← カイサリアのバシレイオス

書簡集

§204#3

正統信仰の継承と全地の一致による分裂の警告

バシレイオスは告発の審査を読者たち自身に委ね、自らの信仰が祖母マクリナ以来の伝統とアタナシオスら諸教父の正統信仰に合致していることを弁明するとともに、自らと交わりを共にする世界各地の主教たちとの一致を強調して分裂を回避するよう強く警告する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§204#3

καὶ μηδεὶς οἰέσθω ταῦτα πρὸς ἀποφυγὴν τῶν ἐλέγχων ἐπινοεῖσθαι παρʼ ἡμῶν. ὑμῖν γὰρ ἐπιτρέπω, ποθεινότατοι ἀδελφοί, ἐφʼ ἑαυτῶν ποιήσασθαι τῶν ἐγκαλουμένων ἡμῖν τὴν ἐξέτασιν. οὕτως ἐστὲ βραδεῖς τὴν διάνοιαν, ὥστε πάντων δεῖσθαι τῶν συνηγόρων πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν; ἀλλʼ ἐὰν μὲν ἀναντίρρητα ὑμῖν φανῇ ἐφʼ ἑαυτῶν, πείσατε τοὺς ἐρεσχελοῦντας ἀφέσθαι πάσης φιλονεικίας· ἐὰν δέ τι δοκεῖ καὶ ἀμφίβολον ἔχειν, ἐρωτήσατε ἡμᾶς διά τινων μεσιτῶν δυναμένων πιστῶς διακονήσασθαι τὰ ἡμέτερα· ἢ καὶ ἐγγράφους, εἰ δοκεῖ, ἀπαιτήσατε ἡμᾶς τὰς ἀποδεῖξεις. πάντως δὲ παντὶ τρόπῳ σπουδάσατε μὴ ἀνεξέταστα ταῦτα καταλιπεῖν. Πίστεως δὲ τῆς ἡμετέρας τίς ἂν καὶ γένοιτο ἐναργεστέρα ἀπόδειξις ἢ ὅτι τραφέντες ἡμεῖς ὑπὸ τίτθῃ μακαρίᾳ γυναικί,1 παρʼ ὑμῶν ὡρμημένῃ; Μακρίναν λέγω τὴν περιβόητον, παρʼ ἧς ἐδιδάχθημεν τὰ τοῦ μακαριωτάτου Γρηγορίου ῥήματα, ὅσα πρὸς αὐτὴν ἀκολουθίᾳ μνήμης διασωθέντα αὐτή τε ἐφύλασσε, καὶ ἡμᾶς ἔτι νηπίους ὄντας ἔπλαττε καὶ ἐμόρφου τοῖς τῆς εὐσεβείας δόγμασιν. ἐπειδὴ δὲ καὶ αὐτοὶ τὴν τοῦ φρονεῖν δύναμιν ἀπελάβομεν, τοῦ λόγου ἡμῖν διὰ τῆς ἡλικίας συμπληρωθέντος, πολλὴν ἐπελθόντες γῆν τε καὶ θάλασσαν, εἴ τινας εὕρομεν τῷ παραδοθέντι κανόνι τῆς εὐσεβείας στοιχοῦντας, τούτους καὶ πατέρας ἐπεγραψάμεθα καὶ ὁδηγοὺς τῶν ψυχῶν ἡμῶν εἰς τὴν πρὸς Θεὸν πορείαν ἐποιησάμεθα. καὶ μέχρι γε τῆς ὥρας ταύτης, χάριτι τοῦ καλέσαντος ἡμᾶς