← パノポリスのノンノス

ディオニュシアカ

§24.86-24.173

神々による救出とデーリアデースの退却

神々はディオニューソス側の者たちを救い出し、バッコス軍はインドの大地に渡って祝宴や狩りに興じる。一方、使者トウレウスから大虐殺の報告を受けたデーリアデースは、夜戦を避けて明朝に戦うよう説得され軍を後退させる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
86

καὶ κρατέων ἕο παῖδα τανύπτερος ἥρπασεν Ἑρμῆς,

そして翼を広げたヘルメースは、ペネロペーの息子である我が子、

υἱέα Πηνελόπης, κεραελκέα Πᾶνα κομήτην·

角を振り立てる長髪のパーンをしっかりと抱えて奪い去った。

Οὐρανίη δʼ Ὑμέναιον ἀνεζώγρησεν ὀλέθρου1

またウーラニアーは、

παιδὸς ἑοῦ γονόεντος ἐπώνυμον, ἠερίας δὲ

多産な我が子の名を帯びるヒュメナイオスを破滅から救い出し、

90

ἀτραπιτοὺς ἐχάραξεν, ὁμοίιος ἀστέρος ὁλκῷ,

葡萄房豊かな親族ディオニューソスに恩恵を施しつつ、

γνωτῷ βοτρυόεντι χαριζομένη Διονύσῳ·

流れる星の尾のように空の小道を刻んだ。

Καλλιόπη δʼ Οἴαγρον ἑοῖς ἀνεκούφισεν ὤμοις·

カリオペーはオイアグロスを自らの肩に背負い上げ、

καὶ τεκέων Ἥφαιστος ἑῶν ἀλέγιζε Καβείρων,

ヘーパイストスは自らの子らであるカベイロスたちを気遣い、

ἀμφοτέρους δʼ ἥρπαξεν, ὁμοίιος ὀξέι πυρσῷ·

鋭い炎のように二人を奪い去った。

95

Ἀκταίη δʼ ἐσάωσεν Ἐρεχθέα Παλλὰς Ἀθήνη

アッティカのアテーナー・パラスは、

Ἰνδοφόνον, ναετῆρα θεοκρήπιδος Ἀθήνης·

神聖な基盤を持つアテーナイの住人にしてインド人を討つエレクテウスを救い出した。

νύμφας δʼ Ἁδρυάδας ναέται ζώγρησαν Ὀλύμπου

オリュンポスの住人たちは、

πάντες, ὅσοις μεμέληντο φίλαι δρύες, ἔξοχα δʼ ἄλλων

愛する樫の木を気遣う者みなが樹木のニュンペーたちを生け捕って救い、

δαφναίας ἐσάωσε φανεὶς δαφναῖος Ἀπόλλων,

とりわけ月桂樹のアポローンは自ら姿を現して月桂樹のニュンペーたちを救い、

100

καί σφιν ἅμα χραίσμησε συνέμπορος υἱέι μήτηρ,

その母レートーもまた、産褥の木々を今なお尊びつつ、

εἰσέτι κυδαίνουσα λεχώια δένδρεα Λητώ.

道連れとして息子とともに彼女たちを助けた。

Βασσαρίδων δὲ φάλαγγα κορυμβοφόρους τε γυναῖκας

またキドノス川、西風を愛する河の娘たちは、

ἐκ βυθίου ῥύσαντο πολυφλοίσβοιο κυδοιμοῦ

水上を進む湿った進路を心得ており、

θυγατέρες Κύδνοιο, φιλοζεφύρου ποταμοῖο,

深みにある轟音の騒乱からバッサリスたちの隊列と房飾りを戴く女たちを救い出した。

105

πλωτὸν ἐπιστάμεναι διερὸν δρόμον, ἃς ἐπὶ νίκῃἌρεος Ἰνδῴοιο πατὴρ δωρήσατο Βάκχῳ,

彼女らは、かつてキリキアのテューポーエウスがクロノスの御子と戦いながらその戦の法を教え込んだ、

Νηιάδας πολέμοιο δαήμονας, ἅς ποτε χάρμην

戦いを知る水の精たちであり、

μαρνάμενος Κρονίωνι Κίλιξ ἐδίδαξε Τυφωεύς.

