← テミスティオス

アリストテレス『魂について』釈義

§95.16-96.30

知性の自己思考と本質の把握における直線と折れ線

知性が習得された状態から活動へと移行して自己と思考対象を思考する様態を説明し、次いで複合体(事物)とその本質(形相)の区別に基づき、知性と表象能力の差異、および直線と折れ線による知性の活動の比喩を論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.4#2

ἔστι μὲν οὖν καὶ τηνικαῦτα δυνάμει, οὐ μὴν ὁμοίως καὶ πρὶν μαθεῖν ἢ εὑρεῖν· ἐγγίνεται γὰρ οἷον ὄψις αὐτῷ πρότερον οὐκ ἐνοῦσα ὁρατικὴ τῶν ὁμοίων καὶ τῶν ἀνομοίων καὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ἀκολούθου καὶ μαχομένου, καὶ αὐτὸς δὲ ἑαυτὸν τηνικαῦτα δύναται νοεῖν· οὐδὲν γὰρ ἄλλο ὁ νοῦς ἐστὶν ἢ τὰ νοήματα. γινόμενος οὖν ὁ αὐτὸς τοῖς νοουμένοις νοεῖ τηνικαῦτα καὶ ἑαυτόν.// ὅταν μὲν οὖν τὴν ἕξιν ἔχῃ μόνον, τὰ νοήματά ἐστιν ὥσπερ ἀποκείμενα· ὅταν δὲ ἐνεργῇ, τότε σύνδρομος γίνεται τῷ νοουμένῳ καὶ εἰκότως ἑαυτὸν νοεῖ τηνικαῦτα· αὐτὸς γάρ ἐστιν ἃ νοεῖ. ὥσπερ γὰρ ἡ ἐπιστήμη τὰ ἐπιστητά ἐστι θεωρήματα (οὐδὲν γὰρ ἄλλο ἐστὶ γεωμετρία ἢ τὰ γεωμετρικὰ θεωρήματα), οὕτω καὶ ὁ νοῦς τὰ νοήματα, καὶ μέχρι μὲν ἄν ἡ ἕξις αὐτὴ ἠρεμῇ, ἠρεμεῖ καὶ τὰ θεωρήματα, κινηθεῖσα δὲ ἡ ἕξις καὶ ἐνεργοῦσα ἐνεργεῖ μὲν πάντως περὶ ἓν τῶν θεωρημάτων τῶν ἑαυτῆς, γίνεται δὲ ταὐτὸν ἐκείνῳ ὃ θεωρεῖ· ἡ γὰρ ἐπιστήμη τοῦ δύο ὀρθὰς ἔχειν τὸ τρίγωνον, τὸ θεώρημά ἐστι καὶ ὁ λόγος καθ’ ὃν δύο ὀρθὰς ἔχειν ἀποδείκνυται τὸ τρίγωνον. οὕτω τοίνυν καὶ ὁ νοῦς ὅταν μὲν ἠρεμῇ, τὴν ἕξιν λέγεται ἔχειν τῶν νοημάτων, ὅταν δὲ ἐνεργῇ περὶ ἓν τῶν νοημάτων, τότε ὁ αὐτός ἐστι τῷ νοουμένῳ, καὶ νοῶν ἐκεῖνο καὶ αὑτὸν νοεῖ. τίς οὖν ἡ διαφορὰ τοῦ τοιοῦδε νοῦ καὶ τῆς δυνάμεως τῆς αἰσθητικῆς φαντασίας μετὰ τὸ διαστήσασθαι τὴν ἑκάστου τῶν εἰρημένων φύσιν ῥητέον ἐφεξῆς. Ἐπειδὴ τοίνυν ἄλλο μέν ἐστιν ὕδωρ, ἄλλο δὲ ὕδατι εἶναι·1 ὕδωρ μὲν γὰρ τὸ ἐξ εἴδους καὶ ὕλης, τὸ δὲ ὕδατι εἶναι τὸ εἶδός ἐστι τοῦ ὕδατος καὶ καθ’ ὃ ἔστιν ὕδωρ· ἕκαστον γὰρ οὐ κατὰ τὴν ὕλην, ἀλλὰ κατὰ τὴν μορφὴν χαρακτηρίζεται· οὕτω δὲ καὶ ἐπὶ τῶν τεχνικῶν· ἄλλο γὰρ οἰκία καὶ οἰκίᾳ εἶναι, καὶ ἄλλο ἀνδριὰς καὶ ἀνδριάντι εἶναι, καὶ οἰκία μὲν τὸ σχῆμα σὺν τοῖς λίθοις