← スミュルナのクイントス

ホメロス後日譚

§14.221-14.293

ポリュクセネーの連行とヘカベーの嘆き

アキレウスの霊が去った後、ネオプトレモスは出航しようとするギリシア勢を引き留めて父の神託を伝え、ポリュクセネーが生贄として墓前へと連行される。娘の姿を見たヘカベーは予知夢を思い出し、惨状を激しく嘆き叫ぶ。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
221

αὐτὴν δʼ, εἴ κʼ ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται,

だが彼女自身については、命を奪ったのちに彼らが望むなら、

κούρην ταρχύσασθαι ἀπόπροθεν οὔτι μεγαίρω.

その乙女を遠く離れた地に葬ることを私は決して拒みはしない。」

ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ·

こう語ると、彼は速やかな疾風のごとく飛び去った。

αἶψα δʼ ἐς Ἠλύσιον πεδίον κίεν, ᾗχι τέτυκταιοὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίη τʼ ἄνοδός τε

そして直ちにエーリュシオンの野へと向かった。

ἀθανάτοις μακάρεσσιν· ὁ δʼ, ὁππότε μιν λίπεν ὕπνος,

そこにはいと高き天空から福楽なる不死の神々のための下り道と昇り道が備えられているのである。一方、眠りが去ったとき、

μνήσατο πατρὸς ἑοῖο· νόος δέ οἱ ἠῢς ἰάνθη.

彼は父のことを思い起こし、その高貴な心は喜びに満たされた。

ἀλλʼ ὅτʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια

しかし、夜を散らしながら暁の女神が広き天空へと昇り、

νύκτα διασκεδάσασα, φάνη δʼ ἄρα γαῖα καὶ αἰθήρ,

大地と天空が姿を現したとき、

230

δὴ τότʼ Ἀχαιῶν υἷες ἀπὲκ λεχέων ἀνόρουσανἱέμενοι νόστοιο, νέας δʼ ἐς βένθεα πόντου

まさにそのときアカイアの息子たちは帰郷を熱望して寝床から跳び起き、

εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρʼ αὐτοὺς

心のうちで歓声を上げながら船を海の深みへと引き下ろすところであった。

ἐσσυμένους κατέρυκεν1 Ἀχιλλέος ὄβριμος υἱός,

もしアキレウスの勇ましき息子が逸る彼らを引き留め、

εἰς ἀγορήν τʼ ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν·

集会へと呼び集めて父の命令を告げ知らせなかったならば。

235

κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων,

「戦に耐えるアルゴス勢の親愛なる子らよ、私の言葉を聞け。

πατρὸς ἐφημοσύνην ἐρικυδέος, ἥν μοι ἔνισπε

昨夜、寝床にて暗闇の中で眠っていた私に父が告げられた、

χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι·

名高き父の言いつけを。

φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν·

父は自らが永遠に生きる不死の神々の一員であると告げられた。

ἠνώγει δʼ ὑμέας τε καὶ Ἀτρείδην βασιλῆα,

そしてあなた方とアトレウスの子たる王に命じられた、

240

ὄφρα οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄγοιτε

戦の美しき褒賞として、

τύμβον ἐπʼ εὐρώεντα Πολυξείνην εὔπεπλον·

麗しき衣を纏ったポリュクセネーを陰気な墓前へと連れて行くようにと。

καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι·2

そして彼女を生贄に捧げたのち、遠く離れた地に葬るがよいと言われた。

εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν,

だが、もしあなた方が父を顧みずに海へ船を出すならば、

ἠπείλει κατὰ πόντον ἐναντία κύματʼ ἀείρας

海原に向かい風の波を巻き起こし、

245

λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδʼ ἐρύξειν.

船もろとも兵らを長きにわたってこの地に留め置くと脅されたのだ。」

ὣς φαμένου πείθοντο, καὶ ὡς θεῷ εὐχετόωντο·

彼がこう語ると兵らは従い、神に対するように祈りを捧げた。

καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ

実に深みにおいては風が荒れ狂い、

εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον, ἢ πάρος ἦεν,

嵐によって波が以前よりもさらに広く、

μαινομένου ἀνέμοιο· μέγας δʼ ὀροθύνετο πόντος

さらに間断なく沸き立っていたからである。

250

χερσὶ Ποσειδάωνος· ὁ γὰρ κρατερῷ Ἀχιλῆι

偉大なる海はポセイドーンの手によって揺り動かされていた。

ἦρα φέρεν· πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι

神は力強きアキレウスに好意を寄せておられたのだ。

ἐς πέλαγος· Δαναοὶ δὲ μέγʼ εὐχόμενοι Ἀχιλῆι

すべての突風が速やかに大海へと襲いかかった。ダナオス勢はアキレウスに大いに祈りを捧げ、

πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον·

皆一様に互いに次のように語り合った。

ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς·

「真にアキレウスは大いなるゼウスの血統であったのだ。

255

τῷ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθʼ ἡμῖν·

それゆえ今や神であり、かつて我らと共にいたとはいえ神なのだ。

οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος αἰών.

