← テミスティオス

アリストテレス『魂について』釈義

§93.32-95.16

知性の無受動性と器官を持たない可能態

テミスティオスはアリストテレス『心身論』第3巻第4章に基づき、知性能力の本性を感覚との類比から論じ、知性が受動を被らずいかなる固有の形相や身体的器官も持たない可能態であることを説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.4#1

4. Περὶ δὲ τοῦ μορίου τοῦ τῆς ψυχῆς, ᾧ χρώμεθα εἰς θεωρίαν καὶ πρᾶξιν, εἴτε χωριστοῦ ὄντος κατὰ τόπον, ὡς ᾤετο Πλάτων τὸν λόγον μὲν ἐν τῇ κεφαλῇ καθιδρύων, τὸν θυμὸν δὲ ἐν τῇ καρδίᾳ, τὴν ἐπιθυμίαν δὲ ἐν τῷ ἥπατι, εἴτε τόπῳ μὲν οὐ διεστῶτος τῶν ἄλλων δυνάμεων τῆς ψυχῆς, λόγῳ δὲ μόνῳ χωριζομένου, σκεπτέον τίνα ἔχει διαφορὰν πρὸς τὰς προειρημένας δυνάμεις καὶ μάλιστα πρὸς τὴν φαντασίαν, καὶ πῶς ποτὲ γίνεται τὸ νοεῖν. εἰ δὴ τὸ νοεῖν ἀνάλογόν ἐστι τῷ αἰσθάνεσθαι (δι’ ἀμφοῖν γὰρ κρίνει τε καὶ γνωρίζει καθάπερ καὶ πρότερον ἔφαμεν ἡ ψυχή), πάσχοι ἄν τι καὶ ὁ νοῦς ὑπὸ τῶν νοητῶν, ὥσπερ ὑπὸ τῶν αἰσθητῶν ἡ αἴσθησις, τὸ πάσχοι δ’ ἂν καὶ ἐνταῦθα ἀκουστέον παραπλησίως· κυριώτερον γὰρ εἰπεῖν, ὅτι μᾶλλον τελειοῖτο ἂν εἰς ἐνέργειαν ἐκ δυνάμεως προαγόμενος. ὅτι δὲ ἐκ δυνάμεως, δῆλον· διὰ γὰρ τοῦτο οὔτε αἰεὶ νοοῦμεν, ἀλλ’ οὐδὲ τὰ αὐτὰ αἰεί, ἀλλὰ ἄλλοτε ἄλλα· τοῦτο γὰρ σημεῖον τοῦ δυνάμει εἶναι τοῦτον τὸν νοῦν· οὐ γὰρ οἷόν τε μεταβαίνειν ἐξ ἄλλης εἰς ἄλλην ἐνέργειαν μὴ δυνάμεως ὑπομενούσης, ἣ τὰς διαφόρους ἐνεργείας ἀποδίδωσιν. / δεῖ τοίνυν αὐτὸν ἀπαθῆ εἶναι τοῦ κυρίως λεγομένου πάθους καὶ μὴ ἔχειν οἰκείαν μὲν μορφήν, δεκτικὸν δὲ εἶναι παντὸς εἴδους καὶ δυνάμει τοιοῦτον ἀλλὰ μὴ τοῦτο,1 καὶ ὁμοίως ἔχειν πρὸς τὰ νοητὰ ὥσπερ ἡ αἴσθησις πρὸς τὰ αἰσθητά, καὶ ὥσπερ ἐκείνη κατ’ ἐνέργειαν οὐδ’ ὁτιοῦν ἦν ὧν ᾐσθάνετο, οὕτω μηδὲ τὸν τοιοῦτον νοῦν κατ’ ἐνέργειαν εἶναί τι τῶν νοουμένων. ἀνάγκη ἄρα, ἐπειδὴ πάντα νοεῖ, πάντα εἶναι δυνάμει, τουτέστι μὴ ἔχειν εἶδος οἰκεῖον μηδὲ μορφήν. οὐ φαύλως ἄρα Ἀναξαγόρας ὠνειροπόλει τὸν νοῦν ἀμιγῆ ποιῶν καὶ φύσεως διαφερούσης ἁπάντων τῶν ὑπ’ αὐτοῦ γινωσκομένων· οὕτω γὰρ ἂν ῥᾷστα γνωρίζοι μηδενὸς οἰκείου παρεμφαινομένου καὶ συνυπάρχοντος· κωλύσει γὰρ καὶ ἀντιφράξει τὸ ἐνυπάρχον εἶδος τὰ ἄλλα ὥσπερ ἀλλότρια. ἀναγκαῖον ἄρα τοῦ τοιούτου νοῦ μὴ εἶναι φύσιν οἰκείαν μηδεμίαν μηδὲ μορφὴν ἀλλ’ ἢ ταύτην,2 ὅτι δυνατὸς περιλαβεῖν τὰς ἀλλοτρίας φύσεις τε