ἄρκτοιο κατουταμένης ὑπʼ ἄκοντι

あたかも山の中で猪や熊が槍に突かれたとき、

αἵματι πορφυρόεντι θοῶς ἐρυθαίνεθʼ ὕπερθεν.

鮮やかな赤き血によって上から速やかに赤く染まる雪のようであった。

320

Ἀργεῖοι δέ μιν αἶψα δόσαν ποτὶ ἄστυ φέρεσθαι

アルゴス勢は彼女を速やかに都へと運ばせ、

ἐς δόμον ἀντιθέου Ἀντήνορος, οὕνεκʼ ἄρʼ αὐτὴν

神のごときアンテーノルの館へと送り届けた。

κεῖνος ἐνὶ Τρώεσσιν ἑῷ πάρος υἱέϊ δίῳ

かつてトロイアの人々の中で、

Εὐρυμάχῳ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἄκοιτιν.

彼が自らの高貴な息子エウリュマコスの妻とするために屋敷で彼女を養い育てていたからである。

ὃς δʼ ἐπεὶ οὖν τάρχυσε κλυτὴν Πριάμοιο θύγατρα

そしてアンテーノールが名高きプリアモスの娘を、

325

ἐγγὺς ἑοῖο δόμοιο, παραὶ Γανυμήδεος ἱρῷ

自らの館の近く、ガニュメーデースの神聖な塚の傍ら、

σήματι καὶ νηοῖο καταντίον Ἀτρυτώνης,

不屈の女神アテーナーの神殿の正面に葬ると、

δὴ τότε παύσατο κῦμα, κατευνήθη δὲ θύελλα

まさにそのとき波は止み、

σμερδαλέη, καὶ χεῦμα κατεπρήϋνε γαλήνη.

恐るべき嵐は鎮まり、穏やかな凪が潮流を和らげた。

οἱ δὲ θοῶς ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες

兵らは大いに歓声を上げ、

330

μέλποντες μακάρων ἱερὸν γένος ἠδʼ Ἀχιλῆα.

福楽なる神々の聖なる血統とアキレウスを歌い讃えながら、速やかに船へと向かった。

αἶψα δὲ δαῖτʼ ἐπάσαντο βοῶν ἀπὸ μῆρα ταμόντες

そして牛の腿肉を切り取って不死の神々に捧げ、

ἀθανάτοις· ἐρατὴ δὲ θυηπολίη πέλε πάντῃ·

直ちに宴の馳走を口にした。愛すべき犠牲の祭儀があちこちで執り行われた。

οἱ δέ που ἀργυρέοισι καὶ ἐν χρυσέοισι κυπέλλοιςπῖνον ἀφυσσάμενοι λαρὸν μέθυ· γήθεε δέ σφι

彼らは銀や金の杯から甘い酒を酌んで飲み、

335

θυμὸς ἐελδομένων σφετέρην ἐπὶ γαῖαν ἱκέσθαι.

故郷の地へ帰還することを切望してその心は歓喜に満ちた。

ἀλλʼ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,

しかし彼らが夕餉と祝宴に満ち足りると、

δὴ τότε Νηλέος υἱὸς ἐελδομένοισιν ἔειπεν·

そのときネーレウスの息子が熱望する兵らに向かって語りかけた。

κλῦτε, φίλοι, πολέμοιο μακρὴν προφυγόντες ὁμοκλήν,

「戦いの長き喊声を逃れた友らよ、

ὄφρα λιλαιομένοισιν ἔπος θυμῆρες ἐνίσπω·

熱望する者たちに私が心にかなう言葉を語るのを聞いてほしい。

340

ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη·

すでに喜ばしい帰郷の時が至っている。

ἀλλʼ ἴομεν· δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ

さあ行こう。アキレウスの勇猛な心も、

παύσατʼ ὀϊζυροῖο χόλου· κατέρυξε δὲ κῦμα

苦痛をもたらす怒りを確かに鎮めたのだ。

ὄβριμον Ἐννοσίγαιος· ἐπιπνείουσι δʼ ἀῆται

大地を揺るがす神も荒波を押し留められた。穏やかな風が吹き寄せており、

μείλιχοι· οὐδʼ ἔτι κῦμα κορύσσεται ἀλλʼ ἄγε νῆας

もはや波が立ち騒ぐこともない。

345

εἰς ἁλὸς οἶδμʼ ἐρύσαντες ἀναμνησώμεθα νόστου.

