← パノポリスのノンノス

ディオニュシアカ

§7.177-7.278

沐浴するセメレーと鷲に変じたゼウスの凝視

川で身を清めるセメレーにエロースの矢で射られたゼウスは、鷲に変じて彼女の裸体を間近で見つめ、水底のナーイアスはその神々しい美しさに驚嘆の声を上げる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
177

εἰς ῥόον, εἰς ἀνέμους ἀπεσείσατο τάρβος ὀνείρων.

流れの中へ、風の中へと夢の恐怖を振り払った。

οὐκ ἀθεεὶ δὲ ῥέεθρα μετήιεν, ἀλλά ἑ κείνου

彼女が流れに向かったのは神の意志によらぬことではなく、

εἰς προχοὰς ποταμοῖο προμάντιες ἤγαγον Ὧραι

未来を告げるホーライたちがかの川の河口へと彼女を導いたのである。

190

οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀμφὶ δὲ κούρῃ

そしてすべてを見通すゼウスの目を逃れることもなかった。乙女のまわりで、

ὑψιφανὴς ἐλέλιζεν ἀτέρμονα κύκλον ὀπωπῆς.

高みにある神は尽きることのない視線の円環を巡らせていた。

καὶ βιοτῆς ἐπίκουρον ἐν ἠέρι τόξον ἀνέλκων

そして天空で命を支える弓を引き絞りながら、

πατρὸς ὀπιπευτῆρος Ἔρως ἀντώπιος ἔστη,

エロースは見つめる父と向かい合って立ちふさがった、

τοξευτὴρ ἀκίχητος· ἐπʼ ἀνθοκόμῳ δὲ βελέμνῳ

追いつくことのできぬ射手として。 花咲く矢の上で弦は煌めき、

195

νευρὴ μὲν σελάγιζεν, ὀπισθοτόνοιο δὲ τόξου

後方に反った弓が引かれると、

ἑλκομένου ῥοίζησε σοφὸν βέλος Εὔιον ἠχώ.

巧みな矢はエウイオスの叫びの響きを立てた。

Ζεὺς δὲ πατὴρ σκοπὸς ἦεν ὁ τηλίκος· οὐτιδανῷ δὲ

父なるゼウスはそのような偉大さでありながら標的となり、

αὐχένα κάμψεν Ἔρωτι· καὶ εἴκελος ἀστέρος ὁλκῷ

取るに足らぬエロースへと首を垂れた。 そして星の軌跡にも似て、

συριγμῷ γαμίῳ δεδονημένος ἰὸς Ἐρώτων

婚礼の笛の音に震えながら、

200

εἰς κραδίην Διὸς ἦλθε παράτροπος ἔμφρονι παλμῷ,

エロースたちの矢は知恵ある羽ばたきとともにゼウスの心へと逸れて入り込み、

ἀκροτάταις γλυφίδεσσιν ἐπιγράψας πτύχα μηροῦ,1

矢筈の先端で腿のひだをかすめて、

ἐσσομένου τοκετοῖο προάγγελος. ἔνθα Κρονίων

やがて来る出産の先触れとなった。 そのときクロノスの御子は、

ἄστατον ὄμμα φέρων γαμίης ὀχετηγὸν ἀνάγκης

婚礼の必然を運ぶ定まらぬ目を向けながら、

παρθενικῆς ἐς ἔρωτα πόθου μαστίζετο κεστῷ·

乙女への愛ゆえに情熱の飾り帯に打ち据えられた。

205

καὶ Σεμέλην ὁρόων ἀνεπάλλετο, μὴ σχεδὸν ὄχθης

そしてセメレーを見るや、

Εὐρώπην ἐνόησε τὸ δεύτερον·2 ἐν κραδίῃ δὲ

岸の傍らにエウローペーを二度目に認めたのではないかと胸を高鳴らせ、

κάμνε πάλιν Φοίνικα φέρων πόθον· ἀγλαΐης γὰρ

ポエニキアの情熱を抱いて心のうちで再び苦悶した。

τῆς αὐτῆς τύπον εἶχεν, ἀεὶ δέ οἱ ἀμφὶ προσώπῳ

かの乙女は同じ輝きの容姿を持ち、

πατροκασιγνήτης ἀμαρύσσετο σύγγονος αἴγλη.

