← パノポリスのノンノス

ディオニュシアカ

§7.279-7.368

ゼウスとセメレーの合歓と神子の受胎

ゼウスは夜を待ち焦がれて太陽や月や夜に語りかけ、テーバイのセメレーの寝所へと降臨してディオニューソスの様々な姿を予示しながら契りを結び、彼女に自らの正体を明かして不死の息子の誕生を約束する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
279

θάμβος ἔχων· φιλίῳ γὰρ ἔρως πέλε θαύματι γείτων.

驚嘆を抱きながら。愛は親愛なる驚嘆の隣人であったからである。

280

καὶ μόγις εἰς πόλον ἦλθε δολοπλόκος ὑψιμέδων Ζεὺς

そして計略を巡らす高みを統べるゼウスは、

ἔνθεον ἀμφιέπων παλινάγρετον εἶδος ὀπωπῆς.

神的な本来の姿を取り戻しつつ、辛うじて天球へと帰還した。

καὶ νυχίης ἐθέλων Σεμέλης ἐπιβήμεναι εὐνῆς

そして夜のセメレーの褥へと昇ることを欲して、

εἰς δύσιν ὄμμα τίταινε, πότε γλυκὺς Ἕσπερος ἔλθῃ·

甘美な宵の明星がいつ来るのかと日没の彼方へ視線を伸ばした。

καὶ δολιχὴν Φαέθοντος ἐμέμφετο δείελον ὥρην,

そしてパエトーンの長き午後の刻限を咎め、

285

καὶ φιλίοις στομάτεσσι δυσίμερον ἴαχε φωνήν·

親愛なる口許から焦燥に満ちた叫びを放った。

Ἔννεπε, Νὺξ χρονίη, φθονερὴ πότε δύεται Ἠώς;

「告げよ、遅滞する夜よ、嫉妬深き暁はいつ沈むのか。

ἀλλὰ σὺ δαλὸν ἄειρε Διὸς προκέλευθον Ἐρώτων,

いざ、汝よ、ゼウスのエロースたちの先触れとなる松明を掲げよ、

λαμπάδα νυκτιπόλοιο προθεσπίζουσα Λυαίου

夜を巡るリュアイオスの灯火を予言しながら。

ζηλήμων Φαέθων με βιάζεται· ἦ ῥα καὶ αὐτὸς

妬み深きパエトーンが余を圧迫する。彼もまたセメレーに想いを寄せ、

290

ἱμείρει Σεμέλης καὶ ἐμοὶ ποθέοντι μεγαίρει;

情熱を抱く余に嫉妬しているというのか。

ἠέλιε, κλονέεις με καὶ εἰ μάθες οἶστρον Ἐρώτων·

太陽よ、エロースたちの激しい刺戟を知りながら、汝は余を苛む。

φειδομένῃ μάστιγι πόθεν βραδὺν ἵππον ἱμάσσεις;

手加減した鞭で、なぜ鈍き馬を打つのか。

οἶδα καὶ ὀξυτάτην ἑτέρην δύσιν· ἢν ἐθελήσω,

余は別の一瞬の没落をも知っている。もし余が望むなら、

καὶ σὲ καὶ ἠριγένειαν ἐμοῖς νεφέεσσι καλύψω,

汝をも暁をも我が雲で覆い隠そう。

295

καὶ σέο κευθομένοιο φανήσεται ἠματίη Νὺξ

そして汝が隠されるとき、昼の夜が現れ、

Ζηνὸς ἐπειγομένοιο γαμοστόλος, ὄφρα φαείνῃ

急ぐゼウスの婚礼の導き手となろう、

ἄστρα μεσημβρίζοντα, καὶ ἠθάδα πομπὸν Ἐρώτων

真昼に星々を輝かせ、

ἕσπερον ἀντέλλοντα καὶ οὐ δύνοντα τελέσσω.1

エロースたちの親しき先駆けたる宵の明星を昇らせて沈まぬものとするために。

ἀλλὰ τεὸν προκέλευθον Ἑωσφόρον εἰς δύσιν ἕλκων

だが汝の先駆けたる暁の明星を日没へと引き寄せ、汝自身のため、

300

σοὶ καὶ ἐμοὶ ποθέοντι χαρίζεο, παννύχιος δὲ

また情熱を抱く余のために恵みをもたらすがよい。

σῆς Κλυμένης ἀπόναιο, καὶ εἰς Σεμέλην ταχὺς ἔλθω.

