← テミスティオス

アリストテレス『分析論前書』第1巻釈義

§95.10-96.29

中間項の探究と推論の前提を発見する方法

推論と課題の対象が主として中間項(普遍と個物の中間)であることを論じ、与えられた課題の前提命題を発見するための手法として、主語・述語の定義・固有性・後続項・先行項・両立不可能な項を収集・区分する手順を提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.0#4

Πῶς δὲ εὐπορήσομεν αὐτοὶ πρὸς τὸ προβαλλόμενον καὶ προτιθέμενον ἡμῖν πρόβλημα προτάσεων τῶν τοῦτο κατασκευαζουσῶν, καὶ διὰ ποίας μεθόδου ταύτας ληψόμεθα, νῦν ἤδη λεκτέον. οὐ γὰρ μόνον ἴσως εἰδέναι δεῖ, πῶς γίνεται συλλογισμός, καὶ τίς ποτέ ἐστι θεωρεῖν, ἀλλὰ καὶ τὴν δύναμιν ἔχειν τοῦ ποιεῖν συλλογισμὸν καὶ συλλογίζεσθαι. πρὶν δὲ τὴν μέθοδον ταύτην ἡμᾶς παραδοῦναι, ζητητέον δὲ πρότερον, περὶ τίνων ὅλως πεφύκαμεν συλλογίσασθαι. τριχῇ γὰρ τῶν πραγμάτων διῃρημένων καὶ τῶν μὲν καθολικωτέρων ὄντων καὶ ἀεὶ κατ’ ἄλλων κατηγορουμένων μηδέποτε δὲ ὑποκειμένων ἄλλοις εἰς κατηγορίαν, οἷά ἐστι τὰ γενικώτατα, λέγω δὴ καὶ αἱ δέκα κατηγορίαι, τῶν δὲ μηδέποτε κατηγορουμένων κυρίως ἀεὶ δὲ ὑποκειμένων, οἷά ἐστι τὰ μερικὰ καὶ ἄτομα πάντα, τῶν δὲ μέσως ἐχόντων καὶ ποτὲ μὲν κατηγορουμένων τινῶν ποτὲ δὲ ὑποκειμένων ἄλλοις εἰς κατηγορίαν, ζητητέον, περὶ τίνων οἱ συλλογισμοὶ καὶ αἱ σκέψεις ἡμῖν εἰσι. δῆλον δέ, ὡς σχεδὸν περὶ μόνα τὰ μέσα· εἰ γὰρ ὁ συλλογισμὸς βούλεται ζητεῖν τι κατά τινος ἢ ἀπό τινος ὑπάρχον, τὰ δὲ γενικώτατα οὐκ ἔχουσιν ἑαυτῶν ἕτερα κατηγορούμενα, δῆλον ὡς οὐχ ἕξει τις περὶ τούτων συλλογίζεσθαι. αὐτὰ μέντοι, ὅτι ἑτέροις ὑπάρχουσιν ἢ οὐχ ὑπάρχουσι, δυνατὸν συλλογίσασθαι. περὶ δὲ τῶν καθ’ ἕκαστα οὐδεὶς ὁμοίως συλλογίζεται, οἷον τί ὑπάρχει ἢ οὐχ ὑπάρχει Σωκράτει ἢ Πλάτωνι· αἰσθητὰ γὰρ ταῦτα· τὰ δὲ αἰσθητὰ αἰσθήσει ληπτὰ καὶ οὐ λόγῳ. εἰ γάρ τις περὶ Σωκράτους πειραθείη δεικνύναι, ὅτι λευκὸς ἢ σιμός, πρὸς τῷ μηδὲ ἔχειν ὕλην ἐπιτηδείαν πρὸς συλλογισμοῦ γένεσιν καὶ ἀσαφέστερον ποιήσει τὸ πρᾶγμα τῆς δι’ αἰσθήσεως ἀντιλήψεως.1 ὥστε τὰ προβλήματα καὶ οἱ συλλογισμοὶ ὡς ἐπίπαν περὶ τῶν μεταξὺ γίνονται. πλὴν σπανίως καὶ περὶ τῶν γενικωτάτων γίνονται προβλήματα· ποῖα δὲ καὶ πῶς, διὰ βραχέων λεκτέον. δόξα τις κεκράτηκεν οὐκ ἀληθὴς παρά τισιν, ὡς τὸ ὂν γένος ἐστὶ τῶν δέκα κατηγοριῶν· δεδείχαμεν δ’ ἐν Κατηγορίαις οὐκ ὂν τοῦτο ἀληθές, ἀλλ’ ὅτι ὁμώνυμός ἐστι φωνὴ εἰς διάφορα σημαινόμενα διαιρουμένη. πάλιν καὶ τὸ ἓν ἔδοξάν τινες αὐτῶν κατηγορεῖσθαι, ὅπερ οὐδ’ αὐτὸ γένος ἐστίν, ὡς