不死なる歳月は福楽なる神々の血統を滅ぼしはしないのだから。」

ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο·

こう語り合って、彼らはアキレウスの墓へと向かった。

τὴν δʼ ἄγον, ἠῢτε πόρτιν ἐς ἀθανάτοιο θυηλὰς

そして彼女を引いて行った。

μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες,

あたかも牧人たちが木立の中で母牛から引き離し、不死の神への生贄へと連れて行く雌の子牛のごとく。

260

ἡ δʼ ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ·

その子牛は高く叫び声を上げ、心を痛めて悲痛に鳴く。

ὣς τῆμος Πριάμοιο πάϊς περικωκύεσκε

そのようにそのときプリアモスの娘は敵の手の中で激しく泣き叫び、

δυσμενέων ἐν χερσίν· ἄδην δέ οἱ ἔκχυτο δάκρυ·

涙を尽きることなく流した。

ὡς δʼ ὁπότε βριαρῷ ὑπὸ χέρματι καρπὸς ἐλαίης

あたかもまだ冬の雨に黒ずんでいないオリーブの実が、

οὔπω χειμερίῃσι μελαινόμενος ψεκάδεσσιχεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ

重き石臼の下で多くの油を流し出し、

ἄρμενʼ ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν·ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς

力ある若者たちが締めつける縄の下で道具がきしりと長い音を立てるように、

ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος

そのように耐え忍ぶプリアモスの娘が情け知らぬアキレウスの墓へと引き立てられる際にも、

αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ·

激しい涙が嘆きとともに瞼から流れ落ちた。

270

καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο· δεύετο δὲ χρὼς

そして彼女の胸元は下から涙で満たされ、

ἀτρεκέως ἀτάλαντος ἐϋκτεάνῳ ἐλέφαντι.

真に高価な象牙に等しいその肌は濡れそぼった。

καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος

そしてそのとき、悲惨なる数々の喪失の上にさらに過酷な苦痛が、

τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν· ἐν δέ οἱ ἦτορ

耐え忍ぶヘカベーの心に落ちかかった。彼女の胸の内は、

μνήσατʼ ὀϊζυροῖο καὶ ἀλγινόεντος ὀνείρου,

先立ちし夜に眠りの中で見た、惨めで痛ましい夢を思い起こしたのである。

275

τόν ῥʼ ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί·

実に彼女は神のごときアキレウスの墓の前に立ち、

ἦ γὰρ ὀΐετο τύμβον ἔπʼ ἀντιθέου Ἀχιλῆος

嘆き悲しんでいる夢を見たのであった。

ἑστάμεναι γοόωσα, κόμαι δέ οἱ ἄχρις ἐπʼ οὖδας

髪は頭から大地まで乱れ落ち、

ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν

両の乳房からは赤き血が大地へと流れ、

ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα·

塚を濡らしていた。

280

τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα

この夢をめぐって恐れを抱き、大いなる災厄を予感して、

οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δʼ ἐπὶ μακρὸν ἀΰτει·

彼女は哀れに泣き叫び、嘆きながら高く声を張り上げた。

εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο

あたかも乳を張らせたばかりの雌犬が、

μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαραγεῦσα γάλακτι,

館の前で悲しげに長い遠吠えを上げ、

τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι

その幼き子らが光を見る前に主たちが猛禽の餌食とすべく遠くへ投げ捨てるや、

285

νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν,

あるときは吠えて悲しみ、

ἡ δʼ3 ὁτὲ μέν θʼ ὑλακῇσι κινύρεται, ἄλλοτε δʼ αὖτε

またあるときは遠吠えし、忌まわしい叫びが大気の中へと響き渡るように、

ὠρυθμῷ, στυγερὴ δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτή·

そのようにヘカベーは嘆き、

ὡς Ἑκάβη γοόωσα μέγʼ ἴαχεν ἀμφὶ θυγατρί·

娘をめぐって激しく叫び声を上げた。

ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δʼ ὕστατον ἀχνυμένη κῆρ

「ああ私よ、数多の災難に打ちのめされ、心を痛める私は、

290

κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν,

まず何を、最後に何を嘆き悲しむべきなのか。

υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίελπτα παθόντας,

恐ろしくも思いもよらぬ目に遭った息子たちや夫のことか、

ἢ πόλιν ἠὲ θύγατρας ἀεικέας, ἢ ἐμὸν αὐτῆς

あるいは都か、無残な娘たちのことか、

ἦμαρ ἀναγκαῖον καὶ δούλιον; οὕνεκα Κῆρες

それとも私自身の避けがたく隷属的な日々のことなのか。なぜなら死の女神たちが……」

構文注3 件
  1. 14.232εἰ μὴ ἄρʼ αὐτοὺς ἐσσυμένους κατέρυκεν

    直説法過去(未完了過去 εἷλκον)に続く εἰ μή 構文で、「…するところであった、もし〜が引き留めなかったならば」という過去の反実仮想の事態を事実性高く述べる表現。

  2. 14.242καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι

    間接話法における対格不定詞構文。ἔφη の補語として ταρχύσασθαι が置かれ、その意味上の主語であるギリシア軍兵士が分詞 ῥέξαντας(対格複数)として一致している。μιν(対格単数)は ταρχύσασθαι および ῥέξαντας の目的語(ポリュクセネー)。

  3. 14.282εὖτε κύων ... τῆς ἄπο νήπια τέκνα ... νόσφι βάλωσιν ... ἡ δʼ

    直喩の長文構造。主節(ὡς Ἑκάβη ... ἴαχεν)に先行する εὖτε(〜のときのように)節内で、関係代名詞節(τῆς ἄπο ... βάλωσιν)が挿入され、その後に主語を受け直す指示代名詞(ἡ δʼ)が置かれて動詞 κινύρεται に接続する構文的倒置・再開(anacoluthon/resumption)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:14.221-14.293