そして夜通し汝のクリュメネーを愛撫するがよい、余が速やかにセメレーのもとへと赴くことができるように。

ζεῦξον ἐμοὶ τεὸν ἅρμα, φαεσφόρε καὶ σὺ Σελήνη,

光を運ぶ汝セレーネーよ、植物を育む煌めきを送りつつ、

μαρμαρυγὴν πέμπουσα φυτηκόμον, ὅττι γενέθλην

我がために汝の車駕に軛をつけよ。

θεσπίζει γάμος οὗτος ἀεξιφύτου Διονύσου,

この婚礼が草木を成長させるディオニューソスの誕生を告げているのだから。

305

καὶ Σεμέλης ἐρατοῖσιν ἐπαντέλλουσα μελάθροις

そしてセメレーの愛らしき館に昇り、

λάμψον ἐμοὶ ποθέοντι σὺν ἀστέρι Κυπρογενείης,

キュプロス生まれの女神の星とともに、情熱を抱く余のために輝くがよい。

καὶ γλυκερὴν μήκυνε Διὸς θαλαμηπόλον ὄρφνην.

そしてゼウスの寝室に仕える甘美な闇を長く引き延ばすがよい」

τοῖα πατὴρ ἀγόρευε, τά περ πόθος οἶδε κελεῦσαι.

父なる神はそのように語った、情熱が命ずることを弁えているまさにその言葉を。

ἀλλʼ ὅτε οἱ σπεύδοντι χαμαιγενὲς ἅλμα τιταίνων

だが急ぐ彼のために、地から生じた跳躍を伸ばすように、

310

ἀκροτενὴς περίμετρος ἀνέδραμε κῶνος ὀμίχλης,2

先端の伸びた霧の円錐がめぐり昇り、沈みゆく暁の向かいの影として湿れる暗がりをもたらすと、

δυομένης ζόφον ὑγρὸν ἄγων ἀντίσκιον Ἠοῦς,

そのとき大気の中のゼウスは、

ἀστερόεν τότε δῶμα παρέστιχεν ἠέριος Ζεὺς

セメレーの婚礼へと星の散りばめられた館を後にした。

εἰς Σεμέλης ὑμέναιον, ἀτεκμάρτῳ δὲ πεδίλῳἅλμα θορὼν πρώτιστον ὅλην παρεμέτρεε ταρσῷ

そして不可知の履き物をもって最初の跳び上がりを果たすと、

315

ἀτραπὸν ἠερίην· τὸ δὲ δεύτερον ἵκετο Θήβην

足裏で大気の小道全体を一気に踏み越えた。そして二度目の跳躍で、翼のごとく、

ὡς πτερὸν ἠὲ νόημα· διεσσυμένῳ δὲ μελάθρου

あるいは思考のごとく速やかにテーバイへと到達した。 そして彼が館へと駆け抜けると、

αὐτόματοι πυλεῶνος ἀνωίχθησαν ὀχῆες.

門の閂は自然に開け放たれた。

καὶ Σεμέλην φιλίῳ παλάμης ἠγκάσσατο δεσμῷ,

そしてセメレーを手の愛の絆で抱き締めた。

πῇ μὲν ὑπὲρ λεχέων βοέην μυκώμενος ἠχώ,

あるときは寝床の上で牡牛の唸り声を響かせ、

320

ἀνδρομέοις μελέεσσιν ἔχων κερόεσσαν ὀπωπήν,

人間の肢体の上に角ある容貌を備えて、角あるディオニューソスと同質の似姿となり、

ἰσοφυὲς μίμημα βοοκραίρου Διονύσου,πῇ δὲ λεοντείην πυκινότριχα δύσατο μορφήν,

あるときは毛深い獅子の姿を纏い、

ἄλλοτε πόρδαλις ἦεν, ἅτε θρασὺν υἷα φυτεύων,

またあるときは豹となり、まるで猛々しい息子、

πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων·

豹を駆り獅子を操る御者を宿すかのようであった。

325

ἄλλοτε μιτρωθεῖσαν ὑπὸ σπείρῃσι δρακόντωννυμφίος ἀμπελόεντι κόμην ἐσφίγγετο δεσμῷ,

