- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:11.143-11.215
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
神の力に鼓舞されたアイネイアースとエウリュマコスらが猛攻を仕掛けてアカイア軍を敗走させ、アゲーノールによる馭者の手の切断やアイネイアースによるアイタリデースの討伐などの殺戮が繰り広げられる。
οἱ δὲ νόῳ φράσσαντο θεοῦ μένος· αἶψα γὰρ αὐτοῖς
彼らは心のうちに神の武勇を悟った。
θάρσος ἀπειρέσιον κατεχεύατο· μαίνετο δέ σφι
直ちに彼らに無辺の勇気が注ぎ込まれたからである。
θυμὸς ἐνὶ στήθεσσι, καὶ ἔνθορον Ἀργείοισιν,
彼らの胸の中では気概が狂い立ち、
ἀργαλέοις σφήκεσσιν ἐοικότες, οἵ τʼ ἀλεγεινὸν
獰猛なスズメバチに似てアルゴス勢に襲いかかった。
ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις,
スズメバチは心からの激しい怒りを抱いてミツバチに襲いかかる、
ἅς τε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ
秋に干し葡萄の周りを飛んでいるのを見たり、
ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας·ὣς ἄρα Τρώιοι υἷες ἐϋπτολέμοισιν Ἀχαιοῖς
あるいは巣から飛び出してくるところを見たりして。
ἔνθορον ἐσσυμένως· κεχάροντο δὲ Κῆρες ἐρεμναὶ
そのようにトロイアの子らは戦巧者なアカイア勢に猛然と襲いかかった。戦う者たちを見て黒き死の女神たちは喜び、
μαρναμένων· ἐγέλασσε δʼ Ἄρης· ἰάχησε δʼ Ἐνυὼ
アレースは哄笑し、エニュオーは凄まじく叫び、
σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.οἱ δʼ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάϊζον
彼らのきらめく武具は大きく鳴り響いた。
χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ
彼らは抗いがたい両手で敵らの無数の軍勢を薙ぎ倒した。兵たちは、
αὕτως, ἠΰτʼ ἄμαλλα θέρευς εὐθαλπέος ὥρῃ,ἥν ῥά τʼ ἐπιστέρχωσι θοοὶ χέρας ἀμητῆρες1
暖かき夏の季節に、
δασσάμενοι κατʼ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα·
素早い手を持つ刈り手たちが広大な畑の長い畝を分担して急ぎ刈り倒す束のように次々と倒れていった。
ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγεςμυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα
そのように彼らの手の前で無数の陣列が崩れ落ち、
αἵματι πλημμύρεσκεν· ἔρις δʼ ἄρʼ ἰαίνετο θυμῷ
大地は周囲一面死骸に満ちて血で溢れかえった。
ὀλλυμένων· οἱ δʼ οὔτι κακοῦ παύοντο μόθοιο,
争いの女神は滅びゆく者たちを見て心で喜んだ。彼らは邪悪な戦闘をやめず、
ἀλλʼ ἅτε μῆλα λέοντες ἐπήιον· οἱ δʼ ἄρα φύζης
ライオンが羊を襲うように襲いかかった。一方、
λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
足にいまだ傷つかぬ力が残っていた者たちは皆、
φεῦγον, ὅσοις ἀδάϊκτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.
惨めな敗走を念頭に置き、破滅的な戦争から逃走した。
υἱὸς δʼ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει
賢明なアンキーセースの子は敵の背後から常に付き従い、
δυσμενέων μετόπισθεν ὑπʼ ἔγχεϊ νῶτα δαΐζων,
槍で背中を刺し貫き、
Εὐρύμαχος δʼ ἑτέρωθεν· ἰαίνετο δʼ ἄμβροτον ἦτορ
エウリュマコスは別の側から同様にした。
ὑψόθεν εἰσορόωντος ἑκηβόλου Ἀπόλλωνος.
高みから見下ろす遠矢射るアポッローンの不死の心は喜びに満ちた。
ὡς δʼ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον
あたかも、
ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπʼ ἀμητῆρσι δαμῆναι,
刈り手たちによって束が倒される前に乾いた穀草畑に入り込む肥えた豚たちに対して、
ἀντίʼ ἐπισσεύῃ κρατεροὺς κύνας, οἱ δʼ ὁρόωντες
ある男が獰猛な犬どもをけしかけ、
ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς
豚たちは突進してくる犬どもを見て震え上がり、
εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
もはや餌のことなど気にも留めず、全員で一斉に痛ましい敗走に向かい、
πανσυδίῃ, τοὺς δʼ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες
犬どもは素早く足元で追いついて後ろから容赦なく噛み裂き、
ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται
豚たちは甲高く悲鳴をあげながら逃げ惑い、
μακρὸν ἀνιύζοντες, ἄναξ δʼ ἐπιτέρπετʼ ἀρούρης·
畑の主人は喜ぶかのようである。
ὣς ἄρʼ ἰαίνετο Φοῖβος, ὅτʼ ἔδρακεν ἐκ πολέμοιο
そのようにポイボスは、
φεύγοντʼ Ἀργείων πουλὺν στρατόν· οὐ γὰρ ἔτʼ αὐτοῖς
アルゴス勢の膨大な軍勢が戦場から逃げ去るのを見て喜んだ。
ἔργʼ ἀνδρῶν μεμέλητο· πόδας δʼ εὔχοντο θεοῖσιν
もはや彼らは男の業を気にかけることもなく、
ὦκα φέρειν· μούνοις γὰρ ἔτʼ ἐν ποσὶν ἔπλετο νόστου
足が素早く運んでくれるよう神々に祈った。
ἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων
ただ足にのみ帰還の望みがあったからである。エウリュマコスとアイネイアース、そしてその仲間たちが、
Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.
