- 底本
- Saint Basil. The Letters. Vol. 4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1934 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:4.1-4.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は世俗文学との付き合い方を説き、詩人や弁論家の描く悪徳や虚偽を避けつつ、蜜蜂が花から蜜だけを採るように美徳や真理にかなう有用な部分のみを選び取って人生の目的に適合させるべきだと勧告する。
Ἀλλ’ ὅτι μὲν οὐκ ἄχρηστον ψυχαῖς μαθήματα τὰ ἔξωθεν δὴ ταῦτα ἱκανῶς εἴρηται· ὅπως γε μὴν αὐτῶν μεθεκτέον ὑμῖν ἑξῆς ἂν εἴη λέγειν. Πρῶτον μὲν οὖν τοῖς παρὰ τῶν ποιητῶν, ἵν’ ἐντεῦθεν ἄρξωμαι· ἐπεὶ παντοδαποί τινές εἰσι κατὰ τοὺς λόγους, μὴ πᾶσιν ἐφεξῆς προσέχειν τὸν νοῦν· ἀλλ’ ὅταν μὲν τὰς τῶν ἀγαθῶν ἀνδρῶν πράξεις ἢ λόγους ὑμῖν διεξίωσιν, ἀγαπᾶν τε καὶ ζηλοῦν, καὶ ὅτι μάλιστα πειρᾶσθαι τοιούτους εἶναι·1
さて、これら外なる学課が魂にとって無用ではないことについては、すでに十分に述べられた。しかし、諸君がどのようにそれらにあずかるべきであるかを、次に述べることにしよう。 それゆえまず第一に、詩人たちの言説から始めるならば、彼らは言葉においてあらゆる性質のものが混ざり合っているゆえに、片端からそのすべてに注意を向けてはならない。むしろ、彼らが諸君に対して善い人々の行いや言葉を詳しく物語る時には、それを愛し倣い、できる限り自分もそのようになるよう努めるべきである。
ὅταν δὲ ἐπὶ μοχθηροὺς ἄνδρας ἔλθωσι, τὴν μίμησιν ταύτην δεῖ φεύγειν, ἐπιφρασσομένους τὰ ὦτα, οὐχ ἧττον ἢ τὸν Ὀδυσσέα φασὶν ἐκεῖνοι τὰ τῶν Σειρήνων μέλη. ἡ γὰρ πρὸς τοὺς φαύλους τῶν λόγων συνήθεια, ὁδός τίς ἐστιν ἐπὶ τὰ πράγματα.
しかし、彼らが悪しき人々のことに及んだ時には、その模倣を避けるべきであり、かの詩人たちがオデュッセウスはセイレンたちの歌に対して耳を塞いだと言うのに劣らず、耳を塞ぐべきである。というのも、下劣な言葉に親しむことは、実際の行為へと至る道となるからである。
διὸ δὴ πάσῃ φυλακῇ τὴν ψυχὴν τηρητέον, μὴ διὰ τῆς τῶν λόγων ἡδονῆς παραδεξάμενοί τι λάθωμεν τῶν χειρόνων, ὥσπερ οἱ τὰ δηλητήρια μετὰ τοῦ μέλιτος προσιέμενοι.
それゆえに、蜂蜜とともに毒薬を受け入れる者たちのように、言葉の快楽を通じて劣悪なものを知らず知らずのうちに受け入れてしまうことのないよう、あらゆる警戒をもって魂を守らなければならない。
οὐ τοίνυν ἐπαινεσόμεθα τοὺς ποιητὰς οὐ λοιδορουμένους, οὐ σκώπτοντας, οὐκ ἐρῶντας ἢ μεθύοντας μιμουμένους, οὐχ ὅταν τραπέζῃ πληθούσῃ καὶ ᾠδαῖς ἀνειμέναις τὴν εὐδαιμονίαν ὁρίζωνται. πάντων δὲ ἥκιστα περὶ θεῶν τι διαλεγομένοις προσέξομεν, καὶ μάλισθ’ ὅταν ὡς περὶ πολλῶν τε αὐτῶν διεξίωσι καὶ τούτων οὐδὲ ὁμονοούντων.
