← カイサリアのバシレイオス

若者たちへ――ギリシア文献の有益な利用について——

§5.1-5.14

詩人や思想家による徳の称賛とヘラクレスの選択

著者は異教の文学から学ぶべき最大の核心は徳の称賛であると述べ、ヘシオドスの険しい徳の道、ホメロスのオデュッセウス像、ソロンやテオグニスの詩、そしてプロディコスの「岐路に立つヘラクレス」の寓話を取り上げて徳の重要性を説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.1

Καὶ ἐπειδήπερ δι’ ἀρετῆς ἡμᾶς ἐπὶ τὸν βίον καθεῖναι δεῖ τὸν ἡμέτερον, εἰς ταύτην δὲ πολλὰ μὲν ποιηταῖς, πολλὰ δὲ συγγραφεῦσι, πολλῷ δὲ ἔτι πλείω φιλοσόφοις ἀνδρᾶσιν ὕμνηται, τοῖς τοιούτοις τῶν λόγων μάλιστα προσεκτέον.

そして、私たちが徳を通じて自らの人生へと漕ぎ出さねばならず、この徳に対して詩人たちによって多くのことが、歴史家たちによって多くのことが、そして哲学者たちによってさらに遥かに多くのことが称え歌われてきた以上、そのような言説にこそとりわけ注意を向けるべきである。

§5.2

οὐ μικρὸν γὰρ τὸ ὄφελος οἰκειότητά τινα καὶ συνήθειαν ταῖς τῶν νέων ψυχαῖς τῆς ἀρετῆς ἐγγενέσθαι, ἐπείπερ ἀμετάστατα πέφυκεν εἶναι τὰ τῶν τοιούτων μαθήματα, δι’ ἁπαλότητα τῶν ψυχῶν εἰς βάθος ἐνσημαινόμενα.

というのも、若者たちの魂に徳に対するある種の親しみや習慣が生じることは少なからぬ利益となるからである。魂の柔軟さゆえに深く刻み込まれたそのような学課は、本性上消え去りにくいものとなるからである。

§5.3

ἢ τί ποτε ἄλλο διανοηθέντα τὸν Ἡσίοδον ὑπολάβωμεν ταυτὶ ποιῆσαι τὰ ἔπη ἃ πάντες ᾄδουσιν, ἢ οὐχὶ προτρέποντα τοὺς νέους ἐπ’ ἀρετήν; ὅτι τραχεῖα μὲν πρῶτον καὶ δύσβατος, καὶ ἱδρῶτος συχνοῦ καὶ πόνου πλήρης ἡ πρὸς ἀρετὴν φέρουσα καὶ ἀνάντης ὁδός.

さもなければ、誰もが口ずさむあのもろもろの詩行をヘシオドスが創作したとき、彼が何か別のことを考えていたと私たちが想定するべきであろうか、それとも若者たちを徳へと促していたのではないだろうか。 すなわち、徳へと至る上り坂の道は、最初は険しく歩みがたく、多量の汗と労苦に満ちている。

§5.4

διόπερ οὐ παντὸς1 οὔτε προσβῆναι αὐτῇ διὰ τὸ ὄρθιον, οὔτε προσβάντι ῥᾳδίως ἐπὶ τὸ ἄκρον ἐλθεῖν. ἄνω δὲ γενομένῳ ὁρᾶν ὑπάρχει ὡς μὲν λεία τε καὶ καλή, ὡς δὲ ῥᾳδία τε καὶ εὔπορος καὶ τῆς ἑτέρας ἡδίων τῆς ἐπὶ τὴν κακίαν ἀγούσης, ἣν ἀθρόαν εἶναι λαβεῖν ἐκ τοῦ σύνεγγυς, ὁ αὐτὸς οὗτος ποιητὴς ἔφησεν.