κλήσει ἁγίᾳ εἰς τὴν ἑαυτοῦ ἐπίγνωσιν, οὐδένα οἴδαμεν λόγον ἐχθρὸν τῆς ὑγιαινούσης διδασκαλίας ταῖς καρδίαις παραδεξάμενοι,2 οὐδὲ μολυνθέντες ποτὲ τὰς ψυχὰς τῇ δυσωνύμῳ τῶν Ἀρειανῶν βλασφημίᾳ. ἀλλʼ εἴ τινάς ποτε ὡρμημένους ἐξ ἐκείνου τοῦ διδασκάλου εἰς κοινωνίαν προσελαβόμεθα, ἐπικρυπτομένους τὴν ἐν τῷ βάθει νόσον, καὶ ῥήματα λαλοῦντας εὐσεβῆ, ἢ τοῖς γε παρʼ ἡμῶν λεγομένοις μὴ ἀντιτείνοντας, οὕτω προσηκάμεθα, οὔτε πᾶσαν ἑαυτοῖς τὴν κατʼ αὐτοὺς κρίσιν ἐπιτρέψαντες, ἀλλὰ ταῖς προεξενεχθείσαις περὶ αὐτῶν ψήφοις παρὰ τῶν πατέρων ἡμῶν ἀκολουθήσαντες. ἐγὼ γὰρ δεξάμενος γράμματα τοῦ μακαριωτάτου πατρὸς Ἀθανασίου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου, ἃ καὶ ἔχω ἐν ταῖς χερσὶ καὶ προβάλλομαι τοῖς ἐπιζητοῦσιν, ἐν οἷς φανερῶς διηγόρευσεν, εἴ τις ἐκ τῆς τῶν Ἀρειανῶν αἱρέσεως βούλοιτο μετατίθεσθαι, ὁμολογῶν τὴν ἐν Νικαίᾳ πίστιν, τοῦτον προσίεσθαι, μηδὲν διακρινομένους ἐπʼ αὐτῷ· καὶ τούτου τοῦ δόγματος κοινωνούς μοι παρεχομένου τούς τε τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐπισκόπους ἅπαντας, νομίζων ἀναγκαῖον εἶναι ἀκολουθεῖν ἀνδρὶ τοσούτῳ διὰ τὸ ἀξιόπιστον τῶν νομοθετησάντων, ὁμοῦ δὲ καὶ ἐπιθυμῶν τὸν τῆς εἰρηνοποιίας μισθὸν ὑποδέξασθαι, τοὺς ταύτην ὁμολογοῦντας τὴν πίστιν ἐγκατέτασσον τῇ μερίδι τῶν κοινωνικῶν. Δικαιότερον δὲ τὰ καθʼ ἡμᾶς κρίνεσθαι μὴ ἐξ ἑνὸς ἢ δευτέρου3 τῶν μὴ ὀρθοποδούντων πρὸς τὴν ἀλήθειαν, ἀλλʼ ἐκ τοῦ πλήθους τῶν κατὰ τὴν οἰκουμένην ἐπισκόπων συνημμένων ἡμῖν χάριτι τοῦ Κυρίου. ἐξετασθῶσι δὲ Πισίδαι, Λυκάονες, Ἰσαῦροι, Φρύγες ἑκάτεροι, Ἀρμενίων ὅσον ὑμῖν ἐστι πρόσοικον, Μακεδόνες, Ἀχαιοί, Ἰλλύριοι, Γάλλοι, Ἱσπανοί, Ἰταλία