ἐν ἑτέροις δεδείχαμεν, ἀλλ’ ὥσπερ καὶ τὸ ὂν ὁμώνυμος φωνή. ἀλλὰ καὶ οἱ ἕν τι τῶν στοιχείων ὑποτιθέμενοι ἢ τὸ ὕδωρ ἢ τὸ πῦρ ἢ ἄλλο τι παρὰ ταῦτα τοῦτο δῆλον ὅτι ὡς γένος τῶν δέκα κατηγοριῶν κατηγορήσουσιν. Ἐπεὶ δέ, περὶ τίνων αἱ ἀποδείξεις καὶ τὰ προβλήματα, ἡμῖν εἴρηται, ἐντεῦθεν λοιπὸν τὰς μεθόδους παραδοτέον τῆς εὑρέσεως τῶν προτάσεων παντὸς τοῦ προτεθέντος προβλήματος. δεῖ, ὅταν τι βουλώμεθα ὑπάρχον τινὶ ἢ μὴ ὑπάρχον κατασκευάσαι, πρῶτον ἐκλαβεῖν καὶ χωρίσαι καὶ ἐκθέσθαι ἑκάτερον τῶν ἐν τῷ προβλήματι ὅρων (ἔστι δὲ ὁ μὲν ὑποκείμενος αὐτῶν ὁ δὲ κατηγορούμενος), εἶτα μετὰ τοῦτο ἑκατέρου τούτων, τοῦ τε ὑποκειμένου καὶ τοῦ κατηγορουμένου ὅρου, τὸν ὁρισμὸν ἐκλαμβάνειν καὶ τὰ ἑκατέρῳ αὐτῶν ἴδια, καὶ μετὰ ταῦτα ἐκλέγειν καὶ ἀποσημειοῦσθαι, ὅσα ἕπεται ἑκατέρῳ αὐτῶν. ἕπονται μὲν οὖν καὶ οἱ ὁρισμοὶ τοῖς, ὧν εἰσιν οἱ ὁρισμοί, καὶ τὰ ἴδια· ἀλλὰ ταῦτα μὲν μόνοις αὐτοῖς ἕπεται, ὡς τὸ ζῶον λογικὸν θνητὸν ἀνθρώπῳ καὶ τὸ γελαστικόν· διὸ καὶ ἴσα αὐτοῖς καὶ ἀντ’ αὐτῶν λέγεται, καὶ οὐ μόνον ἕπεται ταῦτα αὐτοῖς, ἀλλὰ καὶ αὐτὰ τούτοις διὰ τὸ ἀντιστρέφειν τὰ ἐπίσης λεγόμενα. ἕπεται δ’ αὐτοῖς καὶ τὰ γένη καὶ αἱ διαφοραί, ταῦτα δ’ οὐκέτι μόνοις, ὥσπερ τὸ ζῶον καὶ τὸ δίπουν ἀνθρώπῳ. μετὰ δὲ ταῦτα ἐκλέγειν καὶ ἐκλαμβάνειν ταῦτα, οἷς αὐτοὶ 〈οἱ〉 ὅροι ἕπονται οἱ ὄντες ἐν τῷ προβλήματι. ἔτι ἐκλέγειν δεῖ, ὅσα μὴ ἐνδέχεται αὐτοῖς ὑπάρχειν, τουτέστιν ὅσα αὐτῶν ἀλλότρια. δεῖ δὲ διαιρεῖσθαι καὶ αὐτῶν τῶν ἑπομένων, ὅσα τε ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν περιεχόμενα καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα ἕπεται αὐτοῖς, καὶ ὅσα ὡς ἴδια καὶ ὅσα ὡς συμβεβηκότα. οὐ γὰρ ταὐτὰ τὰ ἴδια τοῖς ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ τί ἐστι κατηγορουμένοις καὶ οὕτως ἑπομένοις· τὸ μὲν γὰρ ζῶον καὶ τὸ λογικὸν ἕπεται τῷ ἀνθρώπῳ ὡς καθ’ αὑτά τε καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα, τὸ δὲ γελαστικὸν ὡς ἴδιον μὲν οὐ μὴν ἐν τῷ τί ἐστι κατηγορούμενον. ταῦτα γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖταί τινος κυρίως, ὅσα ἐν τῷ ὁριστικῷ αὐτοῦ λόγῳ περιέχεται, ὧν τῆς ἐνεργείας στερόμενον τό, οὗ κατηγορεῖται ταῦτα, οὐδ’ ὅλως εἶναι δύναται·2 οἷον ἄνθρωπος εἰ μὴ ζῶον εἴη, εἰ μὴ λογικόν, εἰ μὴ θνητὸν ὡς πάντως ἀποθανούμενον, οὐδ’ ἂν ὅλως εἴη.

