← テミスティオス

アリストテレス『分析論前書』第1巻釈義

§94.8-95.9

選言の第四第五様式と帰謬法推論の構造

テミスティオスは、無中間項の対立および限定された中間項をもつ対立から生じる選言的仮言推論の第四様式と第五様式を規定し、それらが否定的結合で表される場合には第三様式と一致することを示す。さらに、帰謬法推論が第五様式・第二様式の二つの仮言推論と一つの定言推論から構成される構造を、正方形の対角線の通約不可能性の証明を例に解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.0#3

ἐὰν δὲ ἢ ἐπὶ ἀμέσων ἀντικειμένων ποιώμεθα τὴν διαίρεσιν ἢ ἐπὶ τῶν ἐμμέσων ὡρισμένα δὲ ἐχόντων τὰ ἔμμεσα, γίνονται δύο τρόποι ὑποθετικῶν συλλογισμῶν, ἀμέσων μὲν οἷον ὁ ἀριθμὸς ἢ περιττός ἐστιν ἢ ἄρτιος, ἡ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος, ἐμμέσων δὲ ὡρισμένων ὡς ὅταν λαβόντες δύο μεγέθη λέγομεν, ὅτι τόδε τοῦδε ἢ ἴσον ἐστὶν ἢ μεῖζον ἢ ἔλαττον ἢ ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερον, τοῦ δὲ οὐδετέρου δυναμένου πάλιν τέμνεσθαι ἢ εἰς τὸ δεκτικὸν ἀνὰ μέρος ἑκατέρου τῶν ἀντικειμένων ἢ εἰς τὸ μηδέτερον τούτων δεχόμενον.1 γίνονται οὖν ἐκ τούτων, ὡς εἶπον, ἕτεροι δύο τρόποι ὑποθετικοί. τέταρτος μὲν οὖν ὁ ἐκ διαζευκτικοῦ τῇ θέσει τοῦ ἑνὸς ἀναιρῶν καὶ τὸ λοιπὸν ἢ τὰ λοιπά. πέμπτος δὲ ὁ ἐκ διαζευκτικοῦ τῇ ἀναιρέσει τοῦ ἑνὸς ἢ τῶν λοιπῶν τὸ καταλειπόμενον εἰσάγων. παράδειγμα τοῦ μὲν πρώτου ἡ πλευρὰ τῇ πλευρᾷ ἢ ἴση ἐστὶν ἢ μείζων ἢ ἐλάττων· ἀλλὰ μὴν 〈ἴση ἐστίν· οὐκ ἄρα μείζων· τοῦ δὲ δευτέρου ἡ πλευρὰ τῇ πλευρᾷ ἢ ἴση ἐστὶν ἢ μείζων ἢ ἐλάττων· ἀλλὰ μὴν〉 οὔτε μείζων οὔτε ἐλάττων· ἴση ἄρα. ἰστέον δέ, ὅτι δυνάμεθα καὶ τὸν τέταρτον καὶ τὸν πέμπτον τρόπον ἐξ ἀποφατικῆς συμπλοκῆς ποιῆσαι. λέγω γὰρ οὕτως, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ οὐχὶ καὶ σύμμετρος καὶ ἀσύμμετρος, καὶ ὅτι ἡ γραμμὴ τῇ γραμμῇ οὐχὶ καὶ ἴση καὶ μείζων καὶ ἐλάττων· λέγω οὖν, ὅτι, ὅταν οὕτω προφερώμεθα, τὸν τρίτον τρόπον ποιοῦμεν· πλὴν περιττὸν τὸ οὕτω προφέρεσθαι2 〈,ὅταν〉 ἐξὸν ᾖ διαιρετικῶς προφέρεσθαι. ὥστε διακέκρινται μὲν οἱ ὑποθετικοὶ τρόποι μάλιστα μὲν τοῖς πράγμασιν, ὡς ἤδη διείλομεν, ἔπειτα καὶ τῷ σχήματι τῆς ἀγωγῆς αὐτῆς καὶ τῆς προφορᾶς. εἰ δὲ τοῦτο, οὐδὲν θαυμαστὸν καὶ τοῦ τετάρτου καὶ τοῦ 〈πέμπτου〉 διῃρημένου 〈οὐ〉 πραγματωδῶς, ἐπειδὰν προφερώμεθα μετὰ συμπλοκῆς ἀποφάσεως, τρίτον λέγειν εἶναι τρόπον.3 Ἐπεὶ δὲ καὶ οἱ δι’ ἀδυνάτου συλλογισμοὶ μέρος εἰσὶ τῶν ἐξ ὑποθέσεων, ἴδωμεν, πῶς καὶ οὗτοι γίνονται. ἰστέον, ὡς καθόλου πᾶς δι’ ἀδυνάτου συλλογισμὸς διὰ δύο ὑποθετικῶν περαίνεται καὶ ἑνὸς κατηγορικοῦ. καὶ ὁ μὲν πρῶτος τοῦ ἀδυνάτου τῶν ὑποθετικῶν ἐστιν ὁ πέμπτος, ὁ δεύτερος δὲ τοῦ δι’ ἀδυνάτου ὁ δεύτερος τῶν ὑποθετικῶν. ἐπειδὴ οὖν πᾶς μὲν δι’ ἀδυνάτου ὑποθετικοῖς χρῆται συλλογισμοῖς, οὐ πᾶς δὲ ὑποθετικὸς δι’ ἀδυνάτου, διὰ τοῦτο μέρη εἰσὶ τῶν ὑποθετικῶν οἱ δι’ ἀδυνάτου. οἷον ὡς ἐπὶ τοῦ παραδείγματος βουλόμενος ὁ γεωμέτρης δεῖξαι, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρός ἐστι, κέχρηται τῷ δι’ ἀδυνάτου συλλογισμῷ οὕτως· ἡ διάμετρος, φησί, τῇ πλευρᾷ ἢ σύμμετρός ἐστιν ἢ ἀσύμμετρος· ἀλλὰ μὴν οὐ σύμμετρος, ὡς δείξω· ἀσύμμετρος ἄρα. ἔστι δὲ οὗτος ὁ πέμπτος τρόπος τῶν ὑποθετικῶν. πόθεν οὖν, ὅτι οὐκ ἔστι σύμμετρος; κατασκευάζει τοῦτο διὰ τοῦ δευτέρου τῶν ὑποθετικῶν· ἡ διάμετρος τῇ πλευρᾷ εἰ ἔστι σύμμετρος, ὁ αὐτὸς ἀριθμὸς ἄρτιος ἔσται καὶ περιττός· ἀλλὰ μὴν ὁ αὐτὸς ἀριθμὸς ἄρτιος καὶ περιττὸς οὐκ ἔσται· οὐδ’ ἄρα ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος 〈ἔσται. ταύτην οὖν λοιπὸν τὴν ὑπόθεσιν τὴν ὅτι, εἰ ἔστιν ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος〉, ἀνάγκη τὸν αὐτὸν ἄρτιον εἶναι καὶ περιττὸν διὰ κατηγορικοῦ συλλογισμοῦ κατασκευάζει. [Θεμιστίου] περὶ εὐπορίας προτάσεων.