したがって、私たちは、罵り合う者、嘲笑する者、あるいは恋に狂う者や泥酔する者を模倣する詩人たちを称賛することはないし、満ち足りた食卓と放縦な歌によって幸福を定義する時にも称賛しない。とりわけ、神々について何か論じている彼らには決して注意を向けてはならず、まして神々を多数のものとして、しかも互いに一致調和しないものとして詳しく物語る時にはなおさらである。
ἀδελφὸς γὰρ δὴ παρ’ ἐκείνοις διαστασιάζει πρὸς ἀδελφὸν καὶ γονεὺς πρὸς παῖδας καὶ τούτοις αὖθις πρὸς τοὺς τεκόντας πόλεμός ἐστιν ἀκήρυκτος. μοιχείας δὲ θεῶν καὶ ἔρωτας καὶ μίξεις ἀναφανδόν, καὶ ταύτας γε μάλιστα τοῦ κορυφαίου πάντων καὶ ὑπάτου Διός, ὡς αὐτοὶ λέγουσιν, ἃ κἂν περὶ βοσκημάτων τις λέγων ἐρυθριάσειε, τοῖς ἐπὶ σκηνῆς καταλείψομεν.
というのも、かの者たちによれば、実に兄弟が兄弟に対して反目を起こし、親が子どもに対して争い、子どもたちもまた親に対して休戦なき戦いを挑むからである。さらに、公然と行われる神々の姦淫や情欲や交わり、それも詩人たちが言うところの万物の首長であり至高であるゼウスに関するそれら――家畜について語るとしても赤面するようなこと――は、舞台の上の者たちに委ねておくことにしよう。
Ταὐτὰ δὴ ταῦτα λέγειν καὶ περὶ συγγραφέων ἔχω, καὶ μάλισθ’ ὅταν ψυχαγωγίας ἕνεκα τῶν ἀκουόντων λογοποιῶσι. καὶ ῥητόρων δὲ τὴν περὶ τὸ ψεύδεσθαι τέχνην οὐ μιμησόμεθα. οὔτε γὰρ ἐν δικαστηρίοις οὔτ’ ἐν ταῖς ἄλλαις πράξεσιν ἐπιτήδειον ἡμῖν τὸ ψεῦδος, τοῖς τὴν ὀρθὴν ὁδὸν καὶ ἀληθῆ προελομένοις τοῦ βίου, οἷς τὸ μὴ δικάζεσθαι νόμῳ προστεταγμένον ἐστίν.
歴史家たちについても、まったく同じことを言うことができる。とりわけ彼らが聞き手の魂を楽しませるために物語を創作する時にはそうである。また、弁論家たちの欺く技術をも、私たちは模倣しない。なぜなら、法廷においても他の実践においても、偽りは私たちにとって無益だからである。私たちは人生の正しく真実の道を選び取った者たちであり、裁判で争わないことが法によって命じられている者たちなのだから。
ἀλλ’ ἐκεῖνα αὐτῶν μᾶλλον ἀποδεξόμεθα, ἐν οἷς ἀρετὴν ἐπῄνεσαν ἢ πονηρίαν διέβαλον. ὡς γὰρ τῶν ἀνθέων τοῖς μὲν λοιποῖς ἄχρι τῆς εὐωδίας ἢ τῆς χρόας ἐστὶν ἡ ἀπόλαυσις, ταῖς μελίτταις δ’ ἄρα καὶ μέλι λαμβάνειν ἀπ’ αὐτῶν ὑπάρχει, οὕτω δὴ κἀνταῦθα τοῖς μὴ τὸ ἡδὺ καὶ ἐπίχαρι μόνον τῶν τοιούτων λόγων διώκουσιν, ἔστι τινὰ καὶ ὠφέλειαν ἀπ’ αὐτῶν εἰς τὴν ψυχὴν ἀποθέσθαι.