では、我々に提示され課された問題に対して、これを成立させる命題を我々自身がいかにして豊富に見出しうるか、そしていかなる方法によってこれらを取得するのかを、今や論じなければならない。なぜなら、おそらく推論がどのように成立するかを知り、推論がいかなるものであるかを考察するだけでなく、推論を作り出し推論を行う能力をも備えるべきだからである。しかし我々がこの方法を伝授する前に、そもそも我々がいかなるものについて推論しうる本性をもつかをまず探究すべきである。事象は三分されており、一方はより普遍的であって常に他のものに関して述語づけられ、述語づけのために他のものの主語となることは決してないものであり、最高類、すなわち十の範疇のようなものがこれである。他方は決して本来的な意味で述語づけられず常に主語となるものであり、個別的なものや分割不可能なものすべてがこれである。そしてもう一方は中間にあって、時にはあるものに関して述語づけられ、時には述語づけのために他のものの主語となるものである。それゆえ、推論と我々の探究がいかなるものについてなされるかを探究しなければならない。そして、ほとんど中間的なものについてのみであることは明白である。なぜなら、もし推論があるものが他のものに属しているか属していないかを探求しようとするものであり、最高類は自らについて述語づけられる他のものをもたないとすれば、これらについて誰かが推論することはできないのは明白だからである。しかし、それら自体が他のものに属しているか属していないかについては、推論することが可能である。他方、個々のものについても同様に誰も推論しない。例えば、ソクラテスやプラトンに何が属しているか属していないかなどについてである。なぜならこれらは感覚されるものであり、感覚されるものは感覚によって捉えられるのであって論理言述によってではないからである。もし誰かがソクラテスについて、白いとか獅子鼻であるといったことを示そうとするなら、推論の成立に適した質料をもたないことに加えて、感覚による知覚よりも事柄を不明瞭にしてしまうであろう。したがって、課題や推論は概して中間のものについてなされる。ただし、稀には最高類についても課題が立てられることがある。それがいかなるものであり、いかになされるかは手短に述べるべきである。ある人々のもとでは、有が十の範疇の類であるという真実でない見解が支配的であった。しかし我々は『範疇論』において、これが真実ではなく、相異なる意味へと区分される多義的な名称であることを示しておいた。同様に、ある人々は一もまたそれらの述語とされると考えたが、これもまたそれ自体としては類ではなく、我々が他の箇所で示したように、有と同様に多義的な名称なのである。さらには、構成要素のうちの一つ、すなわち水や火や、あるいはこれら以外の他の何かを仮定する者たちも、これを十の範疇の類として述語づけることは明らかである。 さて、論証や課題がいかなるものについてのものであるかが我々によって語られた以上、これ以降は課されたあらゆる問題の命題を発見する方法を伝授しなければならない。何かが何かに属している、あるいは属していないことを成立させようと望むときには、まず問題の中の二つの項(それらのうちの一方は主語であり、他方は述語である)のそれぞれを取り出し、分離し、提示しなければならない。その後、これら主語の項と述語の項のそれぞれの定義と、それら各々に固有の属性を取り出し、これらの後に、それら各々に後続するものが何であるかを精選して記録しなければならない。定義は、それらがその定義であるところのものに後続し、固有の属性もまたそうである。ただしこれらはそれらのみに後続するのであって、例えば人間にとって理性的可死的な動物であることや笑うことができる属性がそうである。それゆえこれらはそれらと等しく、それらの代わりに言われるのであり、これらがそれらに後続するだけでなく、等しく言われるものが換位するゆえに、それらもまたこれらに後続するのである。類や種差もまたそれらに後続するが、これらはもはやそれらのみに後続するのではない。例えば人間にとって動物であることや二足であることのようにである。この後には、問題の中にある項そのものが後続する相手であるところのものを精選し取り出さなければならない。さらに、それらに属することがありえないもの、すなわちそれらに対して相容れないものを精選しなければならない。また、後続するもの自体についても、それらの本質に含まれ「何であるか」において述語づけられて後続するもの、固有の属性として後続するもの、付帯性として後続するものを区分しなければならない。というのも、固有の属性と、本質および「何であるか」において述語づけられそのように後続するものとは同一ではないからである。なぜなら動物であることや理性的であることは、それ自体においてかつ「何であるか」において述語づけられて人間に後続するが、笑うことができる属性は固有の属性として後続するのであって、「何であるか」において述語づけられるのではないからである。なぜなら「何であるか」において本来的にあるものの述語とされるのは、その定義的な言述に含まれるものであり、それらの現実態を奪われたなら、それらが述語づけられているものがそもそも全く存在しえなくなるようなものだからである。例えば人間は、もし動物でなく、理性的でなく、必ず死ぬものとしての可死的なものでないならば、そもそも全く存在しないであろう。

