← パノポリスのノンノス

ディオニュシアカ

§24.174-24.262

インドの都の嘆きと祝宴でのレウコスの歌

敗走したデーリアデースとインド軍の都では、戦死した戦士たちを悼む女や老父たちの悲痛な嘆きが広がる。一方、ディオニューソス陣営では祝宴が開かれ、竪琴弾きレウコスがゼウスの勝利に続き、アテーナーに対抗して不器用に機織りに挑むアプロディーテーの物語を弾き語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
174

Δηριάδης ὑπέροπλος ἐχάζετο πενθάδι λύσσῃ,

傲慢なデーリアデースは、帰路に就く象たちの首筋に座り、

175

ἑζόμενος λοφίῃσι παλιννόστων ἐλεφάντων.

悲嘆の狂気のうちに退却した。

Ἰνδοὶ δʼ ἔνθα καὶ ἔνθα σὺν ἠλιβάτῳ βασιλῆι

インド兵たちは巨大な王とともに、

εἰς πόλιν ἐρρώοντο πεφυζότες, ἔνδοθι πύργων

恐怖に駆られて散り散りになりながら街へと急ぎ戻り、

νίκην εἰσαΐοντες ἀρειμανέος Διονύσου.

城壁の内部で戦を好むディオニューソスの勝利を耳にした。

ἤδη δὲ στονόεσσα διʼ ἄστεος ἵπτατο φήμη,

すでに嘆きの噂が街中を飛び交い、

180

σύγγονον ἀγγέλλουσα νεοσφαγέων φόνον Ἰνδῶν.

新たに討たれた同胞のインド人たちの死を告げていた。

καὶ γόος ἄσπετος ἔσκε· φιλοθρήνων δὲ γυναικῶν

そして果てしない嘆きの声が上がった。

πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου,

嘆き悲しむ女たちは痛ましい爪で顔の輪郭を掻きむしり、

καὶ μεσάτου στέρνοιο διεσχίζοντο χιτῶνες

胸の中央からキトンを引き裂いて胸元を露わにし、

στήθεα γυμνώσαντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖςτυπτομένων παλάμῃσιν ἴτυς φοινίσσετο μαζῶν

打ち叩く両手の交互の打撃によって、

αἱμοβαφής. πολιὸς δὲ γέρων ἐπὶ γήραος οὐδῷ1

血に染まった乳房の円みが赤く染まった。老年の敷居にある白髪の老人は、

χιονέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,

青年盛りの四人の息子が命を落としたと聞き、

τέσσαρας ἡβώοντας ὀλωλότας υἷας ἀκούων,2

悲痛の鉄の刃で雪のような髪を切り落とした。

Αἰακὸς οὓς ἐδάμασσε μιῇ δασπλῆτι μαχαίρῃ,

彼らはアイアコスによって一つの恐るべき剣で討ち取られ、

190

κτεινομένους ἐλεεινά· βαρυτλήτων δὲ γυναικῶν

憐れにも命を奪われたのであった。耐え難い苦痛を抱く女たちのうち、

ἡ μὲν ἑὸν στενάχιζεν ἀδελφεόν, ἡ δὲ τοκῆα·

ある者は兄弟を、ある者は父親を悼んで泣き叫んだ。

ἄλλη ποικιλόδακρυς ἀνεστεναχίζετο νύμφη

また別の女は様々な涙を流しつつ、婚礼の舞を終えたばかりの、

νυμφίον ἀρτιχόρευτον ἐοικότα Πρωτεσιλάῳ,

プローテシラーオスに似た花婿を悼んで、

ἄλλη Λαοδάμεια· νεοζεύκτοιο δὲ νύμφης

もう一人のラオダメイアのようになって声を上げて泣いた。そして結ばれたばかりの花嫁の、

195

ἄπλοκος ἀκρήδεμνος ἐτίλλετο βότρυς ἐθείρης.

結われずヴェールも外された髪の房は引きむしられた。

καί τις ἀμηχανέουσα δεδουπότος εὐνέτις Ἰνδοῦ,

また討ち死にしたインド兵のある妻は途方に暮れ、

ἀγχιτόκους ὠδῖνας ἀναπλήσασα λοχείης

身ごもった臨月の産みの苦しみを満たし、

καὶ δεκάτης ὁρόωσα λεχώια κύκλα Σελήνης,

第十の月が巡る産褥の円環を見つめながら、

ὑδρηλῷ πολύδακρυς ἐπέστενεν ἀνδρὸς ὀλέθρῳ,

水死した夫の破滅を前に涙に暮れて激しく嘆き、

200

καὶ ποταμῷ κοτέουσα γοήμονα ῥήξατο φωνήν·

河を呪いながら悲嘆の声を上げた。

οὐ πίομαι πατρῷον ἐμόν ποτε πικρὸν Ὑδάσπην·

「私は父祖の苦いヒュダスペースの水を二度と飲みません。

οὐκέτι κεῖνα ῥέεθρα παρέρχομαι, οὐκέτι δειλὴ

もう二度とあの流れの傍らを通ることも、

σεῖο νέκυν κρύψαντος ἐπιψαύσω ποταμοῖο,

あなたの遺体を隠した川に惨めな私が触れることもありません。

οὐ μὰ σέ καὶ σέο φόρτον,3 ὃν ἔνδοθι γαστρὸς ἀείρω,

あなたにかけて、そして私の胎内に宿すあなたの重みにかけて、決して!

205

οὐ μὰ σὲ καὶ τὸν ἔρωτα, τὸν οὐ χρόνος οἶδε μαραίνειν.

あなたにかけて、そして時も衰えさせぬあの愛にかけて、決して!

τίς με λαβὼν κομίσειεν, ὅπου πέσε νεκρὸς ἀκοίτης,

夫の亡骸が沈んだ場所へ、誰かわたしを抱えて連れて行ってくれないでしょうか。

ὄφρα περιπτύξω διερὸν νέκυν, ὄφρα καὶ αὐτὴν

水浸しの遺体を抱きしめ、

κῦμα κατακρύψῃ με σὺν ὑγροπόρῳ παρακοίτῃ;

水を行く夫とともに波が私をも呑み込んで覆い隠してくれるように。

αἴθε δὲ καὶ τέκον υἷα καὶ ἔτρεφον· ἄρτι δὲ δειλὴν

ああ、息子を産んで育ててさえいればよかったものを。今、

210

γαστέρος ὄγκος ἔχει με πεπαινομένου τοκετοῖο.

惨めな私には満期を迎えた出産の胎の重みが残されている。

εἰ δὲ τέκω ποτὲ παῖδα καὶ αἰτίζῃ γενετῆρα,

もし私が男の子を産み、その子が父を求めたなら、父を呼んで舌足らずに語りかける息子に、

υἱέι παππάζοντι πόθεν δείξαιμι τοκῆα;

どこにいる父を見せてやれるというのでしょう」。

εἶπε τὸν οὐκ ἀίοντα κινυρομένη παρακοίτην.

彼女は聞き届けることのない夫に向かって嘆き悲しみながら語った。

ἄλλη δʼ ἐστενάχιζεν ἀνυμφεύτους ὑμεναίουςὀλλυμένου μνηστῆρος, ὃν οὐκ ἴδεν εὔγαμος ὥρη

また別の女は、婚礼の時が花婿の冠を戴く姿を見届けることもなく、

στέμματι νυμφιδίῳ πεπυκασμένον, οὐδʼ ἐνὶ παστῷ

寝室で愛の神々の甘美な歌を奏でる命育む笛が鳴り響くこともないままに世を去った婚約者を思い、

ἡδυμελὴς ἤεισε βιοσσόος αὐλὸς Ἐρώτων.

成し遂げられなかった婚儀を嘆き悲しんだ。

τοῖσι μὲν ἀχνυμένοισιν ἔην γόος. ἀμφὶ δὲ λόχμαςΒάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοισι μαχηταῖς

こうして悲嘆に暮れる者たちには嘆きの声があった。しかし茂みのあたりでは、

220

εἰλαπίνην ἔστησεν· ἐδαιτρεύοντο δὲ ταῦροι,

バッコスが自らのサテュロスたちやインド人を討った戦士たちのために宴を設けた。雄牛たちが解体され、

καὶ δαμάλαι στοιχηδὸν ἐμιστύλλοντο μαχαίρῃθεινόμεναι πελέκεσσιν, Ἐρυθραίης δʼ ἀπὸ ποίμνης

若い雌牛たちが次々と斧で打ち倒されて刃物で切り刻まれ、

πυκνὰ δορικτήτων ἱερεύετο πώεα μήλων.