だが、もし我々が無中間項の対立するものに関して、あるいは中間項をもつもののうち中間項が限定されているものに関して区分を行うならば、二つの仮言推論の様式が生じる。無中間項のものとしては、例えば「数は奇数であるか偶数であるかである」、「対角線は辺に対して通約可能であるか通約不可能であるかである」、限定された中間項をもつものとしては、二つの大きさを取って「これこれのものはこれこれのものに対して等しいかより大きいかより小さいかである」、あるいは「善であるか悪であるかどちらでもないかである」と言うときのようなものであり、この「どちらでもない」ものはさらに、対立するもののそれぞれを交互に受け入れうるものか、あるいはそれらのどちらをも受け入れないものかへと区分されうる。 したがってこれらから、私が述べたように、別の二つの仮言的様式が生じる。すなわち第四の[様式]は、選言[命題]から一つのものの定立によって残りのものあるいは残りのものどもをも否定するものである。第五の[様式]は、選言[命題]から一つのものあるいは残りのものどもの否定によって残されたものを導入するものである。第一のものの例としては、「辺は辺に対して等しいかより大きいかより小さいかである。しかるに等しい。ゆえにより大きくはない。」第二のものの例としては、「辺は辺に対して等しいかより大きいかより小さいかである。しかるにより大きくもより小さくもない。ゆえに等しい。」 しかし知るべきである、我々は第四の様式も第五の様式も否定的結合から作ることができるということを。なぜなら私はこのように言うからである、「対角線は辺に対して通約可能でもあり通約不可能でもあるということはない」、また「線は線に対して等しくもありより大きくもありより小さくもあるということはない」。そこで私は言う、我々がこのように言い表すとき、我々は第三の様式を作っているのである。ただし、区分的に言い表すことが許されているときに、そのように言い表すことは余計なことである。したがって、仮言的様式は、すでに区分したように主として事象そのものによって区別されており、次いで推論の進行そのものの形式や言明の仕方によっても区別されている。もしそうであるなら、第四および第五の[様式]が事象上ではなく[言明上]区分されている場合、否定的結合を伴って言い表すときに第三の様式であると言われるとしても、何ら不思議ではない。 帰謬法による推論も仮言に基づくものの一部である以上、これらがいかにして生じるかも見ることにしよう。知るべきである、およそすべての帰謬法による推論は、二つの仮言[推論]と一つの定言[推論]を通じて完成されるということを。そして帰謬法の最初の仮言[推論]は第五の様式であり、帰謬法の第二のものは仮言[推論]の第二の様式である。したがって、すべての帰謬法は仮言推論を用いるが、すべての仮言推論が帰謬法によるのではないゆえに、帰謬法によるものは仮言推論の一部なのである。例えば、幾何学者が対角線は辺に対して通約不可能であることを示そうとして、次のように帰謬法による推論を用いる場合がそうである。彼は言う、「対角線は辺に対して通約可能であるか通約不可能であるかである。しかるに通約可能ではない、私が示すように。ゆえに通約不可能である。」そしてこれが仮言推論の第五の様式である。では、なぜ通約可能ではないのか。彼はこのことを仮言推論の第二の様式を通じて成立させる。「もし対角線が辺に対して通約可能であるならば、同じ数が偶数かつ奇数となるであろう。しかるに同じ数が偶数かつ奇数となることはない。ゆえに対角線は辺に対して通約可能でもない。」そこで最後に、もし対角線が辺に対して通約可能であるならば同じ数が偶数かつ奇数であることは必然であるというこの仮定を、彼は定言推論を通じて成立させるのである。 [テミスティオスの]命題の供給について。