καὶ τοῖς ξύλοις καὶ τῷ κεράμῳ, οἰκίᾳ δὲ εἶναι ἡ μορφὴ καὶ ἡ σύνθεσις ἡ τοιάδε. ὁμοίως δὲ καὶ ἀνδριὰς μὲν τὸ σχῆμα σὺν τῷ λίθῳ ἢ τῷ χαλκῷ, ἀνδριάντι δὲ εἶναι τὸ εἶδος τοῦ ἀνδριάντος. ἀλλ’ οὐκ ἐπὶ πάντων ὁμοίως· ἐπ’ ἐνίων γὰρ ταὐτόν ἐστιν οἷον στιγμὴ καὶ στιγμῇ εἶναι, ἢ εἴ τι ἄυλον παντελῶς καὶ ἁπλοῦν, ἐφ’ ὧν ὁ λόγος τοῦ τί ἦν εἶναι καὶ τὸ εἶδος καθ’ ὅ ἐστι ταὐτόν ἐστιν ὅλῃ τῇ φύσει τοῦ πράγματος. οὕτω δὴ τούτων ἐχόντων ὅταν μὲν τὴν μορφὴν κρίνωμεν ὡς συνειλημμένην τῇ ὕλῃ, οἷον τὸ ψυχρὸν καὶ ὑγρὸν σὺν τῇ ὕλῃ, τουτέστιν ὅταν κρίνωμεν ὅλον2 τὸ ὕδωρ· ὁ γὰρ λόγος τούτων καὶ ἡ σύνθεσις ἡ μετὰ τῆς ὕλης τὸ ὕδωρ ἦν· ὅταν οὖν κρίνωμεν τὸ ὕδωρ ὅλον ἢ τὴν σάρκα ὅλην, ἀποχρῶσα ἡμῖν ἐστιν ἡ αἰσθητικὴ δύναμις, μᾶλλον δὲ καὶ ἡ σύζυγος αὐτῇ φαντασία· ὅταν δὲ ἐξετάζωμεν τί τὸ ὕδατι εἶναι καὶ τί τὸ σαρκὶ εἶναι, ἄλλο τι ἤδη τὸ κρῖνόν ἐστιν ἢ ἄλλως ἔχον. μήποτε γὰρ ὥσπερ μίαν ἀνάγκη δύναμιν εἶναι τὴν κρίνουσαν, ὅτι τὸ γλυκὺ τοῦ ξανθοῦ διενήνοχεν, οὕτως αὖ πάλιν μίαν καὶ ταύτην εἶναι ἀνάγκη τὴν κρίνουσαν, ὅτι ἄλλο μὲν ὕδωρ, ἄλλο δὲ ὕδατι εἶναι, καὶ ταύτην ἀντιλαμβάνεσθαι μὲν ἀμφοτέρων, ἄλλως3 δὲ ἔχουσαν καὶ ἄλλως ὅταν τε τὴν ὕλην σὺν τῷ εἴδει παρασκοπῇ καὶ ὅταν τὸ εἶδος ἐκλαμβάνῃ χωρίς. πρὸς μὲν γὰρ τὸ ὕδωρ δεῖται τῆς φαντασίας ἀπαγγελλούσης, πρὸς δὲ τὸ ὕδατι εἶναι ἀπόχρη ἑαυτῇ. ὥσπερ οὖν τὴν αὐτὴν γραμμὴν ἐκτεινομένην τε καὶ κλωμένην τὴν αὐτὴν μὲν εἶναι φαίης ἄν, ἄλλως δὲ ἔχειν καὶ ἄλλως, οὕτω δὲ καὶ τὸν νοῦν, ὅταν τε ὡς σύνθετον τὸ σῶμα καταλαμβάνῃ καὶ ὅταν τὸ εἶδος αὐτὸ μόνον καὶ τὴν μορφήν· συνεξομοιοῦται γὰρ τοῖς πράγμασιν ἃ θεωρεῖ, καὶ ποτὲ μὲν ὥσπερ σύνθετος γίνεται, ὁπόταν τὸ σύνθετον νοῇ, ποτὲ δὲ ὡς ἁπλοῦς, ὅταν τὸ εἶδος ἐκλαμβάνῃ μόνον, καὶ ποτὲ μὲν ἐοικὼς τῇ εὐθείᾳ γραμμῇ, ποτὲ δὲ τῇ κεκλασμένῃ. Πλάτων μὲν γὰρ κύκλοις ἀφομοιοῖ τὰς ἐνεργείας τοῦ νοῦ τῷ τε εὐτρόχῳ καὶ τῷ ὀρθῷ, Ἀριστοτέλης δὲ γραμμῇ ἐκτεινομένῃ τε καὶ κλωμένῃ· γίνεται γὰρ ἀνθ’ ἑνὸς ὥσπερ διπλοῦς τηνικαῦτα, ὅταν τὴν ὕλην συμπαρασκοπῇ τῇ μορφῇ.

