- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:210#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はネオカイサレイアの学者たちに対し、当地の指導者層が流す中傷や嘲笑に反論し、自身が隠棲地に滞在する純粋な動機を述べるとともに、教会指導者たちの敵意の本質を告発しようとする。
Τοῖς κατὰ Νεοκαισάρειαν λογιωτάτοις. Ὅλως μὲν οὐδὲν ἐδεόμην τὴν ἐμαυτοῦ γνώμην δημοσιεύειν ὑμῖν, οὐδὲ τὰς αἰτίας λέγειν, δι’ ἃς νῦν ἐγὼ ἐπὶ τῶν τόπων εἰμὶ τούτων· καὶ γὰρ οὐδὲ ἄλλως τῶν φανητιώντων ἐγώ, οὐδὲ τὸ πρᾶγμα τοσούτων μαρτύρων ἄξιον. ἀλλʼ, οἶμαι, οὐχ ἃ βουλόμεθα ποιοῦμεν, ἀλλʼ ἐφʼ ἃ προκαλοῦνται ἡμᾶς οἱ καθηγούμενοι. ἐπεὶ ἔμοιγε τὸ παντελῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται ἢ τοῖς φιλοδόξοις τὸ διαφαίνεσθαι. ἐπεὶ δὲ πάντων, ὡς ἀκούω, τῶν κατὰ τὴν ὑμετέραν πόλιν τὰ ὦτα διατεθρύλληται, καὶ εἰσί τινες λογοποιοί, δημιουργοὶ τοῦ ψεύδους, πρὸς αὐτὸ τοῦτο μεμισθωμένοι, οἳ τὰ ἐμὰ ὑμῖν ἐξηγοῦνται, οὐκ ᾠήθην δεῖν περιιδεῖν ὑμᾶς γνώμῃ πονηρᾷ καὶ φωνῇ ῥυπώσῃ διδασκομένους, ἀλλʼ αὐτὸς εἰπεῖν τὰ ἐμαυτοῦ ὅπως ἔχει. ἐγὼ καὶ διὰ τὴν ἐκ παιδός μοι πρὸς τὸ χωρίον τοῦτο συνήθειαν (ἐνταῦθα γὰρ ἐτράφην παρὰ τῇ ἐμαυτοῦ τίτθῃ), καὶ διὰ τὴν μετὰ ταῦτα ἐπὶ πλεῖστον διατριβήν, ὅτε φεύγων τοὺς πολιτικοὺς θορύβους, ἐπιτήδειον ἐμφιλοσοφῆσαι διὰ τὴν ἐκ τῆς ἐρημίας ἡσυχίαν τὸ χωρίον τοῦτο καταμαθών, πολλῶν ἐτῶν ἐφεξῆς ἐνδιέτριψα χρόνον, καὶ διὰ τὴν νῦν τῶν ἀδελφῶν ἐνοίκησιν, βραχείας ἀναπνοῆς ἐκ τῶν κατεχουσῶν ἡμᾶς ἀσχολιῶν ἐπιτυχών, ἄσμενος ἦλθον ἐπὶ τὴν ἐσχατιὰν ταύτην, οὐχ ὡς ἑτέροις ἐντεῦθεν πράγματα παρέξων, ἀλλʼ ὡς αὐτὸς τὴν ἐμαυτοῦ θεραπεύσων ἐπιθυμίαν. Τί οὖν χρὴ πρὸς ὀνείρους καταφεύγειν, καὶ ὀνειροσκόπους μισθοῦσθαι, καὶ ἐν ταῖς πανδήμοις ἑστιάσεσιν ἡμᾶς ποιεῖσθαι παροίνιον διήγημα; ἐγὼ γάρ, εἰ καὶ παρʼ ἄλλοις τισὶν ἦσαν αἱ διαβολαί, ὑμᾶς ἂν τῆς ἐμαυτοῦ γνώμης μάρτυρας παρεστησάμην. καὶ νῦν ἀξιῶ αὐτῶν