エリュトライアの群れから戦利品として奪われた夥しい羊の群れが屠られた。

ἑζόμενοι δʼ ἀγεληδὸν ἐπʼ εὐκύκλοιο τραπέζης

円形の食卓の周りに群れをなして座ったセイレーノスたちとサテュロスたちは、

225

Σειληνοὶ Σάτυροί τε σὺν εὐθύρσῳ Διονύσῳ

美しきテュルソスを携えるディオニューソスとともに、

χερσὶ πολυσπερέεσσι μιῆς ἔψαυσαν ἐδωδῆς·

無数の手で一つの食物に触れた。

πίνετο δʼ ἄσπετος οἶνος ἀμοιβαδίς· οἰνοχόοι δὲ

尽きることのない葡萄酒が交互に飲まれた。

εὐόδμους ἐκένωσαν ἀπείρονας ἀμφιφορῆας,

酌人たちは芳香漂う果てしない甕を空にし、

νεκταρέης ἀρύοντες ἀμεμφέα βότρυν ὀπώρης.

神酒のような実りの非のうちどころのない葡萄の雫を汲み分けた。

230

τοῖσι δὲ τερπομένοισι παρὰ κρητῆρα λιγαίνων

酒杯の傍らで楽しむ彼らに向けて、

Λέσβιος αὐτοδίδακτος ἀνέπλεκε Λεῦκος ἀοιδήν,

レスボス人レウコスは自ずから身につけた歌声高く歌を紡ぎ、

πῶς πρότεροι Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ·

かつてティーターンたちがいかにしてオリュンポスに攻め寄せたかを歌った。

καὶ Διὸς ὑψιμέδοντος ἀληθέα μέλπετο νίκην,

そして彼は高く君臨するゼウスの真の勝利を歌い、

πῶς Κρόνον εὐρυγένειον ὑποκλάζοντα κεραυνῷ

雷鳴に恐れおののく広い顎髭のクロノスを、

235

Ταρταρίῳ ζοφόεντι κατεσφρηγίσσατο κόλπῳ,

暴風の湿った武具で無益にも身を固めていたその者を、

χείματος ὑδρηλοῖσι μάτην κεκορυθμένον ὅπλοις.4

ゼウスがいかにして暗きタルタロスの深淵に封じ込めたかを歌った。

Κυπριάδος δὲ Λάπηθος ἀτευχέος ἀστὸς ἀρούρης

すると武具を持たぬキュプロスの地の住人ラペートスが、

ἔμφρονι φορμικτῆρι παρέζετο, καί οἱ ἐδωδῆς

賢明な竪琴弾きの傍らに座り、彼に食物の肥えた分け前を差し出し、

πίονα μοῖραν ὄρεξε, καὶ ᾔτεε κεῖνον ἀείδειντερπνὸν ἀσιγήτοισι μεμηλότα μῦθον Ἀθήναις,

絶え間なく語り継がれるアテーナイの愛好する歓ばしい物語、

ἱστοπόνον Κυθέρειαν ἐριδμαίνουσαν Ἀθήνῃ.

すなわちアテーナーと競い合って機織りに励むキュテレイアの物語を歌ってほしいと願った。

αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο Κύπριν ἀείδειν,

そこで竪琴を奏でる彼は、

ὥς ποτε κέντρον ἔχουσα φιληλακάτοιο μερίμνης

糸車を愛する気配りの刺激をかつて受けたキュプリスが、

χερσὶν ἀπειρήτοισι μετήιεν ἱστὸν Ἀθήνης,

不慣れな手でいかにしてアテーナーの織機に向かい、

245

κερκίδα κουφίζουσα καὶ οὐκέτι κεστὸν Ἐρώτων.