σύμπασα, Σικελιῶται, Ἄφροι, Αἰγύπτου τὸ ὑγιαῖνον, τῆς Συρίας ὁπόσον λείψανον οἵτινες πέμπουσί τε πρὸς ἡμᾶς γράμματα καὶ πάλιν δέχονται παρʼ ἡμῶν. ὧν ἐστιν ὑμῖν ἔκ τε τῶν ἐκεῖθεν φερομένων γραμμάτων μαθεῖν καὶ ἐκ τῶν ἐντεῦθεν πάλιν ἀντιπεμπομένων αὐτοῖς διδαχθῆναι, ὅτι σύμψυχοι πάντες ἐσμέν, τὸ ἓν φρονοῦντες. ὥστε ὁ τὴν πρὸς ἡμᾶς κοινωνίαν ἀποδιδράσκων μὴ λανθανέτω ὑμῶν τὴν ἀκρίβειαν, πάσης ἑαυτὸν τῆς Ἐκκλησίας ἀπορρηγνύς. περιβλέψασθε, ἀδελφοί, πρὸς τίνας ἐστὶν ὑμῖν ἡ κοινωνία· ἐπειδὰν παρʼ ἡμῶν μὴ δεχθῆτε, τίς λοιπὸν ὑμᾶς ἐπιγνώσεται; μὴ ἀγάγητε ἡμᾶς εἰς ἀνάγκην σκυθρωπόν τι βουλεύσασθαι περὶ τῆς φιλτάτης ἡμῖν ἐκκλησίας. μὴ ποιήσητέ με, ἃ νῦν ἐν τῇ καρδίᾳ κρύπτω τῇ ἐμαυτοῦ, κατʼ ἐμαυτὸν στενάζων καὶ ὀδυρόμενος τοῦ καιροῦ τὴν κακότητα, ὅτι αἰτίας οὐκ οὔσης, αἱ μέγισται τῶν ἐκκλησιῶν, καὶ ἐκ παλαιοῦ πρὸς ἀλλήλας ἀδελφῶν τάξιν ἐπέχουσαι, αὗται νῦν διεστήκασι· μή με ποιήσητε ταῦτα πρὸς πάντας ὁμοῦ τοὺς κοινωνικοὺς ἀποδύρασθαι.4 μὴ ἐκβιάσησθέ με ἀφεῖναι ῥήματα, ἃ μέχρι τοῦ νῦν τῷ ἐκ τοῦ λογισμοῦ χαλινῷ κεκρυμμένα ἔχω παρʼ ἐμαυτῷ. βέλτιόν ἐστιν ἡμᾶς ἐκποδῶν γενέσθαι, τὰς δὲ ἐκκλησίας ὁμονοεῖν πρὸς ἀλλήλας, ἢ διὰ τὰς μειρακιώδεις ἡμῶν μικροψυχίας κακὸν τοσοῦτον ἐπάγεσθαι τοῖς λαοῖς τοῦ Θεοῦ. ἐρωτήσατε τοὺς πατέρας ὑμῶν, καὶ ἀναγγελοῦσιν ὑμῖν, ὅτι εἰ καὶ τῇ θέσει τοῦ τόπου διῃρῆσθαι ἐδόκουν αἱ παροικίαι, ἀλλὰ τῷ γε φρονήματι ἓν ἦσαν, καὶ μιᾷ γνώμῃ ἐκυβερνῶντο. συνεχεῖς μὲν τοῦ λαοῦ αἱ ἐπιμιξίαι· συνεχεῖς δὲ τοῦ κλήρου ἐπιδημίαι· αὐτοῖς δὲ τοῖς ποιμέσι τοσοῦτον περιῆν τῆς πρὸς ἀλλήλους ἀγάπης, ὥστε ἑκάτερον αὐτῶν διδασκάλῳ τῷ ἑτέρῳ καὶ ἡγεμόνι χρῆσθαι εἰς τὰ πρὸς Κύριον.