それゆえ、急勾配のためにその道に踏み入ることも誰にでもできることではなく、踏み入った者にとっても容易に頂上へ達することはできない。しかし頂上に至った者には、それが平坦で美しく、容易で通りやすく、悪徳へと導くもう一方の道よりも快いものであることが見えてくる。その悪徳への道は間近にあって一挙に手に入るものであると、まさにこの同じ詩人が述べている。

§5.5

ἐμοὶ μὲν γὰρ δοκεῖ οὐδὲν ἕτερον ἢ προτρέπων ἡμᾶς ἐπ’ ἀρετὴν καὶ προκαλούμενος ἅπαντας ἀγαθοὺς εἶναι, ταῦτα διελθεῖν, καὶ ὥστε μὴ καταμαλακισθέντας πρὸς τοὺς πόνους, προαποστῆναι τοῦ τέλους. καὶ μέντοι καὶ εἴ τις ἕτερος ἐοικότα τούτοις τὴν ἀρετὴν ὕμνησεν. ὡς εἰς ταὐτὸν ἡμῖν φέροντας τοὺς λόγους ἀποδεχώμεθα.

私には実に、彼がこれらのことを詳しく説いたのは、私たちを徳へと促し、すべての人々に善き人となるよう勧め、労苦に対して気弱になって目標の手前で脱落することのないようにするため以外の何ものでもないと思われる。そしてさらに、もし他の誰かがこれらに似た仕方で徳を称賛したならば、その言葉を私たちと同じ目的に向かうものとして受け入れよう。

§5.6

Ὡς δ’ ἐγώ τινος ἤκουσα δεινοῦ καταμαθεῖν ἀνδρὸς ποιητοῦ διάνοιαν, πᾶσα μὲν ἡ ποίησις τῷ Ὁμήρῳ ἀρετῆς ἐστιν ἔπαινος, καὶ πάντα αὐτῷ πρὸς τοῦτο φέρει, ὅ τι μὴ πάρεργον, οὐχ ἥκιστα δὲ ἐν οἷς τὸν στρατηγὸν τῶν Κεφαλλήνων πεποίηκε γυμνὸν ἐκ τοῦ ναυαγίου περισῳθέντα, πρῶτον μὲν αἰδέσαι τὴν βασιλίδα φανέντα μόνον· τοσούτου δεῖν2 αἰσχύνην ὀφλῆσαι γυμνὸν ὀφθέντα μόνον, ἐπειδήπερ αὐτὸν ἀρετῇ ἀντὶ ἱματίων κεκοσμημένον ἐποίησε·

詩人の意図を読み解くことに長けたある人物から私が聞いたところによれば、ホメロスにとって詩作の全体が徳の称賛であり、余談でない限り、彼にとってすべてのことがこれを目指しているという。とりわけ、ケパレニア人の指揮官が難破から裸で救い出されたとき、王女の前にただ姿を現しただけで彼女に畏敬の念を起こさせた場面がそうである。裸で見られただけで恥辱を被るどころか、まったくそのようなことはなかった。詩人は彼を衣服の代わりに徳で身を装わせたからである。

§5.7

ἔπειτα μέντοι καὶ τοῖς λοιποῖς Φαίαξι τοσούτου ἄξιον νομισθῆναι, ὥστε ἀφέντας τὴν τρυφὴν ᾗ συνέζων, ἐκεῖνον ἀποβλέπειν καὶ ζηλοῦν ἅπαντας καὶ μηδένα Φαιάκων ἐν τῷ τότε εἶναι ἄλλο τι ἂν εὔξασθαι μᾶλλον ἢ Ὀδυσσέα γενέσθαι, καὶ ταῦτα ἐκ ναυαγίου περισῳθέντα.

さらにその後、彼は残りのパイアケス人たちにとっても非常に価値ある者とみなされ、彼らはそれまで共に送っていた贅沢な暮らしを捨てて、皆が彼を仰ぎ見て憧れ、当時のパイアケス人の誰も、オデュッセウスのようになること、それも難破から救い出された者のようになること以上に何か別のことを望む者はいなかったほどである。

§5.8

ἐν τούτοις γὰρ ἔλεγεν ὁ τοῦ ποιητοῦ τῆς διανοίας ἐξηγητὴς μόνον οὐχὶ βοῶντα λέγειν τὸν Ὅμηρον· ὅτι ἀρετῆς ὑμῖν ἐπιμελητέον, ὦ ἄνθρωποι, ἣ καὶ ναυαγήσαντι συνεκνήχεται καὶ ἐπὶ τῆς χέρσου γενόμενον γυμνὸν τιμιώτερον ἀποδείξει τῶν εὐδαιμόνων Φαιάκων.