愛の神々の帯ではなく織機の杼を軽やかに操ったかを歌い始めた。

καὶ Παφίης τετάνυστο παχὺς μίτος, οἷά τε μακρὴ

パピアの張った糸は太く、

οἰσυΐνη μήρινθος ἐύστροφος, ἥν τινι τέχνῃὁλκοῖς μηκεδανοῖσι γέρων ἐρράψατο τέκτων,

あたかも船大工の老人が巧みな技術によって長い引き綱とし、

φράξας ἀρτιτέλεστα σεσηρότα δούρατα νηῶν·

造り終えたばかりの船の隙間を塞ぐために縫い合わせた長くよく撚られた柳の綱のようであった。

250

ἡ δὲ πανημερίη καὶ παννυχίη πέλας ἱστοῦΠαλλάδος ἔργον ἔτευχε παλίλλυτον, ἀλλοτρίῳ δὲ

彼女は終日終夜、織機の傍らでほどいてはやり直すパラスの仕事を続け、

ἀτρίπτους ἕο χεῖρας ἀήθεϊ τείρετο μόχθῳ·

不慣れな労苦によって擦り切れたことのない我が手を他人の仕事で痛めつけた。

καὶ κτενὶ πουλυόδοντι διαξύουσα χιτῶνα

そして無数の歯を持つ櫛でキトンを梳き、

καὶ λίθον ὀρχηστῆρα περικρεμάσασα μεσάκμῳ5

踊る石の重石を横木に吊り下げて杼でペプロスを織り、

255

κερκίδι πέπλον ὕφαινε, καὶ ἔπλετο Κύπρις Ἀθήνη·

キュプリスがアテーナーとなった。

καὶ πόνος ἦν ἀγέλαστος· ὑφαινομένοιο δὲ πέπλου

その苦闘は笑い事ではなかった。

εὐρυτενὴς ὠγκοῦτο πέλωρ μίτος· αὐτόματοι δὲ

織り上げられるペプロスの糸は幅広く不気味に膨らみ、

στήμονες ἐρρήγνυντο παχυνομένοιο χιτῶνος·

厚みを増すキトンの経糸はひとりでに裂けた。

εἶχε δὲ διχθαδίοισι πόνοις ἐπιμάρτυρα τέχνης

彼女はその二重の労苦において、太陽と灯火と、

260

ἠέλιον καὶ λύχνον ἀναγκαίην τε Σελήνην.οὐ χορὸν ὠρχήσαντο χορίτιδες Ὀρχομενοῖο

そして巡り来る必然の月をその技の証人として持っていた。

ἀμφίπολοι Παφίης· τροχαλῇ δʼ ἐλέλιξεν ἐρωῇ,

オルコメノスの舞踏手たちであるパピアの侍女たちは踊りを舞わなかった。しかし彼女は車輪のような勢いで激しく動かし……

構文注5 件
  1. 24.186ἐπὶ γήραος οὐδῷ

    ホメロス以来の叙事詩的慣用表現(『イーリアス』22.60等)で、「人生の終わりに近づいて」「老年の敷居にあって」を意味する。ここでは処格的な与格名詞句として γέρων を修飾し、老年期に達していながら我が子全員に先立たれた老父の悲痛な境遇を際立たせている。

  2. 24.188ὀλωλότας υἷας ἀκούων

    知覚動詞 ἀκούω が「対格名詞+完了分詞」を従える知覚補文構文。「4人の息子たちが命を落とした(死んだ状態にある)と聞いて」の意。直接知覚ではなく伝聞による認識を表す。

  3. 24.204οὐ μὰ σέ καὶ σέο φόρτον

    誓言辞 οὐ μά に呼応する対格名詞句(σέ および σέο φόρτον)を伴う強意否定の誓約構文。「あなたにかけて、そしてあなたの重みにかけて、決して(…しない)」と強く拒絶・誓言する表現。続く οὐ μὰ σὲ καὶ τὸν ἔρωτα と対句を成す。

  4. 24.236μάτην κεκορυθμένον ὅπλοις

    完了中受動相分詞 κεκορυθμένον(動詞 κορύσσω「武装させる」)は、先行する対格名詞 Κρόνον を修飾する。「(ゼウスの雷火に対して)暴風雨の武器で空しくも身を固めていたクロノス」の意。手段の与格 ὅπλοις と様態の副詞 μάτην が係っている。

  5. 24.254λίθον ὀρχηστῆρα περικρεμάσασα μεσάκμῳ

    古代の縦型織機(warp-weighted loom)の構造を反映した表現。λίθον ὀρχηστῆρα は経糸の張りを保つために吊り下げられ、機織りに合わせて揺れ動く「重石」を擬人化・詩的に表現したもの(「踊る石」)。μεσάκμῳ は織機の横木・桁(織機の梁)を指す与格名詞で、前置詞 περί と複合した分詞 περικρεμάσασα に係っている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:24.174-24.262