その顔のまわりには常に父の姉妹に共通する輝きが煌めいていたからである。

210

Ζεὺς δὲ πατὴρ δολόεσσαν ἑὴν ἠλλάξατο μορφήν,

父なるゼウスは計略に満ちた己の姿を変え、

καὶ Σεμέλης διʼ ἔρωτα προώριος αἰετὸς ἔπτη

セメレーへの愛ゆえに時に先立つ鷲となって、

ὑψόθεν Ἀσωποῖο, θυγατρογόνου ποταμοῖο,

娘を産み落とした川なるアーソーポスの上空を高く飛翔した。

Αἰγίνης ἅτε μάντις ἐυπτερύγων ὑμεναίων

それは翼ある婚礼を告げるアイギーナの預言者のごとくであり、

ὀξυφαὲς μίμημα φέρων ὄρνιθος ὀπωπῆς·

鋭い光を放つ鳥の眼の擬態を身にまとっていた。

215

αἰθέρα δὲ προλέλοιπε καὶ ἀγχιπόρου σχεδὸν ὄχθης

そして天球を離れ、すぐ近くの岸辺のそばで、

γυμνὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε κούρης·

麗しい髪の乙女の裸の肢体をくまなく見つめた。

οὐ γὰρ ἰδεῖν μενέαινεν ἀπόπροθεν, ἀλλὰ δοκεύειν

遠くから見つめることを欲せず、

ἀγχιφανὴς πάνλευκον ὅλον δέμας ἤθελε νύμφης,

間近に現れて花嫁の全身の白き肢体を凝視することを欲したからである。

ὅττι τόσον καὶ τοῖον ἀτέρμονα πάντοθι πέμπων

これほど大きくかように無限で広大な、

220

ὀφθαλμὸν περίμετρον, ὅλου θηήτορα κόσμου,

全世界の観照者たる目を四方に放ちながら、

ἄρκιον οὐ δοκέεσκεν ἰδεῖν μίαν ἄζυγα κούρην.

ただ一人の未婚の乙女を見るには〔その目では〕十分ではないと考えたためである。

καὶ ῥοδέοις μελέεσσιν ἐφοινίχθη μέλαν ὕδωρ,καὶ ῥόος ἱμερόεις ποταμήιος ἔπλετο λειμὼν

そして彼女の薔薇色の手足によって黒き水は赤く染まり、

ἀστράπτων Χαρίτεσσιν· ὀπιπεύουσα δὲ διὰ νύμφην

慕わしい川の流れはカリスたちのきらめく牧場となった。 神聖な花嫁を見つめながら、

225

νηιὰς ἀκρήδεμνος ἀνήρυγε θαύματι φωνήν·

頭巾を脱ぎ捨てたナーイアスが驚きに満ちた声を放った。

Μὴ προτέρην μετὰ Κύπριν ἀμερσιγάμῳ Κρόνος ἅρπῃ

「先のキュプリスののちに、

μήδεα πατρὸς ἔτεμνεν,3 ἕως πάλιν ἀφρὸς ἐχέφρων

クロノスが婚姻を奪う鎌で父の男根を切り落とし、

εἰς τόκον αὐτοτέλεστον ἄγων μορφούμενον ὕδωρ

再び知恵ある泡が水に形を与えて独り立ちの誕生へと導き、

ὁπλοτέρην ὤδινε θαλασσαίην Ἀφροδίτην;

より若き海のアプロディーテーを生み落としたというのか。

230

μὴ ποταμὸς μετὰ πόντον ὁμοζήλοισι λοχείαις

それとも川が海に続いて、

κύματος αὐτογόνοιο λεχώιον ὁλκὸν ἑλίσσων

競い合う出産のうちに自ら生み出す波の産褥の筋を巻き起こし、

ἄλλην Κύπριν ἔτικτε, καὶ οὐχ ὑπόειξε θαλάσσῃ;

もう一人のキュプリスを産み出して海に屈しなかったというのか。

μὴ μία Μουσάων τις ἐμὸν πατρώιον ὕδωρ

それともムーサたちのうちの一柱が、

γείτονος ἐξ Ἑλικῶνος ἐδύσατο, καί τινι πηγῆςΠηγασίδος προλέλοιπε μελισταγὲς ἵππιον ὕδωρ

