- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:205-206
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
バシレイオスは病弱な同僚長老メレティオスをエルピディオス主教のもとに派遣して会合の設定を促し(書簡205)、続く書簡(206)では孫を亡くした彼を霊的・徳的観点から慰め、気落ちして約束の会合を妨げないよう勧告する。
Ἐλπιδίῳ ἐπισκόπῳ. Πάλιν ἡμεῖς τὸν ἀγαπητὸν καὶ συμπρεσβύτερον Μελέτιον ἐκινήσαμεν, ἐπὶ τὴν σὴν ἀγάπην προσηγορίας ἡμῶν διακομίζοντα. οὗ εἰ καὶ πάνυ ἐγνώκειμεν φείδεσθαι διὰ τὴν ἀσθένειαν, ἣν ἑκουσίως ἑαυτῷ ἐπηγάγετο, δουλαγωγῶν τὴν σάρκα διὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὅμως καὶ ἡμῖν αὐτοῖς πρέπον εἶναι κρίναντες διὰ τοιούτων προσφθέγγεσθαί σε, τῶν δυναμένων ὅσα διαφεύγει τὸ γράμμα παρʼ ἑαυτῶν ῥᾳδίως ἀναπληρῶσαι, καὶ οἱονεὶ ἀντʼ ἐπιστολῆς ἐμψύχου γενέσθαι τῷ τε γράφοντι καὶ τῷ δεχομένῳ, καὶ τὸν αὐτοῦ δὲ πόθον ἀναπληροῦντες, ὃν ἔχει ἀεὶ περὶ τὴν σὴν τελειότητα, ἀφʼ οὗ εἰς πεῖραν ἀφίκετο τῶν ἐν σοὶ καλῶν, καὶ νῦν αὐτὸν ἐλθεῖν ὡς σὲ ἐδυσωπήσαμεν·1 δι’ οὗ καὶ τὸ τῆς ἐπισκέψεως ἀποπληροῦμεν χρέος, καὶ παρακαλοῦμεν προσεύχεσθαί σε ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, ἵνα δῷ ἡμῖν ὁ Κύριος ἤρεμον καὶ ἡσύχιον βίον διάγειν, τῆς ἐκ τῶν ἐχθρῶν τοῦ εὐαγγελίου ἐπηρείας ἀπαλλαγέντας. Εἰ δὲ καὶ τῇ σῇ συνέσει ἀκόλουθον καὶ ἀναγκαῖον καταφαίνεται εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις ἐλθεῖν, καὶ συντυχεῖν καὶ τοῖς λοιποῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς τὴν παραλίαν κατοικοῦσιν ἐπισκόποις, αὐτὸς καὶ ἡμῖν ἀπόδειξον τόπον καὶ καιρὸν καθʼ ὃν ἔσται τοῦτο, καὶ τοῖς ἀδελφοῖς ἐπίστειλον, ἵνα ἐπὶ ὡρισμένοις καταλιπόντες ἕκαστος τὴν ἐν χερσὶν ἀσχολίαν, δυνηθῶμέν τι τῶν εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ ποιῆσαι, καὶ ἀνελεῖν μὲν τὰς ἐξ ὑπονοιῶν νῦν ἡμῖν πρὸς ἀλλήλους ἐγγινομένας λύπας, κυρῶσαι δὲ τὴν ἀγάπην, ἧς ἄνευ ἀτελῆ εἶναι πάσης ἐντολῆς ἐργασίαν αὐτὸς ἡμῖν ὁ Κύριος διωρίσατο.