またあるときは、蛇たちの巻線によって冠を戴いた髪を、花婿は葡萄の蔓の結び目で引き締め、

οἴνοπα δινεύων ἑλικώδεα κισσὸν ἐθείρης,

頭髪の波打つ濃き葡萄酒色の蔦を揺らめかせた、

Βάκχου πλεκτὸν ἄγαλμα· δράκων δέ τις ἀγκύλος ἕρπων

バッコスの編み込まれた栄誉の印として。 そして一匹の身をくねらせる蛇が這い寄り、

ταρβαλέης λιχμᾶτο ῥοδόχροον αὐχένα νύμφης

恐怖に怯える花嫁の薔薇色の頸を穏やかな唇で舐め、

330

χείλεσι μειλιχίοισι, κατὰ στέρνοιο δὲ βαίνωνἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν,

胸の上を伝いながら、たわまぬ乳房の丸き輪に巻き付いて、

συρίζων ὑμέναιον, ἐυσμήνοιο μελίσσης

蜜蜂の甘い蜜を注ぎ出しながら婚礼の笛の音を鳴らした、

ἡδὺ μέλι προχέων, οὐ λοίγιον ἰὸν ἐχίδνης.

毒蛇の破滅の毒ではなく。

Ζεὺς δὲ γάμῳ δήθυνε, καὶ ὡς παρὰ γείτονι ληνῷ

ゼウスは婚礼を長引かせ、あたかも近隣の圧搾槽のそばにいるかのようにエウイオスの叫びを轟かせ、

335

εὔιον ἐσμαράγησε, φιλεύιον υἷα φυτεύων·

エウイオスを愛する息子を宿した。

καὶ στόματι στόμα πῆξεν ἐρωμανές, ἱμερόεν δὲ

そして愛に狂う口に口を重ね、甘美なるネクタールを湧き出させながら、夫はセメレーを酔わせた、

νέκταρ ἀναβλύζων Σεμέλην ἐμέθυσσεν ἀκοίτης,νεκταρέης ἵνα παῖδα τέκῃ σκηπτοῦχον ὀπώρης,

彼女がネクタールの果実を支配する息子を産み落とすように、

ἄγγελον ἐσσομένων λαθικηδέα βότρυν ἀείρων,

憂いを忘れさせる未来の葡萄の房を先触れとして掲げ、

340

πυρσοφόρῳ νάρθηκι καταχθέα πῆχυν ἐρείσας·

松明を運ぶ巨大なフェンネルに重みを負った腕を預けながら。

ἄλλοτε θύρσον ἄειρε πολύπλοκον οἴνοπι κισσῷ,

またあるときは葡萄酒色の蔦を複雑に編み込んだテュルソスを掲げ、

δέρμα φέρων ἐλάφοιο· γυναιμανέος δὲ φορῆος

鹿の皮を身にまとった。 そして女たちを狂わせる主の左腕には、

λαιῷ ποικιλόνωτος ἐσείετο νεβρὶς ἀγοστῷ.

まだらな背の小鹿の皮が揺れていた。

γαῖα δὲ πᾶσα γέλασσε, καὶ αὐτοφύτοισι πετήλοιςὄρχατος ἀμπελόεις Σεμέλης περιδέδρομεν εὐνήν,

そして大地はことごとく微笑み、自然に生え出た葉をもって葡萄の園がセメレーの寝床を取り巻き、

καὶ δροσεροῦ λειμῶνος ἀνέβρυον ἄνθεα τοῖχοι

ブロミオスの誕生をめぐって壁々は露を帯びた野の花々を噴き出させた。

ἀμφὶ γονῇ Βρομίοιο, καὶ ἀννεφέλων ἐπὶ λέκτρων

そして雲なき褥の上で、

βρονταίοις πατάγοισιν ἐπέκτυπεν ἐνδόμυχος Ζεὺς

奥深くに潜むゼウスは雷鳴の轟きをとどろかせ、

τύμπανα νυκτελίοιο προθεσπίζων Διονύσου.

夜のディオニューソスの太鼓の響きを予言した。

350

καὶ Σεμέλην μετὰ λέκτρα φίλῳ προσπτύξατο μύθῳ

そして同衾ののちに、ゼウスは愛ある言葉でセメレーを抱擁し、

ἐλπίσιν ἐσσομένῃσι παρηγορέων ἕο νύμφην·

未来の希望によって己の花嫁を慰めた。

Εἰμί, γύναι, Κρονίδης σέο νυμφίος· αἰθερίῳ μὲν

「婦人よ、余はクロノスの御子、汝の婿である。

αὐχένα γαῦρον ἄειρε συναπτομένη παρακοίτῃ,

天上の配偶者と結ばれた誇り高き頸を掲げよ、

μείζονα δὲ βροτέης μὴ δίζεο μέτρα γενέθλης.