隣り合うヘリコーンから我が父の祖先の水へと潜り入り、

ἢ ῥόον Ὀλμειοῖο; τιταινομένην δὲ ῥεέθροις

ペーガソスの泉の蜜の滴る馬の水やオルメイオス川の流れを誰かのために後に残してきたのか。

παρθένον ἀργυρόπεζαν ἔσω ποταμοῖο δοκεύω·

だが川の内で銀の足の乙女が流れに身を伸ばしているのを私は見ている。

πείθομαι, ὡς ἐθέλουσα μολεῖν ἐπὶ Λάτμιον εὐνὴν

眠らぬ羊飼いたるエンデュミオーンの寝床へ、

εἰς λέχος Ἐνδυμίωνος, ἀκοιμήτοιο νομῆος,

ラトモスの褥へと赴かんと欲して、

240

λούεται Ἀονίῃσιν ἐνὶ προχοῇσι Σελήνη·

セレーネーがアオニアの奔流で身を清めているのだと私は信じる。

εἰ δὲ δέμας φαίδρυνε χάριν γλυκεροῖο νομῆος,

だが、甘美な羊飼いのために体を清めているとすれば、

τί χρέος Ἀσωποῖο μετὰ ῥόον Ὠκεανοῖο;

オーケアノスの流れののちにアーソーポスに何の用があろうか。

εἰ δὲ καὶ αἰθερίην μεθέπει χιονώδεα μορφήν,

また、仮に雪のような天の姿を保っているとしても、

μήνης ποῖον ἔχει σημήιον; ἀστομίων γὰρ

月のいかなる証を帯びているのか。

245

οὐρήων ζυγόδεσμα καὶ ἀργυρόκυκλος ἀπήνηαἰγιαλῷ παρέασιν, ὑποζεῦξαι δὲ λεπάδνῳ

轡なき騾馬の軛の革紐と銀の車輪の馬車が渚の傍らにあるというのに、

ἡμιόνους οὐκ οἶδε βοῶν ἐλάτειρα Σελήνη.

牛を駆るセレーネーは騾馬を首輪の下に繋ぐことを知らぬはずだ。

εἰ δέ τις οὐρανίη θεὸς ἤλυθε—παρθενικῆς γὰργλαυκὰ γαληναίων βλεφάρων ἀμαρύγματα λεύσσω—,

あるいは天の女神の誰かが来られたのか――乙女の穏やかな瞼の輝く青い煌めきを私は見ているのだから――、

250

καὶ τάχα Τειρεσίαο παλαιοτέρην μετὰ νείκην

そしておそらくテイレイシアースとの古き争いののちに、

λούσατο δέρμα βαλοῦσα πάλιν γλαυκῶπις Ἀθήνη.

青き眼のアテーナーが再び武具を脱いで身を洗っているのか。

κούρη μὲν ῥοδόπηχυς ἔχει θεοειδέα μορφήν·

薔薇の腕の乙女は神のごとき姿をしている。

εἰ δέ μιν ἀγλαόφορτος ἐπιχθονίη τέκε γαστήρ,

たとえ栄えある重荷を宿した地上の胎が彼女を産み落としたとしても、

αἰθερίων Κρονίωνος ἐπάξιος ἔπλετο λέκτρων.

彼女はクロノスの御子の天上の寝床に相応しい」

255

τοῖα μὲν ἐν ῥοθίοισιν ὑποβρυχίη φάτο φωνή

波の逆巻く中で水底の声はそのように語った。

Ζεὺς δὲ πυριγλώχινι πόθου δεδονημένος οἴστρῳ

だがゼウスは情熱の火の鏃の刺戟に震えながら、

νηχομένης πάπταινε ῥοδόχροα δάκτυλα κούρης·

泳ぐ乙女の薔薇色の指先を見つめていた。

ἀσταθέος δʼ ἐλέλιζεν ἀλήμονα κύκλον ὀπωπῆς,

そして定まらぬ視線の彷徨う円環を巡らせ、

πῇ μὲν ὀπιπεύων ῥοδέου σπινθῆρα προσώπου,

あるときは薔薇色の顔の閃きを見つめ、

260

πῇ δὲ βοογλήνων βλεφάρων σέλας, ἄλλοτε χαίτηνπλαζομένην ἀνέμοισι, παρελκομένων δὲ κομάων

あるときは牛の眼の瞼の光を、またあるときは風に漂う髪を注視し、

ἀσκεπέος σκοπίαζεν ἐλεύθερον αὐχένα κούρης·

髪が押し流されると乙女の覆われぬ露わな頸を凝視した。

στέρνα δὲ μᾶλλον ὄπωπε, κατὰ Κρονίδαο δὲ γυμνοὶ

さらに胸をいっそう見つめると、クロノスの御子に対して、

μαζοὶ ἐθωρήχθησαν ἀκοντιστῆρες Ἐρώτων·4

剥き出しの乳房がエロースたちの投槍兵として武装した。

265

καὶ χρόα πάντα δόκευεν· ἀθηήτοιο δὲ μούνου

そして肌のすべてを見つめたが、

ὄμμασιν αἰδομένοισι παρήλυθεν ὄργια κόλπου.