そして、私たちが糾明を逃れるためにこれらのことを思いついたなどと、誰も考えてはなりません。というのも、いと慕わしき兄弟たちよ、私はあなた方自身で、私たちに対する告発の審査を行うことを委ねるからです。あなた方は真理の発見に際して、弁護人の誰も彼もを必要とするほど理解が鈍いのでしょうか。そうではなく、もしあなた方自身にとって申し分のないもの(明白なもの)と映るなら、口論を好む者たちを説得してあらゆる好訴性を捨てさせなさい。また、もし何らかの曖昧さを有するように思われるなら、私たちの事情を忠実に執り成すことのできる仲介者たちを通じて私たちに問い質しなさい。あるいは良いと思われるなら、私たちに書面による論証を求めなさい。いずれにせよ、いかなる手段によっても、これらを未審査のまま放置しないよう心を砕きなさい。 私たちの信仰に関して、祝福された婦人、すなわちあなた方の土地の出身である乳母によって私たちが養育されたという事実以上に、いかなるより明白な証明がありえましょうか。名高きマクリナのことです。彼女から私たちは、いと福なるグレゴリオスの教えの数々を教わりました。それらの言葉は記憶の継承によって彼女のもとに無事保たれ、彼女自身が護り伝えて、私たちがまだ幼子であったときに敬虔の教義をもって私たちを形作り、陶冶したのです。そして私たち自身も、分別をなす能力を身につけ、年齢の推移によって理性が完成するに及んで、多くの陸と海を巡り歩き、伝えられた敬虔の基準に歩む者たちを見出すと、その人々を父と定め、私たちの魂の神への歩みにおける案内者としました。そしてまさにこの時に至るまで、聖なる召命をもって自らを知る知識へと私たちを召された方の恵みにより、健全な教えに反するいかなる言葉も心に受け入れた覚えはなく、アレイオス派の忌まわしき冒涜によって魂を一度たりとも汚したことはありません。しかし、もしあの教師から出た者たちを私たちが交わりへと迎え入れたことがあったとしても、彼らが心の奥底にある病を隠し、敬虔な言葉を語り、あるいは少なくとも私たちの語る事柄に反対しなかったからこそ、そのように受け入れたのであり、彼らに対する判定のすべてを自分たちに委ねたのではなく、私たちの父たちから彼らに関して前もって下されていた決定に従ったのです。事実、私はいと福なる父、アレクサンドリアの主教アタナシオスの書簡を受け取りました――それは現に私の手元にあり、求める者たちに提示しています――その中で彼は明白に命じて、もしアレイオス派の異端から立ち戻ることを望む者がニカイアの信仰を告白するなら、その者に関して何ら躊躇することなく迎え入れよ、と定めていました。そしてこの教義の共有者として、マケドニアとアカイアのすべての主教たちを私に挙げて示してくれたのです。私は、法を定めた者たちの信頼性ゆえに、これほど偉大な人物に従うことが不可欠であると考え、同時に平和を築くことの報償を受けたいと願いもし、この信仰を告白する者たちを、交わりにある者たちの列に加えたのでした。 私たちの事柄が、真理に向かって正しく歩まない一人や二人からではなく、主の恵みによって私たちと結ばれている全地の主教たちの総体によって裁かれることこそ、より正当なことです。ピシディア人、リュカオニア人、イサウリア人、両フリュギア人、あなた方に隣接するアルメニア人、マケドニア人、アカイア人、イリュリア人、ガリア人、イスパニア人、イタリア全土、シケリア人、アフリカ人、エジプトの健全な部分、シリアの残余の者たち――彼らは私たちに書簡を送り、また私たちから書簡を受け取っているのです――これらの者たちを調べさせなさい。そこから送られてくる書簡からあなた方が学び、またここから彼らへ返送される書簡から教えられうることは、私たちが皆、心を一つにし、同じ一つの思いを抱いているということです。したがって、私たちとの交わりから逃避する者が、全教会から自らを切り離しているという事実を、あなた方の緻密な知性が見逃すようなことがあってはなりません。兄弟たちよ、見回してごらんなさい、あなた方の交わりは誰に向けられているのかを。私たちから受け入れられないなら、一体誰が今さらあなた方を認めるというのでしょうか。私たちを、私たちにとっていと愛しき教会について何か陰鬱な決断を下さざるを得ない事態へと追い込まないでください。私が今、自らの心の中に秘め、いかなる正当な理由もないのに、かつては互いに姉妹の立場にあった最大規模の諸教会が今や分裂しているという時代の邪悪さを一人嘆き悲しんでいる事柄を、交わりにあるすべての人々に向けて一斉に嘆き訴えるような仕儀に、私を至らせないでください。私がこれまで理性の轡によって自らのもとに秘めてきた言葉を吐き出すよう、私を強制しないでください。私たちが邪魔にならないよう退き、諸教会が互いに一致することのほうが、私たちの青臭い狭量さによって神の民にこれほど大きな悪をもたらすことよりもはるかに勝っています。あなた方の父たちに尋ねなさい。そうすれば彼らがあなた方に告げるでしょう。教区は場所の配置において隔たれているように見えても、心情においては一つであり、一つの精神によって導かれていたのだと。民の行き来は頻繁であり、聖職団の訪問も引きも切りませんでした。牧者たち自身の間にも、互いに主に向かう事柄において相手を自らの教師とし指導者とするほどの愛が、豊かに満ちあふれていたのです。