さあ、船を海の波へと引き下ろし、帰郷に思いを馳せよう。」

ὣς φάτʼ ἐελδομένοις· οἱ δʼ ἐς πλόον ἐντύνοντο.

彼が待ち望む兵らにこう語ると、彼らは船出の支度を整えた。

ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη,

そのとき、地上の人間たちにとって驚くべき前兆が現れた。

οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο

悲痛に満ちたプリアモスの妻が、

ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετʼ·3 ἀμφὶ δὲ λαοὶ

人間の身から苦悩に満ちた犬へと姿を変えたのである。

350

θάμβεον ἀγρόμενοι· τῆς δʼ ἅψεα λάϊνα πάντα

集まった軍勢はその周囲で驚嘆した。そして神は彼女のすべての肢体を石に変え、

θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι·

後世の人々にとっても大いなる奇跡とした。

καὶ τὴν μὲν Κάλχαντος ὑπʼ ἐννεσίῃσιν Ἀχαιοὶ

アカイア勢はカルカースの言いつけに従い、

νηὸς ἐπʼ ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου.

速く走る船で彼女をヘレースポントスの向こう側へと運んで安置した。

καρπαλίμως δʼ ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες

彼らは速やかに船を海中へと引き下ろし、

355

κτήματα πάντʼ ἐβάλονθʼ, ὁπόσʼ Ἴλιον εἰσανιόντεςληΐσσαντο πάροιθε περικτίονας δαμάσαντες,

かつてイーリオスへ上陸した際に周囲の住民を屈服させて略奪した品々や、

ἠδʼ ὁπόσʼ ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα

イーリオスそのものから運び出した品々をことごとく積み込んだ。

γήθεον, οὕνεκʼ ἕσαν μάλα μυρία· τοῖς δʼ ἅμα πολλαὶ

彼らはそれらの品々を、極めておびただしい数であったがゆえに最も喜んだ。

ληιάδες συνέποντο μάλʼ ἀχνύμεναι κατὰ θυμόν·

それらとともに多くの女の捕虜たちが心のうちで激しく悲しみながら付き従った。

360

αὐτοὶ δʼ ἐντὸς ἵκοντο νεῶν. ἀλλʼ οὔ σφισι Κάλχας

兵ら自身も船の内へと乗り込んだ。

ἕσπετʼ ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους

しかしカルカースは海へと急ぐ彼らに同行せず、

Ἀργείους κατέρυκε· Καφηρίσι γὰρ περὶ πέτρῃς

他のアルゴス勢をも引き留めようとした。カペーレウスの岩礁の周りで、

δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν.

ダナオス勢に襲いかかる恐ろしい破滅を恐れたからである。

οἱ δέ οἱ οὔτι πίθοντο· παρήπαφε γὰρ νόον ἀνδρῶν

しかし彼らは彼に従わなかった。

365

αἶσα κακή· μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς

悪しき運命が兵らの分別を惑わしたからである。ただ一人、預言の術をよく弁えていた、

Ἀμφίλοχος, θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου,

非の打ちどころなきアムピアラーオスの勇猛な息子アムピロコスだけが……

構文注3 件
  1. 14.300ὥς μʼ ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε / γαῖα χανοῦσα κάλυψε

    過去の実現しなかった願望を表す構文。通常 ὤφελον (ὄφελον) は不定詞を伴うが、ここでは直説法アオリスト κάλυψε が直接後続する破格(あるいは ὡς による願望文と ὤφελον の結合)となっている。分詞 χανοῦσα は「口を開けて」という付帯状況または様態を表す。

  2. 14.315ἐφʼ ὑστατίῃ βιότοιο

    前置詞 ἐπί に最上級形容詞 ὑστατίῃ が女性与格形で結合している。文脈上、省略された女性名詞(ὥρῃ「時」あるいは πνοῇ「息」)を補って「命の最後の時に/臨終の際に」と解する。

  3. 14.349ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετʼ

    前置詞 ἐκ は元の状態や素材を表し、γίγνομαι と結びついてある状態から別の状態への変身(「人間の身から犬となった」)を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:14.294-14.366