- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:210#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はネオカイサレイアで画策されているサベリオス主義の再興を激しく糾弾し、三位一体における神性の一致と三位格の固有性を聖書に基づき弁証するとともに、誤りを改めないなら他教会の司教たちに訴えると警告する。
Πίστεως διαστροφὴ παρʼ ὑμῖν μελετᾶται, ἐχθρὰ μὲν τοῖς ἀποστολικοῖς καὶ εὐαγγελικοῖς δόγμασιν, ἐχθρὰ δὲ τῇ παραδόσει τοῦ μεγάλου ὡς ἀληθῶς· Γρηγορίου καὶ τῶν ἐφεξῆς ἀπʼ ἐκείνου μέχρι τοῦ μακαρίου Μουσωνίου· οὗ τὰ διδάγματα ἔναυλα ὑμῖν ἐστιν ἔτι καὶ νῦν δηλονότι. τὸ γὰρ τοῦ Σαβελλίου κακόν, πάλαι μὲν κινηθέν, κατασβεσθὲν δὲ τῇ παραδόσει τοῦ μεγάλου, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι, οἱ φόβῳ τῶν ἐλέγχων τοὺς καθʼ ἡμῶν ὀνείρους πλάττοντες. ἀλλʼ ὑμεῖς τὰς οἰνοβαρεῖς κεφαλάς, ἃς ὁ ἐκ τῆς κραιπάλης ἀναφερόμενος ἀτμός, εἶτα ἐγκυμαίνων, καταφαντάζει, χαίρειν ἀφέντες, παρὰ τῶν ἐγρηγορότων ἡμῶν, καὶ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυναμένων ἡσυχάζειν, τὴν βλάβην ὑμῶν ἀκούσατε. Ἰουδαισμός ἐστιν ὁ Σαβελλισμός, ἐν προσχήματι Χριστιανισμοῦ τῷ εὐαγγελικῷ κηρύγματι ἐπεισαγόμενος. ὁ γὰρ ἓν πρᾶγμα πολυπρόσωπον λέγων Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ μίαν τῶν τριῶν τὴν ὑπόστασιν ἐκτιθέμενος, τί ἄλλο ποιεῖ, ἢ οὐχὶ ἀρνεῖται1 μὲν τὴν προαιώνιον τοῦ Μονογενοῦς ὕπαρξιν; ἀρνεῖται δὲ καὶ τὴν οἰκονομικὴν αὐτοῦ πρὸς ἀνθρώπους ἐπιδημίαν, τὴν εἰς ᾄδου κάθοδον, τὴν ἀνάστασιν, τὴν κρίσιν· ἀρνεῖται δὲ καὶ τὰς ἰδιαζούσας τοῦ Πνεύματος ἐνεργείας. παρὰ δὲ ὑμῖν νῦν καὶ νεανικώτερα ἀκούω τολμᾶσθαι τοῦ ματαιόφρονος Σαβελλίου. λέγουσι γάρ, ὡς οἱ ἀκηκοότες φασί, διατείνεσθαι τοὺς παρʼ ὑμῖν σοφοὺς καὶ λέγειν, ὅτι ὄνομα τοῦ Μονογενοῦς οὐ παραδέδοται, ὄνομα δὲ τοῦ ἀντικειμένου ἐστί· καὶ ἐπὶ τούτῳ γάννυσθαι μέν, καὶ μέγα φρονεῖν, ὡς ἐπὶ οἰκείῳ εὑρήματι. εἴρηται γάρ, φησίν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐλάβετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψεσθε. καὶ διὰ τὸ εἰρῆσθαι, Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, δῆλόν ἐστι, φασίν, ὅτι ἕν ἐστιν ὄνομα. οὐ γὰρ εἴρηται εἰς τὰ ὀνόματα ἀλλʼ εἰς τὸ ὄνομα. Ταῦτα ἐρυθριῶν ἔγραφον ὑμῖν, ὅτι ἀφʼ αἵματος ἡμετέρου εἰσὶν οἱ τούτοις ἔνοχοι, καὶ καταστενάζω τῆς ἐμαυτοῦ ψυχῆς, ὅτι ἀναγκάζομαι, ὥσπερ οἱ πρὸς δύο πυκτεύοντες, τὰς ἐφʼ ἑκάτερα τοῦ λόγου παρατροπὰς κρούων τοῖς ἐλέγχοις καὶ καταβάλλων, τὴν προσήκουσαν ἰσχὺν ἀποδιδόναι τῇ ἀληθείᾳ. ἐντεῦθεν γὰρ ὁ Ἀνόμοιος ἡμᾶς σπαράσσει, ἑτέρωθεν δέ, ὡς ἔοικεν, ὁ Σαβέλλιος. ἀλλʼ ὑμᾶς παρακαλῶ, τοῖς βδελυροῖς τούτοις καὶ μηδένα παρατρέψαι δυναμένοις σοφίσμασι μὴ προσέχειν τὸν νοῦν, εἰδέναι δέ, ὅτι ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ ὑπὲρ πᾶν ὄνομα, αὐτὸ τὸ καλεῖσθαι αὐτὸν Υἱὸν τοῦ Θεοῦ, καὶ κατὰ τὸν Πέτρου λόγον· Οὐδέ ἐστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανόν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. πρὸς δὲ τό, ὅτι Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἐκεῖνο εἰδέναι χρή, ὅτι ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν ἐπιγραφόμενος τὸν Πατέρα, ταῦτα λέγει. εἰ δὲ εἴρηται, Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, οὐ παρὰ τοῦτο χρὴ νομίζειν ἓν ἡμῖν ὄνομα παραδεδόσθαι. ὡς γὰρ ὁ εἰπὼν Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τρία μὲν εἶπεν ὀνόματα, συνέδησε δὲ αὐτὰ ἀλλήλοις διὰ τῆς καὶ συλλαβῆς· οὕτως ὁ εἰπὼν ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, τρία εἰπών, συνέπλεξεν αὐτὰ τῷ συνδέσμῳ, ἑκάστῳ ὀνόματι ἴδιον ὑποβεβλῆσθαι τὸ σημαινόμενον ἐκδιδάσκων, διότι πραγμάτων ἐστὶ σημαντικὰ τὰ ὀνόματα. τὰ δὲ πράγματα ἰδιάζουσαν καὶ αὐτοτελῆ τὴν ὕπαρξιν ἔχειν οὐδεὶς τῶν καὶ μικρὸν μετεχόντων τοῦ φρονεῖν ἀμφιβάλλει. πατρὸς γὰρ καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος φύσις μὲν ἡ αὐτή, καὶ θεότης μία· ὀνόματα δὲ διάφορα, περιωρισμένας καὶ ἀπηρτισμένας τὰς ἐννοίας ἡμῖν παριστῶντα. ἀμήχανον γάρ, μὴ ἐν τοῖς ἑκάστου ἰδιώμασι τὴν διάνοιαν γενομένην ἀσύγχυτον, δυνηθῆναι Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τὴν δοξολογίαν ἀποπληρῶσαι. ἐὰν μὲν οὖν ἀρνῶνται μὴ λέγειν ταῦτα,2 μηδὲ διδάσκειν οὕτω, κατώρθωται ἡμῖν τὰ σπουδαζόμενα. καίτοι χαλεπὴν αὐτοῖς οὖσαν ὁρῶ τὴν ἄρνησιν, διὰ τὸ πολλοὺς ἔχειν τῶν λόγων τούτων τοὺς μάρτυρας. πλὴν ἀλλʼ οὐ σκοποῦμεν τὰ παρελθόντα, τὰ παρόντα μόνον ὑγιαινέτωσαν. ἐὰν δὲ τοῖς αὐτοῖς ἐπιμένωσιν, ἀνάγκη καὶ πρὸς ἄλλας ἐκκλησίας ἐκβοῆσαι ἡμᾶς τὴν καθʼ ὑμᾶς συμφοράν, καὶ ποιῆσαι παρὰ πλειόνων ἐπισκόπων γράμματα ὑμῖν ἀφικέσθαι, τὸ μέγεθος τοῦτο τῆς ὑποκατασκευαζομένης ἀσεβείας καταρρηγνύντα. ἢ γὰρ προὔργου τι ἔσται εἰς τὴν σπουδὴν ἢ πάντως ἡ παροῦσα διαμαρτυρία ἀφήσει ἡμᾶς τῆς αἰτίας ἐπὶ τοῦ κριτηρίου.