構文注4 件
  1. 204Πίστεως δὲ τῆς ἡμετέρας τίς ἂν καὶ γένοιτο ἐναργεστέρα ἀπόδειξις ἢ ὅτι τραφέντες ἡμεῖς ὑπὸ τίτθῃ μακαρίᾳ γυναικί

    比較級 ἐναργεστέρα に接続詞 ἢ(〜より)が後続し、さらに説明の ὅτι 節が導かれている構文。ὅτι 節内は τραφέντες ἡμεῖς... で分詞句の形をとっているが、述部動詞(ἐτράφημεν 等)が省略された文か、あるいは「私たちが養育されたという事実」を表す名詞的表現として機能している。主節の τίς ἂν ... γένοιτο は希求法+ἄν による修辞的疑問(「いかなる証明がありえようか、いやない」)。

  2. 204οὐδένα οἴδαμεν λόγον ἐχθρὸν τῆς ὑγιαινούσης διδασκαλίας ταῖς καρδίαις παραδεξάμενοι

    動詞 οἴδαμεν(知っている)が自己の行為を表す主格分詞 παραδεξάμενοι を補語に伴う構文。「自分自身が心に受け入れた覚えはない/自覚していない」という主語自身の意識内容を表す。λόγον ἐχθρόν は παραδεξάμενοι の直接目的語、τῆς ὑγιαινούσης διδασκαλίας は形容詞 ἐχθρόν が要求する属格(敵対的属格)、ταῖς καρδίαις は場所・受容の与格。

  3. 204Δικαιότερον δὲ τὰ καθʼ ἡμᾶς κρίνεσθαι μὴ ἐξ ἑνὸς ἢ δευτέρου

    非人称構文で、コピュラ ἐστί が省略されている(Δικαιότερόν [ἐστι] κρίνεσθαι)。中性単数比較級形容詞 δικαιότερον を述語とし、対格不定詞句 τὰ καθʼ ἡμᾶς κρίνεσθαι(私たちの事柄が裁かれること)が実質的な主語となっている。判断の基準を示す前置詞句 ἐκ τοῦ πλήθους と μὴ ἐξ ἑνὸς ἢ δευτέρου が対比されている。

  4. 204μὴ ποιήσητέ με, ἃ νῦν ἐν τῇ καρδίᾳ κρύπτω ... μή με ποιήσητε ταῦτα πρὸς πάντας ὁμοῦ τοὺς κοινωνικοὺς ἀποδύρασθαι.

    使役動詞 ποιέω +対格(με)+不定詞(ἀποδύρασθαι)の構文。「私に…を嘆き訴えさせるな」。最初の μὴ ποιήσητέ με の直後に関係詞節(ἃ νῦν...)と分詞句(κατʼ ἐμαυτὸν στενάζων...)、ὅτι 節(ὅτι αἰτίας οὐκ οὔσης...)が長く挿入されたため、主節の骨格が途切れた形となり、その再開として改めて μή με ποιήσητε ταῦτα ... ἀποδύρασθαι と反復されている。ταῦτα は前方の関係節 ἃ νῦν... の内容を総括する指示代名詞。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:204#3