καὶ μορφάς, καὶ μηδὲν ἔχειν εἶδος ἀφωρισμένον, ἐπειδὴ καταλαμβάνειν ἅπαντα πέφυκεν. ὁ ἄρα καλούμενος τῆς ψυχῆς νοῦς (λέγω δὲ νοῦν ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή, οὐχ ὃν πολλάκις καταχρώμενοι φέρομεν καὶ ἐπὶ τῆς φαντασίας) οὐδέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων πρίν τι νοεῖν. διὸ οὐδὲ μεμῖχθαι αὐτὸν εὔλογον τῷ σώματι· σώματος γὰρ πρὸς σῶμα μῖξίς ἐστιν. ἀνάγκη δὲ σῶμα ὑπάρχοντα ἐνεργείᾳ εἶναι καὶ μορφὴν ἔχειν οἰκείαν. ἀλλ’ οὐδὲ ὀργάνῳ ἂν χρῷτο τῷ σώματι, ὥσπερ ἡ αἴσθησις· καὶ γὰρ οὕτως ἀπολαύσεται τῆς τοῦ ὀργάνου ποιότητος, ἣ συνυπάρχουσα ἀεὶ ταῖς ἐνεργείαις αὐτοῦ τὰ ἄλλα εἴδη κωλύσει. δῆλον δὲ μάλιστα ἐκ τῆς αἰσθητικῆς τοῦτο δυνάμεως· αὕτη γὰρ σῶμα μὲν οὐκ ἔστιν, ἀλλ’ ἐπειδὴ χρῆται ὅλως ὀργάνοις σωματικοῖς, συναπολαύει τούτοις τοῦ πάθους. καὶ τοῦτο φανερὸν ἐπὶ τῶν αἰσθητηρίων· ἡνίκα γὰρ ἂν ὑπὸ τῶν σφόδρα αἰσθητῶν σφοδρότερον κινηθῇ τὰ αἰσθητήρια, οἷον ὑπὸ ψόφου μεγάλου ἡ ἀκοή, καὶ λαμπροῦ χρώματος ἡ ὄψις, ἢ βαρείας ὀσμῆς ἡ ὄσφρησις, οὐ δύναται ἔτι τῶν ἐκλελυμένων αἰσθητῶν καὶ ἀμυδροτέρων ἀντιλαμβάνεσθαι ῥᾳδίως, ἀλλ’ ἐμμένει τὸ ἴχνος τῆς βιαιοτέρας πληγῆς ἐκκροῦον τὴν ἀμυδροτέραν καὶ ἀσθενεστέραν. ὁ μέντοι γε νοῦς ὅταν νοήσῃ σφόδρα νοητόν, οὐχ ἧττον νοεῖ τὰ ὑποδεέστερα, ἀλλὰ καὶ μᾶλλον. οὕτως ἄρα ἡ μὲν αἴσθησις οὐκ ἄνευ σώματος, ὁ δὲ χωριστὸς ἅπαντος σώματος, καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν τόπον εἶναι εἰδῶν, εἰ καὶ τῷ ὀνόματι καταχρῶνται τοῦ τόπου· πλὴν ὅτι οὔτε ὅλη ἡ ψυχή, ἀλλὰ αἱ δύο μόναι δυνάμεις καθ’ ἥν τε νοοῦμεν καθ’ ἥν τε αἰσθανόμεθα, οὔθ’ οὕτω τόπος ὡς περιέχειν, ἀλλ’ ὡς γίνεσθαί πως ἃ νοεῖ καὶ ὧν αἰσθάνεται. οὗτος τοίνυν ὁ δυνάμει νοῦς γίνεται μὲν καὶ ἐν τοῖς νηπίοις· ὅταν δὲ ἀπὸ τῶν αἰσθητῶν καὶ τῶν ἀπὸ τούτων φαντασιῶν καὶ τῆς περὶ ταῦτα γυμνασίας τὸ καθόλου δύνηται θηρεύειν καὶ συνάγειν τὸ ὅμοιον ἐν τοῖς ἀνομοίοις καὶ τὸ ταὐτὸν ἐν τοῖς διαφόροις, τηνικαῦτα τελεώτερος γίνεται νοῦς ἀνάλογον ἔχων τῷ ἐπιστήμονι, ὅστις τὰ θεωρήματα τῆς ἐπιστήμης συνειληχὼς οἷός τε καθ’ ἑαυτὸν ἐνεργεῖν ἕκαστον αὐτῶν ἰδίᾳ προχειριζόμενος, καὶ οὔτε διδασκαλίας ἔξωθέν τινος οὔτε γυμνασίας δεόμενος.