信仰の歪曲があなた方の間で企てられており、それは使徒たちや福音の教義に敵対し、まことに偉大なるグレゴリオス、および彼以降の至福なるムウソニオスに至る歴代の者たちの伝統にも敵対するものです。その教えは今なお明らかにあなた方の耳に残っているはずです。かつて引き起こされ、かの偉大な人物の伝統によって消し去られたサベリオスの害悪を、今や論駁を恐れて私たちに対する夢を捏造しているこれらの者たちが再興しようと企てているのです。しかし、あなた方は泥酔した頭ども――酩酊から生じる立ち上る蒸気が頭の中で渦巻いて幻影を見せているような者たち――には別れを告げ、目を覚まして神への恐れゆえに沈黙していることのできない私たちから、自らに及んでいる害悪について耳を傾けなさい。サベリオス主義とは、キリスト教の仮面をかぶって福音の宣教に持ち込まれたユダヤ主義なのです。父と子と聖霊を一つの事物にして多面的な仮面をもつものと語り、三者に対して一つの自立存在を提示する者は、ひとり子の世の始まる前の実在を否定していること以外の何をなしているというのでしょうか。さらにその者は、人間のための経綸的受肉、黄泉への降下、復活、裁きをも否定し、聖霊の固有の働きをも否定しているのです。それどころか今やあなた方のもとでは、あの分別のないサベリオスよりもさらに奔放なことが敢えて行われていると聞いています。というのも、それを耳にした者たちが語るには、あなた方の賢者たちが、ひとり子の名は伝えられておらず、それは対立する者の名であると力説して述べており、自らの発見であるかのようにそのことで悦に入り、誇らしげに振る舞っているとのことです。彼らはこう言うのです。「『私は父の名によって来たのに、あなた方は私を受け入れなかった。もし他者が自分自身の名によって来るなら、その者を受け入れるであろう』と言われているからだ」と。そして、「『すべての民を弟子とし、父と子と聖霊の名において彼らに洗礼を授けよ』と言われていることによって、名が一つであることは明らかである。『諸々の名において』とは言われず、『名において』と言われているからだ」と彼らは主張するのです。 私は、自分と同じ血筋の者たちがこれらに加担していることに赤面しながらこれを書き記しており、まるで二人の相手とボクシングをする者のように、議論の双方への逸脱を反駁によって打ち倒して真理にしかるべき力を回復させねばならないことを、自らの魂のうちで深く嘆いています。一端からは非類似派が私たちを引き裂き、もう一端からはサベリオスが引き裂いているように思われるからです。しかし、あなた方にお願いします。誰をも惑わすことのできないこのような醜悪な詭弁に心を留めず、すべての名に優るキリストの御名とは、彼自身が神の子と呼ばれることそのものであり、ペトロの言葉によれば「天の下で、私たちが救われるべきものとして人々の間に与えられた名は他にはない」ということであることを知りなさい。「私は父の名によって来た」ということについては、自らの始まりと原因として父を掲げてこれを語っているのだと知るべきです。また「行って父と子と聖霊の名において洗礼を授けよ」と言われているとしても、そのゆえに一つの名が私たちに伝えられたと考えてはなりません。「パウロとシルワノとテモテ」と言った者が三つの名を語りながら「カイ」という音節によってそれらを互いに結び合わせたのと同様に、「父と子と聖霊の御名」と言った者も、三つのものを語りながら接続詞によってそれらを織り合わせ、各々の名に固有の指示対象が置かれていることを教えているからです。名は事物を指し示すものだからです。そして事物とは、固有かつ完結した実在をもつものであることには、理性をわずかでも有する者なら誰も疑いを抱きません。父と子と聖霊の本性は同一であり、神性は一つですが、名は異なっており、限定され完結した諸概念を私たちに提示しているのです。各々の固有性のうちで思惟が混同されずに保たれなければ、父と子と聖霊への頌栄を完全に果たすことは不可能だからです。もし彼らがこれらのことを語っておらず、そのように教えてもいないと否定するなら、私たちの熱望する事柄は達成されたことになります。とはいえ、これらの言葉には多くの証人がいるため、彼らにとって否定することは困難であると私は見ています。しかし、私たちは過去のことは問題にしません。現在のことだけが健全であればよいのです。もし彼らが同じことに固執するなら、私たちとしてもあなた方の災難を他の諸教会に向かって叫び、この企てられている不敬虔の甚大さを粉砕する手紙が多数の司教たちからあなた方に届くようにせざるを得ません。そうすれば、この熱意にとって何らかの益となるか、あるいは少なくともこの抗議が審問の場において私たちから責任を解いてくれるでしょう。
- 210τί ἄλλο ποιεῖ, ἢ οὐχὶ ἀρνεῖται
τί ἄλλο ποιεῖ, ἢ οὐχί... は「〜を否定していること以外の何をなしているというのか(いや、まさに否定しているのだ)」という強い断定を表す反語的慣用表現。後続の複数の対格句(τὴν προαιώνιον τοῦ Μονογενοῦς ὕπαρξιν 等)が ἀρνεῖται の目的語として連なっている。
- 210ἐὰν μὲν οὖν ἀρνῶνται μὴ λέγειν ταῦτα
否定・否認を表す動詞 ἀρνέομαι に導かれる不定詞補文に否定辞 μή が重複して添えられる、いわゆる同情的不定詞否定(redundant/sympathetic μή)の例。「これらを言っていないと否定するなら(言っていないと言明するなら)」の意味となり、否定が重畳しても二重否定による肯定ではなく単一の否定内容を表す。
