- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:11.73-11.142
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ヘロスの切断された腕の描写に続き、オデュッセウス、テウクロス、エウリュアロスら両軍の英雄たちが激しい殺戮戦を繰り広げる。そこへアポッローンが預言者ポリュメーストルの姿で現れ、並み居る敵と共闘するアイネイアースとエウリュマコスに、長命を定められているゆえに恐れず戦えと告げて立ち去る。
μαψιδίως· οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα,
虚しくも。男がそれを行動へと導くことはもはやなく、
ἀλλʼ αὕτως ἤσπαιρεν ἅτε βλοσυροῖο δράκοντος
ただ空しく震え動くばかりであり、
οὐρὴ ἀποτμηθεῖσʼ ἀναπάλλεται,1 οὐδέ οἱ ἀλκὴ
獰猛な大蛇の尾が切り落とされて跳ね回るが、
ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα διώξῃ·
痛めつけた者を追撃すべく険しき戦いへと向かう武勇がもはや伴わぬのと同様に、
ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν
まさにそのように強き心を持つ男の右手は槍に向かって奮戦せんと思い定めていたが、
ὥρμαινεν πονέεσθαι· ἀτὰρ μένος οὐκέτʼ ὀπήδει.
もはや気力は従わなかった。
αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον
一方、オデュッセウスはアイノスとポリュイドスを討ち取った。
ἄμφω Κητείους, τὸν δούρατι, τὸν δʼ ἀλεγεινῷ
ともにケートス人の出であり、一方は槍で、
ἄορι δῃώσας. Σθένελος δʼ ἕλε δῖον Ἄβαντα
他方は痛ましい剣で屠った。
αἰγανέην προϊείς· ἡ δʼ ἀσφαράγοιο διαπρὸ
またステネロスは投槍を放って気高きアバースを討ち倒した。それは咽喉をまっすぐに貫き、
ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίου ἦλθε τένοντα·
痛ましい項の腱へと達した。
λῦσε δʼ ἄρʼ ἀνέρος ἦτορ, ὑπέκλασε δʼ ἅψεα πάντα.
そして男の命を解き放ち、四肢の関節をことごとく挫いた。
Τυδείδης δʼ ἕλε Λαόδοκον, Μέλιον δʼ Ἀγαμέμνων,
テュデウスの子はラーオドコスを、アガメムノーンはメリオスを、
Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον· αὐτὰρ Ἀγήνωρ
デーイポボスはドリュアースとアルキモスを倒した。さらにアゲーノールは、
Ἵππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα,
ペーネイオス川のほとりからやって来た名高きヒッパソスを討ち取った。
ὅς ῥʼ ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν· οὐδʼ ἐρατεινὰ
だが彼は両親に愛しき養育の恩を返すことはなかった。
θρέπτρα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.
神が彼を挫いたからである。
ἔνθα Θόας ἐδάμασσε Λάλον καὶ ἀγήνορα Λύγκον,
そのときトアースはラロスと勇猛なリュンコスを屈服させ、
Μηριόνης δὲ Λυκῶνα, καὶ Ἀρχίλοχον Μενέλαος,
メリオネースはリュコーンを、メネラーオスはアルキロコスを討ち取った。
ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάασκε
彼はコーリュキアの尾根と、
πέτρην θʼ Ἡφαίστοιο περίφρονος, ἥ τε βροτοῖσι
聡明なヘーパイストスの岩の麓に住まう者であった。
θαῦμα πέλει· δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ
その岩は人間たちにとって驚異となっている。というのも、
ἄσβεστον νυκτός τε καὶ ἤματος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
そこには昼も夜も消えることのない倦むことを知らぬ火が燃え盛っており、
φοίνικες θαλέθουσι, φέρουσι δʼ ἀπείρονα καρπόν,
その周囲にはナツメヤシが繁茂し、
ῥίζης καιομένης ἅμα λάεσιν· ἀλλὰ τὸ μέν που
岩とともに根が焼かれながらも無数の果実を結んでいるからである。まさにそれこそは、
ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι.
不死の神々が後の世の人々が見るために造り出したものであろう。
Τεῦκρος δʼ Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην
テウクロスは、非の打ち所なきヒッポメドーンの子メノイテースが襲いかかってくるのを認め、
ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ·
素早く矢で射んと心に定めた。
καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν
そして心と手と目を整え、
ἰὸν ἀπὸ γναμπτοῖο κεράατος· ὃς δʼ ἀλεγεινὸν
曲がった弓から矢を狙い定めた。
ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα· τῷ δʼ ὕπο νευρὴ
矢は素早い手からその男へと痛ましく飛び放たれ、
εἰσέτι που κανάχιζεν·2 ὁ δʼ ἀντίον ἀσπαίρεσκε
その下で弓弦は今なお鳴り響いていた。彼は矢に射抜かれてその正面で身もだえした。
βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ
死の女神たちが矢とともに、
καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζεται ἀνδρῶν
男たちの心と気力が宿り、
καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι.