父〔キドノス〕がインドの戦の勝利のためにバッコスへと贈った者たちであった。

καὶ στρατὸς ὡμάρτησεν ὁμόστολος· ἐσσυμένους δὲ

そして軍勢は隊列を一つにして従った。

110

Εὔιος ἔφθασε πάντας, ὀρεσσαύλων ἐπὶ δίφρων

エウイオスは山野を棲み処とする戦車に乗り、濡れることのない車軸の跡で川の流れを切り裂きつつ、

ἄξονος ἀβρέκτοιο διαξύων ῥόον ὁλκῷ·

急ぎ進む全員に先んじた。

καὶ Σατύρων δρόμον εἶχεν ὁμόστολον, οἷς ἅμα Βάκχαι

そしてサテュロスたちと行軍を共にし、

ὑγροπόροι καὶ Πᾶνες ὁμήλυδες· ἔξοχα δʼ ἄλλων

彼らとともに水を行くバッカイや集い集まったパーンたちも進んだ。

ὠκύτεροι Τελχῖνες ἁλιτρεφέων ὑπὲρ ἵππων,

とりわけ他者よりも速やかなテルキーネスたちは、海に育まれた馬たちの上に乗り、

115

πατρῴης ἐλατῆρες ἁλικρήπιδος ἀπήνης,

先祖伝来の波を台座とする馬車を駆って、

εἰς δρόμον ὡμάρτησαν ἐπειγομένῳ Διονύσῳ.

急ぐディオニューソスと歩調を合わせて進んだ。

ἄλλοι δʼ ἦσαν ὄπισθεν, ἐπεσσεύοντο δὲ πορθμῷἐξ ἑτέρης ἀνιόντες ἀθηήτοιο κελεύθου,

他の者たちは後方にいて、神が先導する場所へと、

ἧχι θεὸς πόμπευεν· ἐπεὶ πτερὸν ἠρέμα πάλλων

別の目に見えぬ道を通って登りつつ渡し場へと殺到した。というのも、羽を静かに羽ばたかせる鷲、

120

αἰετὸς ἡγεμόνευε διʼ οὔρεος ἀντίτυπος Ζεύς,

ゼウスの生き写しが山を通って先導し、

φειδομένοις ὀνύχεσσι μετάρσιον υἷα κομίζων,

宙に浮かぶ我が子、

Αἰακὸν ἠερίῃ πεφορημένον ὕψι κελεύθῳ.

虚空の路を高く運ばれるアイアコスを加減した爪で運んでいたからである。

Ἰνδώῃ δʼ ἐχόρευον ἐπισκαίροντες ἐρίπνῃ,

彼らはインドの絶壁の上で跳ね回りつつ踊り、

καὶ σκοπέλους ἐδίωκον, ἐναυλίζοντο δὲ λόχμαις,

岩山を追い、森の茂みで夜営し、

125

καὶ κλισίας πήξαντες ἐς ἠρέμα δάσκιον ὕληνοἱ δὲ2 τανυκραίρων ἐλάφων κεμαδοσσόον ἄγρην

静かに生い茂る暗い森に天幕を張ると、

εἶχον ἅμα σκυλάκεσσιν· Ἁμαδρυάδεσσι δὲ Νύμφαις

ある者たちは猟犬とともに角の長い鹿や若い鹿を追う狩りに励んだ。そして木立ちを愛するディオニューソスの水の精たちは、

Ὑδριάδες μίσγοντο φιλοπτόρθου Διονύσου.