構文注3 件
  1. 2.0τοῦ δὲ οὐδετέρου δυναμένου πάλιν τέμνεσθαι ἢ εἰς τὸ δεκτικὸν ἀνὰ μέρος ἑκατέρου τῶν ἀντικειμένων ἢ εἰς τὸ μηδέτερον τούτων δεχόμενον

    独立属格構文(genitive absolute)。先行する「どちらでもない(οὐδέτερον)」を意味上の主語とし、中間の第三項がさらに細分されうる論理的性質を説明している。続く ἢ εἰς... ἢ εἰς... は動詞 τέμνεσθαι に係る前置詞句である。

  2. 2.0ὅταν ἐξὸν ᾖ διαιρετικῶς προφέρεσθαι

    接続詞 ὅταν のもとで、非人称動詞 ἔξεστι の分詞中性主格形 ἐξόν と接続法 ᾖ による迂言法(periphrasis)が用いられ、「区分的に言い表すことが可能であるときに」という条件/時を導入している。

  3. 2.0εἰ δὲ τοῦτο, οὐδὲν θαυμαστὸν καὶ τοῦ τετάρτου καὶ τοῦ 〈πέμπτου〉 διῃρημένου 〈οὐ〉 πραγματωδῶς, ἐπειδὰν προφερώμεθα μετὰ συμπλοκῆς ἀποφάσεως, τρίτον λέγειν εἶναι τρόπον

    主節の骨格は οὐδὲν θαυμαστόν [ἐστι](何ら不思議ではない)に不定詞句 τρίτον λέγειν εἶναι τρόπον(第三の様式であると言うことは)が主語として後続する構文。その間に、条件節 εἰ δὲ τοῦτο、独立属格句 καὶ τοῦ τετάρτου καὶ τοῦ πέμπτου διῃρημένου οὐ πραγματωδῶς(第四および第五の様式が事象上ではなく区分されているとき)、および時間節 ἐπειδὰν προφερώμεθα... が重層的に挿入されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:94.8-95.9