ἕκαστον τῶν παλαιῶν ἐκείνων ἀναμνησθῆναι, ὅτε ἐκάλει μὲν ἡμᾶς ἡ πόλις ἐπὶ τὴν τῶν νέων ἐπιμέλειαν, πρεσβεία δὲ παρῆν τῶν παρʼ ὑμῖν ἀνδρῶν οἱ ἐν τέλει·1 μετὰ δὲ ταῦτα, ὅπως πανδημεὶ πάντες περιχυθέντες ἡμᾶς, τί μὲν οὐχὶ διδόντες; τί δὲ οὐχ ὑπισχνούμενοι;2 ὅμως κατασχεῖν ἡμᾶς οὐκ ἠδυνήθησαν. πῶς οὖν ὁ τότε καλούμενος οὐχ ὑπακούων, νῦν ἐπεχείρουν ἂν ἄκλητος εἰσωθίζεσθαι; πῶς δὲ ὁ τοὺς ἐπαινοῦντάς με καὶ θαυμάζοντας ἀποφεύγων, ἔμελλον ἂν νῦν διώκειν τοὺς διαβάλλοντας; μὴ οἰηθῆτε, ὦ ἄριστοι· οὐχ οὕτως εὔωνα τὰ ἡμέτερα. οὔτε γὰρ ἄν τις ἀκυβερνήτου πλοίου σωφρονῶν ἐπιβαίη, οὔτε ἐκκλησίᾳ παραβάλοι, ᾗ τὸν κλύδωνα καὶ τὴν ζάλην αὐτοὶ οἱ ἐπὶ τῶν οἰακῶν καθεζόμενοι ἐμποιοῦσι. πόθεν γὰρ γέγονε θορύβου πλήρης ἡ πόλις, ὅτε οἱ μὲν ἔφευγον, οὐδενὸς διώκοντος, οἱ δὲ ὑπεξῄεσαν, οὐδενὸς ἐπιόντος· χρησμολόγοι δὲ καὶ ὀνειροσκόποι πάντες ἐμορμολύττοντο; πόθεν ἄλλοθεν ταῦτα; ἢ οὐχὶ καὶ παιδὶ γνώριμον, ὅτι ἐκ τῶν ἡγουμένων τοῦ πλήθους; ὧν τὰς αἰτίας τῆς ἔχθρας ἐμοὶ μὲν οὐκ εὐπρεπὲς λέγειν, ὑμῖν δὲ συνορᾷν καὶ πάνυ ῥᾴδιον. ὅταν γὰρ ἡ μὲν πικρία καὶ ἡ διάστασις μηδεμίαν ἔχοι ὑπερβολὴν εἰς χαλεπότητα, ἡ δὲ τῆς αἰτίας ἐξήγησις ἀνυπόστατος παντελῶς καὶ καταγέλαστος ᾖ, δῆλόν ἐστι τῆς ψυχῆς τὸ ἀρρώστημα, ἀλλοτρίοις μὲν ἀγαθοῖς ἐπισυμβαῖνον, οἰκεῖον δὲ καὶ πρῶτον κακὸν ὑπάρχον τῷ κεκτημένῳ. οἷς καὶ ἄλλο δή τι χάριεν πρόσεστιν. ἀμυσσόμενοι γὰρ ἐν τῷ βάθει καὶ ὀδυνώμενοι, ἐκλαλῆσαι τὴν συμφορὰν ὑπὸ τῆς αἰσχύνης οὐκ ἐπιτρέπονται.3 τοῦτο μὲν οὖν οὐκ ἐκ τῶν πρὸς ἡμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ λοιποῦ βίου γνώριμόν ἐστι τῆς ψυχῆς αὐτῶν τὸ πάθημα· εἰ δὲ καὶ ἀγνοοῖτο, οὐ μεγάλη ζημία τοῖς πράγμασι. τὴν δὲ ἀληθεστάτην αἰτίαν δι’ ἣν φευκτὴν ἡμῶν τὴν συντυχίαν τίθενται, λανθάνουσαν ἴσως τοὺς πολλοὺς ὑμῶν, ἐγὼ διδάξω. ἀλλʼ ἀκούσατε.