構文注2 件
  1. 2.0πρὸς τῷ μηδὲ ἔχειν ὕλην ἐπιτηδείαν πρὸς συλλογισμοῦ γένεσιν καὶ ἀσαφέστερον ποιήσει τὸ πρᾶγμα τῆς δι’ αἰσθήσεως ἀντιλήψεως

    前置詞句「πρὸς τῷ + 不定詞句」(…に加えて)が主節動詞「ποιήσει」と結びつき、「推論の生成に適した質料をもたないことに加えて、感覚による知覚よりも事柄を不明瞭にしてしまうであろう」という付加と結果を表す構文である。「καί」は主節において「また/さらに」の意味で呼応している。

  2. 2.0ὧν τῆς ἐνεργείας στερόμενον τό, οὗ κατηγορεῖται ταῦτα, οὐδ’ ὅλως εἶναι δύναται

    多重に関係詞が組み合わさった長文構造。「ὧν」は直前の「ὅσα ἐν τῷ ὁριστικῷ αὐτοῦ λόγῳ περιέχεται」を先行詞とし、分詞「στερόμενον」の目的語(属格「ὧν τῆς ἐνεργείας」)として係っている。一方、分詞「στερόμενον」は主語「τό, οὗ κατηγορεῖται ταῦτα」(これらのものが述語づけられている対象)を修飾し、主動詞は「δύναται」である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:95.10-96.29