なぜなら、この詩人の意図の解説者が言うには、ホメロスはこれらの場面においてほとんど叫ばんばかりに語っているのである。「人々よ、諸君は徳に心を配るべきである。徳は難破した者とともに泳ぎ渡り、陸地に上がって裸の身となっても、恵まれたパイアケス人たちよりも尊い者としてその人を示すのである」と。

§5.9

καὶ γὰρ οὕτως ἔχει. τὰ μὲν ἄλλα τῶν κτημάτων, οὐ μᾶλλον τῶν ἐχόντων ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιτυχόντων ἐστὶν ὥσπερ ἐν παιδιᾷ κύβων τῇδε κἀκεῖσε μεταβαλλόμενα· μόνη δὲ κτημάτων ἡ ἀρετὴ ἀναφαίρετον καὶ ζῶντι καὶ τελευτήσαντι παραμένουσα. ὅθεν δὴ καὶ Σόλων μοι δοκεῖ πρὸς τοὺς εὐπόρους εἰπεῖν τό· "Ἀλλ’ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα Τῆς ἀρετῆς τὸν πλοῦτον,3 ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί, Χρήματα δ’ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει."

実にその通りなのである。他の所有物は、さいころ遊びのようにあちらこちらへと移り変わり、それを持っている人たちのものであるのも、偶然に行き当たった誰かのものであるのも同じようなものである。しかし、所有物の中で徳だけが奪い去られることのないものであり、生きている間も死んだ後も留まり続ける。それゆえにこそソロンも富める者たちに対して次のように言ったのだと私には思われる。 「されど我らは彼らと、徳を引き換えに富を交換することはすまい。なぜなら前者は常に揺るぎなく、人々の財産は時に応じて別の者が持つものだからである。」

§5.10

Παραπλήσια δὲ τούτοις καὶ τὰ Θεόγνιδος, ἐν οἷς φησι τὸν θεόν, ὅντινα δὴ καί φησι, τοῖς ἀνθρώποις τὸ τάλαντον ἐπιρρέπειν ἄλλοτε ἄλλως· ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε δὲ μηδὲν ἔχειν.

また、テオグニスの詩句もこれらと酷似しており、神――彼が一体どの神を言っているにせよ――が人間たちに対して天秤の傾きを時によって異ならせ、ある時には富ませ、ある時には何も持たないようにすると述べている。

§5.11

Καὶ μὴν καὶ ὁ Κεῖός που σοφιστὴς Πρόδικος τῶν ἑαυτοῦ συγγραμμάτων ἀδελφὰ τούτοις εἰς ἀρετὴν καὶ κακίαν ἐφιλοσόφησεν· ᾧ δὴ καὶ αὐτῷ τὴν διάνοιαν προσεκτέον· οὐ γὰρ ἀπόβλητος ὁ ἀνήρ.

さらにまた、ケオス島のソフィストであるプロディコスも、その著書のどこかで徳と悪徳に関してこれらと同類の思索を巡らせている。彼に対してもまた注意を向けるべきである。この人物は退けるべき者ではないからである。

§5.12

ἔχει δὲ οὕτω πως ὁ λόγος αὐτῷ, ὅσα ἐγὼ τοῦ ἀνδρὸς τῆς διανοίας μέμνημαι, ἐπεὶ τά γε ῥήματα οὐκ ἐπίσταμαι, πλήν γε δὴ ὅτι ἁπλῶς οὕτως εἴρηκεν ἄνευ μέτρου, ὅτι νέῳ ὄντι τῷ Ἡρακλεῖ κομιδῇ καὶ σχεδὸν ταύτην ἄγοντι τὴν ἡλικίαν, ἣν καὶ ὑμεῖς νῦν, βουλευομένῳ ποτέραν τράπηται τῶν ὁδῶν, τὴν διὰ τῶν πόνων ἄγουσαν πρὸς ἀρετὴν ἢ τὴν ῥᾴστην, προσελθεῖν δύο γυναῖκας,4 ταύτας δὲ εἶναι Ἀρετὴν καὶ Κακίαν·

彼の語る内容は、私がその意図を覚えている限りではおおよそ次のようである。言葉そのものは正確には覚えていないが、ただ韻律なしで端的にこのように語っていたのである。ヘラクレスがまったくの若者で、まさに諸君がいまあるのとほぼ同じ年頃であったとき、二つの道のうちどちらへ進むべきか、すなわち労苦を通じて徳へと至る道か、それとも最も安易な道かを思案していたところ、二人の女性が近づいてきた。それらは徳と悪徳であった。