だが人間の血統の尺度を超えるものを求めるな。

355

οὔ σοι ἐριδμαίνει Δανάης γάμος· ἀλλὰ καὶ αὐτῆςπατροκασιγνήτης βοέων ὑμέναιον Ἐρώτων

ダナエーの婚姻も汝と競うことはできぬ。それどころか、

ἔκρυφες· Εὐρώπη γὰρ ἀγαλλομένη Διὸς εὐνῇ

〔汝の〕父の姉妹であるかの女が牡牛のエロースたちと結んだ婚礼すらも汝は覆い隠した。 なぜならエウローペーはゼウスの寝床を誇りつつクレーテーへと渡ったが、

ἤλυθεν εἰς Κρήτην, Σεμέλη δʼ ἐς Ὄλυμπον ἱκάνει.

セメレーはオリュンポスへと至るのだから。

τί πλέον ἤθελες ἄλλο μετʼ αἰθέρα καὶ πόλον ἄστρων;

天空と星々の天球ののちに、汝は他に何を余計に望むというのか。

360

καί ποτέ τις λέξειεν, ὅτι Κρονίδης πόρε τιμὴν

いつの日か誰かが、

νερτερίῳ Μίνωι καὶ οὐρανίῳ Διονύσῳ.

クロノスの御子は冥府のミーノースと天上のディオニューソスとに栄誉を授けたと語るであろう。

ἀλλὰ μετʼ Αὐτονόης βροτὸν υἱέα καὶ τόκον Ἰνοῦς,3

それゆえアウトノエーの死すべき息子、

τὸν μὲν ἑοῖς σκυλάκεσσι δεδουπότα, τὸν δὲ τοκῆος

またイーノーの子――一方は己の猟犬らに倒れ、他方は子を殺す父の翼ある矢によって死ぬ運命にある――ののちに、

παιδοφόνου μέλλοντα θανεῖν πτερόεντι βελέμνῳ,

また狂乱のアガウエーの短命なる息子ののちに、

365

καὶ μετὰ λυσσαλέης μινυώριον υἱὸν Ἀγαύης

汝は朽ちることのない息子を産み落とすがよい、

ἄφθιτον υἷα λόχευε, καὶ ἀθανάτην σε καλέσσω·

そうすれば余は汝を不死の者と呼ぼう。

ὀλβίη, ὅττι θεοῖσι καὶ ἀνδράσι χάρμα λοχεύσεις

神々と人間たちへの歓喜を産み落とし、

υἱέα κυσαμένη βροτέης ἐπίληθον ἀνίης.

人間の苦患を忘れさせる息子を宿す汝は、幸いなる者である」

構文注3 件
  1. 7.296ὄφρα φαείνῃ / ἄστρα μεσημβρίζοντα, καὶ ἠθάδα πομπὸν Ἐρώτων / ἕσπερον ἀντέλλοντα καὶ οὐ δύνοντα τελέσσω

    接続詞 ὄφρα(〜のために、〜する目的で)が導く目的節において、接続法 φαείνῃ(照らす、輝く)と τελέσσω(接続法アオリストあるいは未来形)が並列されている。τελέσσω は「〜とする、成就させる」の意で、二重対格(ἕσπερον を ἀντέλλοντα καὶ οὐ δύνοντα となす)を取る。

  2. 7.310ἀκροτενὴς περίμετρος ἀνέδραμε κῶνος ὀμίχλης

    地球の影が円錐状に大気中に伸びる天文学的現象を詩的に表現した箇所。主語は κῶνος ὀμίχλης(霧の円錐)、これに形容詞 ἀκροτενής(先端を伸ばした)と περίμετρος(円周の、円錐を取り巻く)が係り、語順の離隔(hyperbaton)を成している。

  3. 7.362ἀλλὰ μετʼ Αὐτονόης βροτὸν υἱέα καὶ τόκον Ἰνοῦς

    前置詞 μετά(対格とともに「〜ののちに」)が率いる名詞句が並列され(Autonoe の息子、Ino の子、次行の Agave の息子)、主文の命令法 ἄφθιτον υἷα λόχευε(不死の息子を産め)にかかる構造。セメレーの姉妹たちの子の悲惨な死(アクタイオーン、レアルコス、ペンテウス)と、セメレーが産むべき不死の神(ディオニューソス)が対比されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:7.279-7.368