槍を振るって猛り狂いながら全員に襲いかかっていたからである。
ἔνθα τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,
そのときアルゴス勢の誰かが、自らの武勇を固く信じたか、
ἢ Μοίρης ἰότητι, λιλαιομένης μιν ὀλέσσαι,
あるいは彼を滅ぼさんとするモイラの意志によるものか、
φεύγοντʼ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκεγνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται
悪しき響きの戦いから逃げようとする馬を引き留め、
ἀντία δυσμενέων· τὸν δʼ ὀβριμόθυμος Ἀγήνωρπαρφθάμενος μυῶνα κατʼ ἀλγινόεντα δάϊξεν
敵に立ち向かって戦わんと混戦へ急ぎ向けようとした。だが剛毅な心のアゲーノールが先回りして、
ἀμφιτόμῳ βουπλῆγι· βίῃ δʼ ὑπόειξε σιδήρου
両刃の牛追い斧で痛みに満ちた腕の筋肉を切り裂いた。傷ついた腕の骨は鉄の力に屈し、
ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα
周りの腱はたやすく刈り取られ、
ῥηιδίως ἤμησε· φλέβες δʼ ὑπερέβλυσαν αἷμα·
血管から血が噴き出した。
ἀμφεχύθη δʼ ἵπποιο κατʼ αὐχένος· αἶψα δʼ ἄρʼ αὐτὸς
血は馬の首筋一面に注がれ、
κάππεσεν ἀμφὶ νέκυσσι· λίπεν δʼ ἄρα χεῖρα κραταιὴν
直ちにその男自身は死骸の周りに崩れ落ちた。そして彼の強健な手は、
στερρὸν ἔτʼ ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ,2
よく曲がった手綱を今なお固く握りしめたまま、
οἵη ἔτι ζώοντος ἔην· μέγα δʼ ἔπλετο θαῦμα,
生きていた時の姿をとどめて残された。それは大いなる驚異となった。
οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθʼ αἱματόεσσα
手綱から血まみれの手がぶら下がり、
Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα·
アレースの指示によって敵らに恐怖をもたらしていたからである。
φαίης κεν χατέουσαν ἔθʼ ἱππασίης πονέεσθαι.3
馬を駆る業を欲してなお働いているかのようであった。
σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.Αἰνείας δʼ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ
馬は討ち取られた主人の標を乗せて走っていた。
Αἰθαλίδην· αἰχμὴ δὲ παρʼ ὀμφαλὸν ἐξεπέρησεν
アイネイアースはアイタリデースを腰の上から槍で突いて討ち倒した。
ἔγκατʼ ἐφελκομένη· ὁ δʼ ἄρʼ ἐν κονίῃσι τανύσθη
槍先は臍の傍らを貫き出て内臓を引きずり出した。彼は塵の中に倒れ伏し、
συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν
内臓もろともに槍先を両手で掴み、
δεινὰ μάλα στενάχων, γαίῃ δʼ ἐνέρεισεν ὀδόντας
激しく呻き声をあげ、
βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.
咆哮しながら大地に歯を食い込ませた。そして魂と苦痛が男を去った。
Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο,
アルゴス勢は牛の群れのように怯え惑った。
οὕς τʼ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ
軛と鋤の下で激しく励んでいる牛たちを、
τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος
血を欲するアブが細長い口先で脇腹の下を刺し、
αἵματος ἱέμενος, τοὶ δʼ ἄσπετον ἀσχαλόωντες
牛たちは大いに苛立ち暴れて農作業から遠く逃げ去り、
ἔργου ἑκὰς φεύγουσιν, ἐπὶ σφίσι δʼ ἄχνυται ἀνὴρἀμφότερον πονέων τε πόνον, τρομέων τʼ ἐπὶ βουσί,μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου
男は過酷な労働に苦しみつつ、
κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας·
後から突き進んでくる鋤の容赦なき鉄刃が足に当たって腱を断ち切るのではないかと牛たちを心配して心を痛める。
ὣς Δαναοὶ φοβέοντο· περὶ σφίσι δʼ ἄχνυτο θυμὸν
そのようにダナオス勢は怯え逃げ惑い、胸の内で心を痛めていた。
- 11.157θοοὶ χέρας ἀμητῆρες
χέρας は状態・観点を限定する関係の対格(限定の対格)。形容詞 θοοί(素早い)に係る。「手において素早い、敏捷な手つきの刈り手たち」の意。
- 11.195στερρὸν ἔτʼ ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ
ἐμπεφυυῖαν(ἐμφύω の完了能動分詞女性対格単数)は χεῖρα を修飾する。通常 ἐμφύω は ἐν+与格を伴うが、ここでは緊密な固着・接触の対象を表す接触の属格(ἐϋγνάμπτοιο χαλινοῦ)を直接支配している。
- 11.199φαίης κεν χατέουσαν ἔθʼ ἱππασίης πονέεσθαι.
φαίης κεν(ἄν+希求法2人称単数)は潜在・仮想を表す表現(「人は〜と言うであろう」)。不定詞 πονέεσθαι の意味上の主語として分詞 χατέουσαν(女性単数対格)が置かれており、前述の χεῖρα を指している。