ただ見られることのない秘められた懐の儀式だけは、慎みある目をもって通り過ぎた。

καὶ Διὸς αἰθερίοιο νόος μετανάστιος ἕρπων

そして天上なるゼウスの心は住処を離れて忍び寄り、

νηχομένῃ Σεμέλῃ συνενήχετο· θελγομένῳ δὲ

泳ぐセメレーとともに泳ぎ進んだ。 魅了され、

ἡδυμανῆ σπινθῆρα δεδεγμένος ἠθάδι θυμῷ

慣れ親しんだ心に甘美に狂わす火花を受け取ると、

270

παιδὶ πατὴρ ὑπόειξεν· ἀκιδνοτάτῳ δὲ βελέμνῳ

父は子へと屈服した。

βαιὸς Ἔρως ἔφλεξεν ὀιστευτῆρα κεραυνοῦ·

そして微小なるエロースが極めて貧弱な矢によって雷撃の射手を焼き焦がした。

οὐδὲ χύσις νιφετοῖο, καὶ οὐ φλογόεντι φορῆι

雪の氾濫も、燃え立つ運び手にとって稲妻も助けとはならず、

ἀστεροπὴ χραίσμησεν, ἐνικήθη δὲ καὶ αὐτὴἀπτολέμου Παφίης ὀλίγῳ πυρὶ τοσσατίη φλὸξ

戦を知らぬパポスの女神のわずかな火によって、

275

οὐρανίη· καὶ βαιὸς Ἔρως λασιότριχι ῥινῷ,

天上のこれほど広大な炎そのものが打ち負かされた。 そして小さきエロースは毛深い革と、

αἰγίδι κεστὸς ἔριζεν, ἐρωτοτόκῳ δὲ φαρέτρῃ

飾り帯はアイギスと競い合い、

βρονταίης βαρύδουπος ἐδουλώθη κτύπος ἠχοῦς.

愛を産み出す矢筒へと雷鳴の重く響く轟きが隷属させられた。

καὶ Σεμέλης δεδόνητο πόθου φρενοθελγέι κέντρῳ

こうしてセメレーへの心を惑わす情熱の刺戟によって、ゼウスは激しく揺さぶられていた。

構文注4 件
  1. 7.201ἀκροτάταις γλυφίδεσσιν ἐπιγράψας πτύχα μηροῦ

    分詞 ἐπιγράψας は「かすめる、刻む」の意で、矢がゼウスの心臓に向かって飛ぶ途上で「腿のひだ(πτυχα μηροῦ)」をかすめた情景を描く。これは後にゼウスの腿から生まれるディオニューソスの誕生(ἐσσομένου τοκετοῖο προάγγελος)を予告する予兆的描写(構文的には主語 ἰὸς に一致する男性単数主格分詞)である。

  2. 7.205μὴ σχεδὸν ὄχθης Εὐρώπην ἐνόησε τὸ δεύτερον

    動詞 ἀνεπάλλετο(胸を高鳴らせた、跳び上がった)に後続する μὴ-節。「〜ではないかと恐れて/疑って」という懸念・疑念を表す従属節であり、直説法過去 ἐνόησε を伴って過去の事実に関する疑念(「エウローペーを二度目に認めたのではないか」)を表している。

  3. 7.226Μὴ προτέρην μετὰ Κύπριν ἀμερσιγάμῳ Κρόνος ἅρπῃ μήδεα πατρὸς ἔτεμνεν

    疑問小辞としての μή が未完了過去 ἔτεμνεν を伴い、信じがたい事態に対する驚愕混じりの反語的・探りを入れる直接疑問文(「まさか〜したのではあるまいな」「〜したというのか」)を導いている。後続する μὴ ποταμὸς... ἔτικτε や μὴ μία Μουσάων... ἐδύσατο と並列構造をなす。

  4. 7.263κατὰ Κρονίδαο δὲ γυμνοὶ μαζοὶ ἐθωρήχθησαν ἀκοντιστῆρες Ἐρώτων

    語順の倒置と大胆な隠喩構文。主語は γυμνοὶ μαζοί(裸の乳房)、動詞は ἐθωρήχθησαν(武装した)、κατὰ Κρονίδαο は「クロノスの御子に対して」の意で敵対・攻撃の対象を示す。述語名詞として置かれた ἀκοντιστῆρες Ἐρώτων(エロースたちの投槍兵)は主語と同格的に機能し、「乳房がエロースの槍兵のごとく武装してゼウスを攻め立てた」という武具的イメージを構成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:7.177-7.278