したがってそのときにも[知性は]可能態においてあるが、学習したり発見したりする前と同様にあるわけではない。というのも、類似したものと非類似なもの、同一のものと異なるもの、帰結するものと矛盾するものを視取する、以前には内在していなかったいわば視力が知性のうちに生じるからであり、またそのときには知性自身が自らを思考することができるからである。なぜなら知性は思考内容そのものにほかならないからである。それゆえ、思考されるものたちと同一となることによって、そのときには自らをも思考するのである。したがって、単に状態を保持しているだけのときには、思考内容はあたかも蓄えられたものであるかのようである。しかし現実活動を行うときには、そのとき知性は思考されるものと合致するものとなり、そのときに自らを思考するのはもっともなことである。なぜならそれ自身が、自らの思考するものたちであるからである。というのも、学問が認識されうる諸定理であるように(実際、幾何学とは幾何学的な諸定理にほかならない)、知性もまた思考内容そのものであり、その状態そのものが静止している間は諸定理も静止しているが、その状態が動かされて現実活動を行うときには、自らの諸定理の一つに関して必ず活動するのであり、自らが観照しているそのものと同一になるのである。実際、三角形が二直角を持つことの学問とは、その定理であり、それによって三角形が二直角を持つと証明される言明なのである。したがって同様に知性も、静止しているときには思考内容の状態を保持していると言われ、思考内容の一つに関して現実活動を行うときには、そのとき思考されるものと同一であり、それを思考しつつ自らをも思考するのである。それでは、述べられたものたちの各々の本性を区分した上で、このような知性と感覚的表象の能力との差異は何であるかを、引き続いて述べねばならない。 さて、水と、水であることとは別のものである。なぜなら水とは形相と質量からなるものであり、水であることとは水の形相、すなわちそれによって水であるところのものであるからである。というのも各々のものは質量によってではなく、形相によって特徴づけられるからである。そしてこのことは人工物においても同様である。家と家であることとは別のものであり、彫像と彫像であることとは別のものである。そして家とは石や木や瓦を伴った形姿であり、家であることとはこのような形相および結合である。同様に彫像とは石または青銅を伴った形姿であり、彫像であることとは彫像の形相である。しかしすべてのものにおいて同様であるわけではない。あるものたちにおいては同一である。例えば点と点であること、あるいは完全に非物質的で単純な何かであり、それらにおいては本質の規定とそれによってあるところの形相が、その事物の全体の本性と同一なのである。それゆえ、事態がこのようであるとき、われわれが質量とともに把握されたものとして形相を判定するとき、例えば質量を伴った冷と湿を判定するとき、すなわち水全体を判定するときには――なぜならこれらの規定および質量を伴う結合こそが水であったからである――、したがってわれわれが水全体あるいは肉全体を判定するときには、感覚能力で、というよりむしろそれと対をなす表象能力でわれわれにとって十分である。しかし水であることとは何か、肉であることとは何かを吟味するときには、判別するものはすでに別のものであるか、あるいは異なる状態にあるものである。なぜなら、黄色から甘さが異なっていることを判定する能力が一つのものであらねばならないのと同様に、水と、水であることとは別のものであると判定するこの能力もまた一つであらねばならず、この同じ能力が両者を把握しつつ、形相とともに質量を観察するときと、形相を単独で取り出すときとで、異なった状態にあるのではあるまいか。なぜなら水に対しては通報する表象を必要とするが、水であることに対してはそれ自身で足りているからである。それゆえ、同一の線が伸ばされたり折られたりするとき、同一の線であるとは言えても、異なった状態にあると言えるのと同様に、知性もまた、複合体として物体を捉えるときと、形相そのものおよび形態のみを捉えるときとではそうなのである。なぜなら知性は自らが観照する事物に自らを等しく似通わせるのであり、複合的なものを思考するときにはいわば複合的なものになり、形相のみを取り出すときには単純なものになり、あるときは直線に似て、あるときは折れ線に似るからである。実際、プラトンは知性の諸活動を円に、すなわち円滑に回るものと真っ直ぐなものとになぞらえているが、アリストテレスは伸ばされた線と折られた線になぞらえている。というのも、知性が形相とともに質量を観察するときには、一つのものの代わりにいわば二重のものとなるからである。