主教エルピディオスへ。 私たちは再び、親愛なる長老仲間メレティオスを動かし、あなたの愛徳のもとへ私たちの挨拶を届けさせます。彼がキリストの福音のために自らの肉体を隷従させ、進んで自らに引き受けた衰弱のゆえに、私たちは極力彼を休ませようと心に決めていたのではありますが、手紙に表しきれぬ事柄を進んで自ら補うことができ、書く者にとっても受け取る者にとっても、いわば生ける書簡の代わりとなりうるような人物を通じてあなたに挨拶を送ることが、私たち自身にとってもふさわしいと判断し、また、あなたの卓越した徳を体験して以来、あなたの完全さに対して彼が常に抱いている慕わしい思いを満たしてやるためにも、今また彼にあなたの許へ赴くよう懇願したのです。彼を通じて私たちは訪問の義務を果たし、また、私たちが福音の敵からの不当な圧迫を免れ、平穏で静けさに満ちた生を送ることを主が許してくださるよう、私たちのために、また神の教会のために祈ってくださることをあなたに願うものです。 もしあなたの賢明な知慮にとっても、私たちが互いに同じ場所に集まり、また沿海部に住まう他のいと貴き兄弟たる主教たちとも会合することが理に適っており不可欠であると思われるなら、あなた自身が私たちに対して、これが実現すべき場所と時期を指示し、また兄弟たちにも書状を送ってください。それは、それぞれが手元の所務を置き去りにして定められた時期に集まり、神の教会の建設に資する何らかの働きをなし、現に憶測から私たちの間に互いに生じている苦渋を除去し、それなしにはいかなる戒めの実践も不完全であると主ご自身が私たちに定められたかの愛を強固に確証するためです。
Ἐλπιδίῳ ἐπισκόπῳ παραμυθητική. Νῦν μάλιστα τῆς τοῦ σώματος ἀσθενείας αἰσθάνομαι, ὅτε ὁρῶ μοι τοσοῦτον ἐμποδίζουσαν τῇ τῆς ψυχῆς ὠφελείᾳ. εἰ γάρ μοι κατὰ νοῦν ἐχώρει τὰ πράγματα, οὐκ ἂν δι’ ἐπιστολῶν οὐδὲ διὰ μέσων ἀνθρώπων προσεφθεγγόμην ὑμᾶς, ἀλλʼ αὐτὸς ἂν δι’ ἐμαυτοῦ καὶ τὸ τῆς ἀγάπης ἀπεπλήρουν χρέος καὶ ἐγγύθεν ἀπέλαυον τοῦ πνευματικοῦ κέρδους. νῦν δὲ οὕτω διάκειμαι, ὡς ἀγαπητῶς καὶ τὰς τῆς πατρίδος κινήσεις ὑφίστασθαι,2 ἃς ἀναγκαίως ποιούμεθα ἐπισκεπτόμενοι τὰς κατὰ τὴν χώραν ἡμῶν παροικίας. ἀλλὰ παράσχοι ὁ Κύριος καὶ ὑμῖν ἰσχὺν καὶ προθυμίαν, καὶ ἐμοὶ πρὸς τῇ σπουδῇ ἣν ἔχω νῦν, καὶ δύναμιν, ὥστε, καθὼς παρεκάλεσα ὑμᾶς, πραγματεύσασθαι ἡμῖν τὴν ἀπόλαυσιν, γενομένοις ἐπὶ τῆς Κομανικῆς ἐνορίας. Φοβοῦμαι δὲ περὶ τῆς σῆς κοσμιότητος, μήπου σοι ἐμπόδιον γένηται ἡ περὶ τῶν οἰκείων λύπη. καὶ γὰρ ἔμαθον ὅτι σε ἔθλιψε παιδίου τελευτή· οὗ τὴν στέρησιν, ὡς μὲν πάππῳ, λυπηρὰν εἰκὸς εἶναι, ὡς δὲ ἀνδρὶ πρὸς τοσοῦτον ἤδη διαβεβηκότι τῆς ἀρετῆς, καὶ ἐπισταμένῳ τῶν ἀνθρωπίνων τὴν φύσιν ἐκ τῆς κατὰ τὸν χρόνον ἐμπειρίας καὶ ἐκ τῆς πνευματικῆς διδασκαλίας, ἀκόλουθον μὴ πάντη δύσφορον εἶναι τῶν οἰκειοτάτων τὸν χωρισμόν.3 καὶ γὰρ οὐ τὰ αὐτὰ ἀπαιτεῖ ἡμᾶς τε καὶ τοὺς τυχόντας τῶν ἀνθρώπων ὁ Κύριος. οἱ μὲν γὰρ συνηθείᾳ ζῶσιν, ἡμεῖς δὲ κανόνι τῆς πολιτείας τῇ ἐντολῇ τοῦ Κυρίου κεχρήμεθα, καὶ τοῖς προλαβοῦσι τῶν μακαρίων ἀνδρῶν ὑποδείγμασιν, ὧν τὸ μεγαλοφυὲς τῆς διανοίας ἐπὶ τῶν περιστατικῶν καιρῶν μάλιστα διεδείκνυτο. ἵνα οὖν καὶ αὐτὸς ὑπόδειγμα ἀνδρείας καὶ τῆς ἐπὶ τοῖς ἐλπιζομένοις ἀληθινῆς διαθέσεως καταλίπῃς τῷ βίῳ, δεῖξον σαυτὸν μὴ καμπτόμενον τῷ πάθει, ἀλλʼ ὑψηλότερον ὄντα τῶν λυπηρῶν, τῇ μὲν θλίψει ὑπομένων, τῇ δὲ ἐλπίδι χαίρων. μηδὲν οὖν τούτων γένηται κώλυμα πρὸς τὴν ἐλπιζομένην ἡμῖν συντυχίαν. τοῖς μὲν γὰρ νηπίοις αὐτάρκης ἡ ἡλικία πρὸς τὸ ἀνέγκλητον, ἡμεῖς δὲ ὑπεύθυνοί ἐσμεν τὰ διατεταγμένα ἡμῖν ὑπηρετεῖν τῷ Δεσπότῃ καὶ εἰς πάντα εὔθετοι εἶναι τῇ οἰκονομίᾳ τῶν ἐκκλησιῶν, ἧς μεγάλους τοὺς μισθοὺς τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις ὁ Κύριος ἡμῶν ἐταμιεύσατο.