§5.13

εὐθὺς μὲν οὖν καὶ σιωπώσας ἐμφαίνειν ἀπὸ τοῦ σχήματος τὸ διάφορον· εἶναι γὰρ τὴν μὲν ὑπὸ κομμωτικῆς διεσκευασμένην εἰς κάλλος, καὶ ὑπὸ τρυφῆς διαρρεῖν, καὶ πάντα ἐσμὸν ἡδονῆς ἐξηρτημένην ἄγειν· ταῦτά τε οὖν δεικνύναι, καὶ ἔτι πλείω τούτων ὑπισχνουμένην, ἕλκειν ἐπιχειρεῖν τὸν Ἡρακλέα πρὸς ἑαυτήν·

そして直ちに、彼女たちは沈黙したままでさえ、その身なりから違いを示していた。一方は化粧によって美しく飾り立てられ、贅沢によって崩れんばかりであり、快楽の群れをすべて従えて引き連れていた。それゆえこれらを見せつけ、さらにこれら以上のものを約束しながら、ヘラクレスを自分の方へと引き寄せようと試みた。

§5.14

τὴν δ’ ἑτέραν κατεσκληκέναι καὶ αὐχμεῖν καὶ σύντονον βλέπειν καὶ λέγειν τοιαῦτα ἕτερα· ὑπισχνεῖσθαι γὰρ οὐδὲν ἀνειμένον οὐδὲ ἡδύ, ἀλλ’ ἱδρῶτας μυρίους καὶ πόνους καὶ κινδύνους διὰ πάσης ἠπείρου τε καὶ θαλάσσης· ἆθλον δὲ τούτων εἶναι θεὸν γενέσθαι, ὡς ὁ ἐκείνου λόγος· ᾗπερ δὴ καὶ τελευτῶντα τὸν Ἡρακλέα ξυνέπεσθαι.

しかし他方の女性は痩せ衰え、汚れ、厳しい眼差しをして、それと同様の事柄を語った。彼女は何一つ気ままなことも心地よいことも約束せず、無数の汗と労苦と、全大陸と全海を通じた危険を約束したのである。しかしこれらの報償は神となることであり――彼の言葉によればそうである――、まさにヘラクレスは最後には彼女に従ったのである。

構文注4 件
  1. 5.4οὐ παντὸς

    属格 παντός はコピュラ(ἐστί)が省略された性格・能力・当為を表す述語属格。「〜の性質である」「〜に属する(誰にでもできる)ことである」を意味し、否定語 οὐ とともに「誰にでも許されているわけではない」「誰にでもできることではない」という限定を表す。不定詞 προσβῆναι が実質的な主語。

  2. 5.6τοσούτου δεῖν

    τοσούτου δεῖν は類似表現 πολλοῦ δεῖν と同様の絶対不定詞(idiomatic infinitive)の慣用句で、「〜するどころか」「〜するには程遠く」という意味を表す。ここでは続く αἰσχύνην ὀφλῆσαι(恥辱を被る)を強く否定し、「裸で見られただけで恥辱を被るどころか、まったくそのようなことはなく」という文脈を構成している。

  3. 5.9Τῆς ἀρετῆς τὸν πλοῦτον

    動詞 διαμειψόμεθα(交換する)はここでは「受け取るもの」を対格で、「引き換えに与えるもの」を属格で取る(交換の属格)。ここでは τῆς ἀρετῆς(徳)が属格で、τὸν πλοῦτον(富)が対格であるため、「徳を対価として富を受け取る(徳を引き換えに富と交換する)」という意味になる。語順の倒置により名詞句が分断されているが、τῆς ἀρετῆς は διαμειψόμεθα に依存する交換の属格である。

  4. 5.12προσελθεῖν δύο γυναῖκας

    プロディコスの著作内容を導入する ὅτι 節の中で、主動詞に代わって不定詞 προσελθεῖν が使われており、間接話法(oratio obliqua)の不定詞構文が後続の文全体(εἶναι, ἐμφαίνειν, ἕλκειν, κατεσκληκέναι, ὑπισχνεῖσθαι, ξυνέπεσθαι)にわたって維持されている。引用伝達を表す談話標識としての不定詞の連続使用である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:5.1-5.14