構文注3 件
  1. 3.4ἄλλο μέν ἐστιν ὕδωρ, ἄλλο δὲ ὕδατι εἶναι

    「ὕδατι εἶναι」はアリストテレス特有の「与格+εἶναι」による本質(形相)の表現であり、先行する主格「ὕδωρ」(形相と質料の複合体としての水)と対置されている。名詞句全体として「水であること(水の本質)」を意味する主語として機能している。

  2. 3.4ὅταν μὲν τὴν μορφὴν κρίνωμεν ὡς συνειλημμένην τῇ ὕλῃ... ὅταν οὖν κρίνωμεν τὸ ὕδωρ ὅλον

    「ὅταν μὲν τὴν μορφὴν κρίνωμεν...」で始まった条件節は、直後の挿入的な説明(「ὁ γὰρ λόγος τούτων...」)によって文構造が一度中断し、「ὅταν οὖν κρίνωμεν...」によって改めて同一の主眼が要約・再開される照応・換言構文(アナコルートン)を形成している。主節は「ἀποχρῶσα ἡμῖν ἐστιν ἡ αἰσθητικὴ δύναμις」に続く。

  3. 3.4μήποτε γὰρ ὥσπερ μίαν ἀνάγκη δύναμιν εἶναι... οὕτως αὖ πάλιν μίαν καὶ ταύτην εἶναι ἀνάγκη... ἄλλως δὲ ἔχουσαν καὶ ἄλλως

    「μήποτε」は控えめな主張・推測を導く疑問的表現(「〜ではあるまいか」)。文の骨格は「ὥσπερ μίαν ἀνάγκη δύναμιν εἶναι... οὕτως... μίαν καὶ ταύτην εἶναι ἀνάγκη...」という比例構造であり、「ἀνάγκη」に続く対格不定詞構文「ταύτην ἀντιλαμβάνεσθαι...」と分詞句「ἄλλως δὲ ἔχουσαν καὶ ἄλλως」は、意味上の主語「ταύτην [τὴν δύναμιν]」を受け、能力自体は単一でありながら状態が異なることによって両者を判定するという著者の結論を示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:95.16-96.30