樹木の精たちと交わり合った。

Βασσαρίδων δὲ φάλαγγες Ἐρυθραίῃ παρὰ λόχμῃ

またバッサリスたちの隊列は、

130

σκύμνον ὀρεσσαύλοιο τιθηνήσαντο λεαίνης,

エリュトライアの茂みの傍らで山に棲む雌ライオンの幼子を養い育て、

αὐτοχύτου δὲ γάλακτος ἀνέβλυον ἰκμάδα μαζοί·

その乳房からは自然に湧き出る乳の潤いが溢れ出た。

ἄλλη ἐχιδναίοιο πόθον μεθέπουσα κορύμβου

別の女は蛇の冠への愛着を抱き、

ἰοβόλων μάστευε διʼ οὔρεος ἄντρα δρακόντων,

毒を吐く蛇たちの洞窟を山中探し求めて、

θηροσύνην δʼ ἀνέφαινεν· ἀκοντιστῆρι δὲ θύρσῳ

狩りの腕前を示した。

135

ἡ μὲν νεβρὸν ἔβαλλεν ἀελλόπον· ἡ δὲ λαθοῦσα

ある女は投げ槍のテュルソスで嵐のような足取りの小鹿を射止め、

ἅλματι λυσσήεντι κατέδραμε λυσσάδος ἄρκτου·

別の女は猛り狂う熊を狂気の一跳びで不意に打ち倒した。

ἡ δὲ μελαρρίνων ῥαχίης ἐδράξατο θηρῶν

また別の女は黒皮の野獣たちの背骨を掴み、

καὶ λοφίης ἐπέβαινεν ὀρεσσινόμων ἐλεφάντων.

山に生息する象たちの首筋へと登り詰めた。

καί τις ὀιστοβόλων βέλος ἥρμοσε κυκλάδι νευρῇ

そしてある射手は円く張った弓弦に矢を番えて楡の木を射ち、

140

καὶ πτελέην τόξευεν· ὁ δὲ σκοπὸν εἶχεν ἐλαίην·

別の者はオリーブを標的に定め、

καὶ πίτυν ἄλλος ἔβαλλε· πολὺς δʼ ἐπὶ γείτονα πεύκην

さらに別の者は松を射た。

πεμπομένων σύριζεν ἐν ἠέρι ῥοῖζος ὀιστῶν.

こうして放たれた夥しい矢の唸りが大気の中で隣の松に向かって笛のように鳴り響いた。

τοῖσι μὲν ἔβρεμε κῶμος ὀρίκτυπος. ἀχνύμενος δὲ

彼らの間には山に轟く祝宴の騒ぎが響き渡っていた。その時、

Δηριάδῃ βασιλῆι δυσάγγελος ἵκετο Θουρεύς,

悲しみに暮れるトウレウスが兇報をもたらす使者としてデーリアデース王のもとに訪れ、

145

δάκρυσιν ἀφθόγγοισιν ἀπαγγέλλων φόνον Ἰνδῶν,

言葉なき涙をもってインド人たちの殺戮を告げ、

καὶ μόγις ἐκ στομάτων ἀνενείκατο πενθάδα φωνήν·

その口からようやく悲痛の声を絞り出した。

Δηριάδη σκηπτοῦχε, θεηγενὲς ἔρνος Ἐνυοῦς,

「笏を持つデーリアデースよ、エニュオーの神より生まれし若枝よ、

ᾔομεν, ὡς ἐκέλευσας, ἐς ἀντιπέραιαν ἐρίπνην,

我らはあなたの命じられた通り、対岸の崖へと向かい、

εὕρομεν ἐν βήσσῃσιν ἐρημάδα γείτονα λόχμην·

谷間に隣接する人里離れた茂みを見出しました。

150

κεῖθι λόχον στήσαντες ἐμίμνομεν, εἰσόκεν ἔλθῃ

我らはそこに伏兵を敷き、

θυρσομανὴς Διόνυσος· ἐπερχομένοιο δὲ Βάκχου

テュルソスに狂うディオニューソスがやって来るのを待っておりました。しかしバッコスが近づくや、

αὐλὸς ἐπεσμαράγησεν, ἀδεψήτου δὲ βοείηςτυπτομένης ἑκάτερθεν ἔην χαλκόκροτος ἠχὼ

笛が鳴り響き、

καὶ καναχὴ σύριγγος· ὅλη δʼ ἐλελίζετο λόχμη

両側から打ち叩かれる生革の盾からは青銅を打つ響きと葦笛の甲高い音が生じました。森全体が揺れ動き、

155

καὶ δρύες ἐφθέγξαντο καὶ ὠρχήσαντο κολῶναι·

樫の木々は声を放ち、丘々は踊り、

νηιάδες δʼ ὀλόλυξαν. ἐγὼ δʼ ἐκόρυσσα μαχητάς,

水の精たちは歓呼の叫びを上げました。躊躇い、震え、

ὀκναλέους, τρομέοντας, ἀπειθέας εἰς μόθον ἕλκων.