主教エルピディオスへの慰めの書簡。 今ほど、私が肉体の衰弱を痛感している時はありません。それがいかに私にとって魂の益を著しく妨げているかを目の当たりにするときです。なぜなら、もし私の思い通りに事態が進むのであれば、私は書簡や仲介者を通じてあなた方に挨拶を送るのではなく、自ら自らの足で赴き、愛の義務を果たすとともに、間近で霊的な利益を享受したことでしょう。しかし今や私は、自らの郷土において、地方の諸教区を訪問して必然的に行わざるを得ない巡回でさえ、辛うじて堪え忍ぶような状態に置かれています。けれども主が、あなた方には力と熱意を、私には今抱いている志に加えて力をもお授けくださり、あなた方にお願いした通り、コマナの教区に赴いた折に私たちがその交わりの享受を成し遂げられるようにしてくださいますように。 しかし私は、あなたの高潔な徳について、身内の者に関する悲しみがあなたにとって妨げとなりはしないかと案じています。実際、幼子の死があなたを打ちのめしたと知りました。その喪失は、祖父としては悲しいのが当然ですが、すでにこれほどの徳へと到達し、歳月の経験と霊的な教えから人間的な物事の本質を熟知している人物にとっては、最も近しい者たちとの別離も全面的に耐え難いわけではないのが道理です。主は私たちに対して、並の人間たちと同じことを求めておられるわけではないからです。彼らは慣習に従って生きていますが、私たちは生き方の規範として主の戒めを用いており、また危急の困難な時期にこそその精神の卓越性を余すところなく示した福なる先人たちの模範を用いています。したがって、あなた自身もまた剛毅の模範、また望まれる事柄への真の構えの模範を人生に遺すために、悲嘆に屈することなく、悲哀に勝る高い境地に身を置き、患難においては耐え忍び、希望においては喜ぶ姿をお示しになりなさい。ゆえに、これらのことの何一つとして、私たちが望んでいる会合への妨げとなりませんように。幼子たちにとっては、その年齢だけで非難を受けないことには十分ですが、私たちは、私たちに命じられた事柄をもって主人に仕え、教会の配慮においてあらゆる点で整っている責務を負っており、その忠実で賢明な管理人たちに対して、私たちの主は大いなる報償を用意されたのです。
- 205οὗ εἰ καὶ πάνυ ἐγνώκειμεν φείδεσθαι διὰ τὴν ἀσθένειαν, ἣν ἑκουσίως ἑαυτῷ ἐπηγάγετο, δουλαγωγῶν τὴν σάρκα διὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὅμως καὶ ἡμῖν αὐτοῖς πρέπον εἶναι κρίναντες ... καὶ νῦν αὐτὸν ἐλθεῖν ὡς σὲ ἐδυσωπήσαμεν
文頭の οὗ は前文の Μελέτιον を指す連結の関係代名詞で、後続する動詞 φείδεσθαι の属格補語(「彼をいたわる」)として機能している。しかし文の骨格としては、譲歩節(εἰ καὶ...)や二重の分詞構文(κρίναντες, ἀναπληροῦντες)が長く挿入された結果、主文の動詞 ἐδυσωπήσαμεν(「私たちは懇願した」)に至ったところで目的語が代名詞 αὐτόν によって補強的に反復(resumptive pronoun)されている。
- 206ὡς ἀγαπητῶς καὶ τὰς τῆς πατρίδος κινήσεις ὑφίστασθαι
副詞 ἀγαπητῶς は語源的には「好んで・喜んで」を意味しうるが、ここでは後期のギリシア語散文で一般的な「辛うじて」「ようやく(かろうじて耐える)」という消極的・制限的なニュアンスで用いられている。病弱な身ゆえに管区内の教区巡回すらやっとの思いで果たしているという文脈に合致する。
- 206οὗ τὴν στέρησιν, ὡς μὲν πάππῳ, λυπηρὰν εἰκὸς εἶναι, ὡς δὲ ἀνδρὶ ... ἀκόλουθον μὴ πάντη δύσφορον εἶναι τῶν οἰκειοτάτων τὸν χωρισμόν
関係代名詞 οὗ は前文の παιδίου を受ける属格で、στέρησιν に係る。対句 ὡς μὲν πάππῳ ... ὡς δὲ ἀνδρὶ ... はそれぞれ後ろの対格不定詞構文(λυπηρὰν εἰκὸς εἶναι と ἀκόλουθον [ἐστι] μὴ πάντη δύσφορον εἶναι...)における判断の観点・基準を示す与格。前者の主語は τὴν στέρησιν であるのに対し、後者では τῶν οἰκειοτάτων τὸν χωρισμόν が主語として新たに立て直されている。