死への迅速な道が通ずる心臓の急所へと直ちに運ばれたからである。
Εὐρύαλος δʼ ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς
一方エウリュアロスは、たくましい手から遥か遠くへ巨大な石を投じ、
λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας·
トロイア軍の素早い陣列を揺るがした。
ὡς δʼ ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς
あたかも声高に鳴く鶴の群れに怒った野の見張りの男が、
οὖρος ἀνὴρ πεδίοιο μέγʼ ἀσχαλόων ἐπορούσῃ,
大いに苛立って駆け寄り、
δινήσας περὶ κρατὶ θοῇ χερὶ νεῦρα βόεια
素早い手で牛革の紐を頭の周りで振り回して正面から石を投げ、
λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δʼ ὑπὸ ῥοίζῳ
その風切り音によって空に広がる長い列を散らし、
ἠέρι πεπταμένας δολιχὰς στίχας, αἱ δὲ φέβονται,ἄλλη δʼ εἰς ἑτέρην εἰλεύμεναι ἀΐσσουσι
鳥たちが恐怖に駆られて以前の整然とした列を乱し、
κλαγγηδὸν μάλα πάγχυ, πάρος κατὰ κόσμον ἰοῦσαι·ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν
けたたましく叫び声をあげながら互いに密集して飛び去るかのようであった。
ὀβρίμου Εὐρυάλοιο· τὸ δʼ οὐχ ἅλιον φέρε δαίμων,ἀλλʼ ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος
そのように敵らは猛きエウリュアロスの恐るべき飛来物を恐れて散り散りになった。神はそれを無駄に運ばず、
θλάσσε περὶ γλήνῃσι· μόρος δʼ ἐκίχανεν ἀρητός.
兜もろともに強靭なメレースの頭部を眼球の周りで打ち砕いた。そして呪わしき死が彼を捉えた。
ἄλλος δʼ ἄλλον ἔπεφνε, περιστεναχίζετο δʼ αἶα·
ある者は別の者を討ち倒し、大地は一面に呻き響いた。
ὡς δʼ ὅτʼ ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο
あたかも激しい無辺の風が荒れ狂って吹き付け、
λάβρον, ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα
重々しく響く突風のもとで、
δένδρεα μακρὰ πέσῃσιν ὑπὲκ ῥιζέων ἐριπόντα
広大な平野の森のあちこちで高い木々が根こそぎ倒れ落ち、
ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών·
周囲の大地がことごとく轟くかのようであった。
ὣς οἵ γʼ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη
そのように彼らは砂塵の中に倒れ伏し、武具は凄まじく鳴り響き、
ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγʼ ἔβραχεν· οἱ δὲ κυδοιμοῦ
大地はあたり一面で大きく轟いた。
ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.
だが兵たちは苛烈な乱戦を念頭に置き、互いの間に苦難を課し合っていた。
καὶ τότʼ ἄρʼ Αἰνείαο μόλε σχεδὸν ἠῢς Ἀπόλλων
そのとき、
ἠδʼ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο·
美しきアポッローンがアイネイアースと賢明なアンテーノールの子エウリュマコスの近くへやって来た。
οἱ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς
二人はあたかも車の軛の下に並ぶ同年齢の強靭な牛の二頭のように、
ἄγχι μάλʼ ἑσταότες κατὰ φύλοπιν, εὖθʼ ὑπʼ ἀπήνῃδοιοὶ ὁμηλικίη κρατεροὶ βόες,3 οὐδʼ ἀπέληγον
戦いの中で極めて近くに立ち、
ὑσμίνης· τοὺς δʼ αἶψα θεὸς ποτὶ μῦθον ἔειπενμάντεϊ εἰδόμενος Πολυμήστορι, τόν ποτε μήτηρ
強大なアカイア勢を相手に戦い合って戦闘を止めることがなかった。神は素早く彼らに向かって言葉をかけた。
γείνατʼ ἐπὶ Ξάνθοιο ῥοαῖς θεράπονθʼ Ἑκάτοιο·
かつて母がクサントス川の河畔でヘカトスに仕える従者として産んだ予言者ポリュメーストルの姿となって。
Εὐρύμαχʼ Αἰνεία τε θεῶν γένος, οὔτι ἔοικεν
「エウリュマコスよ、そして神々の血を引くアイネイアースよ、
ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς
そなたらがアルゴス勢に屈することは全く相応しくない。なぜなら、
ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,
そなたらが混戦の中で戦うことを望むなら、
ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι
強大なるアレース自らもそなたらに立ち向かって喜ぶことはないからだ。
μακρὸν ἐπʼ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.
運命の女神たちがそなたら双方に長い生涯の果てを紡ぎ定めたからである。」
ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄϊστος ἐτύχθη·
そう語り終えると、神は風と交わって姿を消した。
- 11.74ἅτε βλοσυροῖο δράκοντος οὐρὴ ἀποτμηθεῖσʼ ἀναπάλλεται
接続詞 ἅτε に名詞 οὐρή と分詞 ἀποτμηθεῖσα が続き、定動詞 ἀναπάλλεται を受ける直喩構文。直前の μαψιδίως... ἤσπαιρεν を説明し、切断された尾が反射的に跳ね回る様子と、ヘロスの切り落とされた右腕が無目的に動く様を対応させている。
- 11.103τῷ δʼ ὕπο νευρὴ εἰσέτι που κανάχιζεν
前置詞 ὕπο は与格 τῷ(矢)にかかる、あるいは副詞的に用いられて矢が放たれた背後・下方の状況を示す。「矢が放たれ、その背後(下)で弓弦が今なお鳴り響くうちに」という、矢の射出直後の緊迫した時間の近接性を表している。
- 11.133δοιοὶ ὁμηλικίη κρατεροὶ βόες
女性名詞 ὁμηλικίη は抽象名詞「同年齢」であるが、ここでは叙述的・副詞的に、あるいは内同格的に用いられ、「同齢の(二頭の雄牛)」の意味を表す。二人の武将が歩調を合わせて並び立つ様子を軛の下の二頭の牛に喩えている。