ネオカイサレイアのきわめて学識ある方々へ。 そもそも私は、自らの考えをあなた方に公表することも、今この地にとどまっている理由を述べることも、まったく必要としていませんでした。というのも、私は普段から目立ちたがる者の一人ではありませんし、この事柄もそれほど多くの証人を必要とするものではないからです。しかし、思うに人は欲することを行うのではなく、指導者たちが私たちを挑発して向かわせることを行うものなのです。なぜなら、私自身にとっては、完全に知られないままでいることのほうが、名誉を好む者たちが目立つことよりも熱心に望まれてきたからです。しかし、聞くところによれば、あなた方の町のすべての人々の耳が噂で満たされ、このことのために雇われた虚言の作り手である話作りたちが、私のことをあなた方に解説しているとのことですから、悪しき意図と汚れた声によってあなた方が教え込まれるのを放置すべきではないと考え、私自身の事情がどうであるかを自ら語ることにしたのです。私がこの僻地に喜んでやって来たのは、幼少期からのこの地に対する親しみゆえでもあり(というのも私はここで自らの乳母のもとで育てられたからです)、またその後の長きにわたる滞在ゆえでもあります。当時は世俗の騒擾を逃れ、隠棲による静謐さゆえにこの地が思索にふけるのに適していると認めて、何年もの間引き続いてここで時を過ごしたのです。さらに現在兄弟たちがここに住んでいることゆえでもあり、私たちを取り巻く多忙から束の間の休息を得てのことでした。ここから他人に迷惑をかけるためではなく、自分自身の願いを癒やすために来たのです。 それならば、なぜ夢に逃げ込み、夢占い師を雇い、公の宴席で私を酒席の笑い話にする必要があるのでしょうか。もし中傷が他の誰かのもとでなされていたとしても、私はあなた方を自らの意図の証人として立てたことでしょう。そして今、私は彼ら一人ひとりに、あの昔のことを思い起こすよう求めます。かつて町が私たちを若者の教育のために招き、あなた方の有力者たちによる使節団が参じたときのことです。その後、市民総出で皆が私たちを取り囲み、何を与えなかったでしょうか、何を約束しなかったでしょうか。それでも私たちを引き留めることはできませんでした。そうであるなら、当時招かれながら応じなかった私が、今や招かれもしないのにどうして押し入ろうとするでしょうか。また、私を称賛し感嘆する者たちから逃れていた私が、今や中傷する者たちをどうして追いかけたりするでしょうか。立派な方々よ、そう思ってはなりません。私たちの身の振り方はそれほど安価なものではありません。良識ある者なら誰しも舵取りのいない船に乗り込むことはなく、舵を握る者たち自らが大波と嵐を引き起こしている教会に近づくこともないからです。追う者もいないのにある者たちは逃げ、攻め寄せる者もいないのに別の者たちは立ち去り、神託を語る者も夢占い師も皆が〔人々を〕怯えさせていたとき、あの町はどこから騒乱に満ちたというのでしょうか。これらは他のどこから生じたのでしょうか。それが民衆の指導者たちから出たことは、子どもにさえ明らかではないでしょうか。彼らの敵意の理由を私が語るのは見苦しいことですが、あなた方がそれを見抜くのはきわめて容易です。辛辣さと不和が苛烈さにおいて極まりない一方で、その理由の説明がまったく根拠を欠き滑稽であるとき、それが魂の病であることは明白です。他人の善きことに対して付随して生じ、それを持つ者にとっては自らの第一の悪となる病です。彼らにはさらに別の奇妙なことが付随しています。内奥で苛まれ苦痛を受けながらも、恥のゆえにその災難を口外することを許されないのです。したがって、この魂の受難は私たちに対する態度からだけでなく、彼らのそれ以外の暮らしぶりからも知られています。仮にそれが知られなくとも、事態にとって大した損害ではありません。しかし、彼らが私たちとの面会を忌避すべきものとする最も真実な理由、おそらくあなた方の多くが気づいていないその理由を、私がお教えしましょう。耳を傾けてください。
- 210πρεσβεία δὲ παρῆν τῶν παρʼ ὑμῖν ἀνδρῶν οἱ ἐν τέλει
女性単数名詞の集合名詞 πρεσβεία(使節団)が主語であるにもかかわらず、その構成員である有力者たちを指して男性複数主格の οἱ ἐν τέλει(職にある者たち)が同格として置かれている。形式的な文法の一致ではなく実質的な意味を優先させた意味上の一致(constructio ad sensum)である。
- 210τί μὲν οὐχὶ διδόντες; τί δὲ οὐχ ὑπισχνούμενοι;
主文の分詞句(περιχυθέντες ἡμᾶς)の直後に挿入された反語的な修辞疑問表現。「何を彼らは与えなかっただろうか、何を約束しなかっただろうか」という問いが分詞構文(主格複数男性)のまま並列され、「あらゆるものを差し出し、あらゆるものを約束しながら」という譲歩ないし付帯状況の強い肯定として主動詞 κατασχεῖν ... οὐκ ἠδυνήθησαν に係っている。
- 210ἐκλαλῆσαι τὴν συμφορὰν ὑπὸ τῆς αἰσχύνης οὐκ ἐπιτρέπονται
動詞 ἐπιτρέπω(能動態では「人に…することを許す」)の受動態構文。能動態の間接目的語(与格)であった人物が受動主語となり、不定詞 ἐκλαλῆσαι を伴って「恥のためにその災難を口外することを許されていない/口外できない」という意味を表す。