むしろ、彼らが徳を称賛し、あるいは悪徳を非難した箇所こそ、彼らの言説の中から受け入れるべきである。なぜなら、草花から他の者たちにとって享受できるものがその芳香や色彩にとどまるのに対して、蜜蜂にはそこから蜜をも採取することが可能であるように、まさにここでも、そのような言説のうちに快楽や魅力のみを追い求めない者たちにとっては、そこから魂のためにある種の有益なものを蓄えることが可能だからである。
κατὰ πᾶσαν δὴ οὖν τῶν μελιττῶν τὴν εἰκόνα τῶν λόγων ὑμῖν μεθεκτέον. ἐκεῖναί τε γὰρ οὔτε ἅπασι τοῖς ἄνθεσι παραπλησίως ἐπέρχονται, οὔτε μὴν οἷς ἂν ἐπιπτῶσιν, ὅλα φέρειν ἐπιχειροῦσιν, ἀλλ’ ὅσον αὐτῶν ἐπιτήδειον πρὸς τὴν ἐργασίαν λαβοῦσαι, τὸ λοιπὸν χαίρειν ἀφῆκαν.2
したがって、諸君はまさに蜜蜂の比喩のあらゆる点に従って言葉にあずからなければならない。なぜなら、蜜蜂はすべての花に同様に近づくわけでもなく、また降り立った花からすべてを運び去ろうとするわけでもなく、その作業に適した分だけを取って、残りは捨て置くからである。
ἡμεῖς τε, ἢν σωφρονῶμεν, ὅσον οἰκεῖον ἡμῖν καὶ συγγενὲς τῇ ἀληθείᾳ παρ’ αὐτῶν κομισάμενοι, ὑπερβησόμεθα τὸ λειπόμενον. καὶ καθάπερ τῆς ῥοδωνιᾶς τοῦ ἄνθους δρεψάμενοι τὰς ἀκάνθας ἐκκλίνομεν, οὕτω καὶ ἐπὶ τῶν τοιούτων λόγων ὅσον χρήσιμον καρπωσάμενοι, τὸ βλαβερὸν φυλαξώμεθα.
私たちもまた、もし分別の心があるならば、自らに適し、かつ真理と同族のものを彼らから受け取って、残りの部分は通り過ぎるであろう。そして、あたかも薔薇の花摘みの際にトゲを避けるように、そのような言葉においても有益な分を収穫し、害となるものを警戒しよう。
εὐθὺς οὖν ἐξ ἀρχῆς ἐπισκοπεῖν ἕκαστον τῶν μαθημάτων καὶ συναρμόζειν τῷ τέλει προσῆκε, κατὰ τὴν Δωρικὴν παροιμίαν τὸν λίθον ποτὶ τὰν σπάρτον ἄγοντας.3
したがって、ドリスの方言による諺に従い、「石を測り縄に合わせて削る」ように、初めから直ちに学課の各々を綿密に観察し、それを目的に適合させることがふさわしいのである。
- 4.1Πρῶτον μὲν οὖν τοῖς παρὰ τῶν ποιητῶν, ἵν’ ἐντεῦθεν ἄρξωμαι· ἐπεὶ παντοδαποί τινές εἰσι κατὰ τοὺς λόγους, μὴ πᾶσιν ἐφεξῆς προσέχειν τὸν νοῦν· ἀλλ’ ὅταν μὲν τὰς τῶν ἀγαθῶν ἀνδρῶν πράξεις ἢ λόγους ὑμῖν διεξίωσιν, ἀγαπᾶν τε καὶ ζηλοῦν, καὶ ὅτι μάλιστα πειρᾶσθαι τοιούτους εἶναι·
文頭の τοῖς παρὰ τῶν ποιητῶν は文脈上「詩人たちに由来するもの(言説)」を指し、後続の μὴ πᾶσιν ἐφεξῆς προσέχειν τὸν νοῦν(あるいは ἀγαπᾶν, ζηλοῦν, πειρᾶσθαι)へ直接あるいは意味上呼応している。不定詞(προσέχειν, ἀγαπᾶν 等)は命令の不定法(infinitive for imperative)として機能しており、若者たちに対する具体的な訓戒を直接述べる構文となっている。
- 4.8τὸ λοιπὸν χαίρειν ἀφῆκαν
χαίρειν ἀφῆκαν は慣用表現 χαίρειν ἐάω / χαίρειν ἀφίημι(「別れを告げる」「捨て置く」「顧みない」)のアオリスト形。直訳すると「残りの部分を喜ぶ(達者でいる)ままにしておいた」となるが、ここでは蜜蜂が必要なものだけを取って「残りの部分を打ち捨てて顧みない」動作を活写している。
- 4.10τὸν λίθον ποτὶ τὰν σπάρτον ἄγοντας
対格分詞 ἄγοντας は、前置詞句 κατὰ τὴν Δωρικὴν παροιμίαν(ドリスの方言による諺に従って)の中に挿入された諺の引用句であり、意味上の主語(一般の人々、あるいは私たち ἡμᾶς)を対格で受けて非人称動詞 προσῆκε の意味上の主語(対格不定詞構文の主語)に一致させた形。直訳すると「石を(大工の)墨縄・測り縄へと持っていく」であり、基準に合わせて材料の方を削り加工すること、すなわち規範(目的)に合致するように諸学を正しく位置づけることを意味する。