従おうとしない戦士たちを私は武装させ、戦いへと引きずり出しました。

καὶ θεός, ὃν καλέουσιν, ἀκαχμένα θύρσα τινάσσων,

しかし、彼らが神と呼ぶその者は、研ぎ澄まされたテュルソスを振り、

οὐτιδανοῖς πετάλοισιν ὀιστεύων γένος Ἰνδῶν,

無力な葉でインドの民を射抜くようにして、

160

κτεῖνε μὲν ἐν πεδίῳ στρατὸν ἄσπετον ὀξέι θύρσῳ

平原では鋭いテュルソスに撃たれた夥しい軍勢を討ち滅ぼし、

βλήμενον, ἐν ῥοθίοις δὲ τὸ λείψανον ὤλεσεν Ἰνδῶν.

激流の中ではインド人たちの生き残りを滅ぼし尽くしたのです。

ἀλλὰ σοφοὺς Βραχμῆνας ἐρείομεν, ὄφρα δαείης,

しかし、知恵深きバラモンたちに問い尋ね、我らに立ち向かってきたこの者が神であるのか、

εἰ θεὸς οὗτος ἵκανεν ἐς ἡμέας ἢ βροτὸς ἀνήρ.

それとも死すべき人間であるのかをあなたが知るようにしようではありませんか。

μὴ νυχίην ἀνόνητον ἀναστήσειας Ἐνυώ,

夜の無益な戦いを起こし、

165

μὴ στρατιὴν ὀλέσειας ἀφεγγέι δηιοτῆτι·

光なき戦火の中で軍勢を滅ぼしてはなりません。

ἤδη δʼ ἀχλυόεις τέταται ζόφος· ἀγχιφανὴς δὲ

すでに薄暗い闇が広がっており、

δῆριν ἀναστέλλων ἀμαρύσσεται Ἕσπερος ἀστήρ.

ヘスペロス星が間近に現れて戦いを押し止めつつ瞬いています。

εἰ δὲ πόθος μεθέπει σε δυσαντήτοιο κυδοιμοῦ,

もし手強い騒乱への渇望があなたを駆り立てているなら、

σήμερον Ἰνδὸν ἔρυκε, καὶ αὔριον εἰς μόθον ἕλκεις.

今日はインド兵を引き留め、明日、彼らを戦いへと連れ出してください」

170

ὣς εἰπὼν παρέπεισεν ἀπειθέα Δηριαδῆα,

このように語って、彼は従うことを好まぬデーリアデースを説得した。

οὐ χάριν ἀδρανίης πειθήμονα, δυομένῳ δὲ

王は無気力ゆえに従順になったのではなく、

μεμφόμενον Φαέθοντι καὶ οὐκ εἴκοντα Λυαίῳ.3

沈みゆくパエトーンを責め立てたのであり、リュアイオスに屈したのではなかった。

Ἰνδῴην δὲ φάλαγγα μεταστήσας ποταμοῖο

そして彼はインド軍の隊列を川から退かせた。

構文注3 件
  1. 24.88ἀνεζώγρησεν ὀλέθρου

    動詞 ἀνεζώγρησεν(生かして救い出す)に分離の属格 ὀλέθρου(破滅・死から)が結合した構文。「破滅から生け捕りにして(救い出して)連れ去った」の意。

  2. 24.125καὶ κλισίας πήξαντες ἐς ἠρέμα δάσκιον ὕλην / οἱ δὲ

    分詞構文 πήξαντες のあとに接続詞 οἱ δέ が主文の主語として現れる構造。先行する分詞句(天幕を張った後)を受けて、その一部(あるいは全体)が別の行動へ移行する様子を「分詞+οἱ δέ」の照応・転換構文で示している。

  3. 24.171οὐ χάριν ἀδρανίης πειθήμονα, δυομένῳ δὲ / μεμφόμενον Φαέθοντι καὶ οὐκ εἴκοντα Λυαίῳ

    直前の先行詞 ἀπειθέα Δηριαδῆα(従わぬデーリアデース)を補足修飾する形容詞句と分詞句の並列。οὐ χάριν ἀδρανίης πειθήμονα(無気力ゆえに従順なのではなく)と δυομένῳ δὲ μεμφόμενον Φαέθοντι(沈みゆく太陽を非難しつつ)および οὐκ εἴκοντα Λυαίῳ(リュアイオスに屈したのではない)が対比的に組み合わされ、王が退却に応じた心理的理由を重層的に説明している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:24.86-24.173