4. さて、われわれが観想と実践のために用いる魂の部分について、それが場所的に分離しているのか(プラトンが理知を頭に、気概を心臓に、欲望を肝臓に据えて考えたように)、それとも場所においては魂の他の諸能力から離れておらず定義によってのみ区別されるのかにかかわらず、前に述べられた諸能力に対して、とりわけ表象に対してどのような差異を持つのか、また思考することはいかにして生じるのかを考察しなければならない。もし思考することが感覚することに比例的であるならば(なぜなら、前にわれわれが述べたように、魂は両者によって判定し認識するからである)、感覚が感覚対象によって[受動する]ように、知性もまた思考対象によって何らかの受動を受けるであろう。しかしここでも「受動を受ける」ということは同様の仕方で理解されねばならない。というのも、可能態から現実活動へと導かれつつ、むしろ完成されると言う方がより固有の意味に適っているからである。そして、それが可能態から[導かれる]ということは明らかである。なぜなら、まさにこのことのためにわれわれは常に思考しているわけではなく、常に同一のものを[思考している]わけでもなく、あるときにはこれらを、別のときにはあれらを思考しているからである。これこそが、この知性が可能態においてあることの証拠なのである。なぜなら、種々の活動をもたらす可能態が存続していないならば、一つの活動から別の活動へと移行することはあり得ないからである。 したがって、知性は固有の意味で言われる受動を免れていなければならず、固有の形相を持たず、あらゆる形相を受容するものであり、可能態においてそのようなものであるが[現実態において]この特定のものではないものでなければならず、感覚が感覚対象に対してあるのと同様に思考対象に対してあり、感覚が現実活動において感知していたもののいかなるものでも[それ自体としては]なかったのと同様に、そのような知性もまた現実活動において思考されるもののいずれでもあってはならない。それゆえ、知性はすべてのものを思考するのであるから、可能態においてすべてのもの[の形相]であること、すなわち固有の形相も形姿も持たないことが必然である。したがってアナクサゴラスが、知性を混合されないものとし、知性によって認識されるすべてのものから隔絶した本性を持つものとしたのは、決して無分別な空想ではなかったのである。なぜならそのようにしてこそ、固有のものが何ら現れ出ず共存しないことで、知性は最も容易に認識することができるからである。実際、内在する形相は他の形相を外的なものとして妨げ、遮断するであろう。それゆえ、そのような知性にとっては、外的な諸本性と形姿を包括することができるという本性および形姿以外には、いかなる固有の本性も形姿も持たず、すべてのものを把握する本性を持っているがゆえに、いかなる限定された形相も持たないことが必然である。したがって、魂の知性と呼ばれるもの(私が知性と呼ぶのは、魂がそれによって思惟し判断を下すものであり、われわれがしばしば語を転用して表象にも適用する知性のことではない)は、何かを思考する前には、存在するもののうちで現実活動における何もの[の形相]でもない。それゆえ、知性が身体と混合していることも理にかなっていない。なぜなら混合とは物体と物体の混合だからである。そして物体として存するものは現実活動においてあること、および固有の形相を持つことが必然である。それどころか、感覚のように身体を道具として用いることもあり得ないであろう。なぜならそのようにしても、知性は道具の性質を被ることになり、その性質が常に自らの活動に共存することで他の形相を妨げることになるからである。そしてこのことは感覚能力から最も明らかである。感覚能力自身は物体ではないが、全体として身体的な道具を用いるため、それらの道具とともに受動を被るのである。そしてこのことは感覚器官において明白である。というのも、強烈な感覚対象によって感覚器官がより激しく動かされたとき、例えば大きな音によって聴覚が、鮮やかな色によって視覚が、あるいは重苦しい臭いによって嗅覚が[激しく動かされたとき]、感覚器官はもはや弱められたかすかな感覚対象を容易に受け止めることができず、より暴力的な打撃の痕跡が留まり続け、よりかすかでより微弱な[打撃]を排斥してしまうからである。しかしながら知性は、極めて強力な思考対象を思考したとき、より劣ったものを思考することが劣るどころか、むしろよりよく思考する。このように感覚は身体なしにはあり得ないが、知性はあらゆる身体から分離しているのである。そして魂は形相の場所であると言う人々は、たとえ場所という名称を転用しているとしても、まことに正しく述べているのである。ただし、魂全体が[形相の場所]なのではなく、思考する能力と感じ取る能力という二つの能力のみがそうであり、また取り囲むようにして場所なのではなく、思考するものおよび感じ取るものにいわば[その形相として]成るようにして場所なのである。さて、この可能態における知性は幼子たちにおいても生じるが、感覚対象とそれらに由来する諸表象、およびこれらに関する鍛錬から、普遍的なものを捉え、非類似なものたちにおいて類似したものを、異なるものたちにおいて同一のものを統合することができるようになったとき、そのときには知性はより完成されたものとなり、学識者に比例的なものとなる。学識者とは、学問の諸定理を習得しており、それらの各々を個別に取り出しつつ、自らによって現実活動を行うことができ、外部からの教示も鍛錬も必要としない者のことである。

構文注2 件
  1. 3.4δυνάμει τοιοῦτον ἀλλὰ μὴ τοῦτο

    τοιοῦτον は性質・規定(あらゆる形相の性質を受け入れる受容性)を指し、τοῦτο は具体的な特定の実体・形相(現実態)を指す対比表現である。文脈上 ἀλλὰ μὴ [ἐνεργείᾳ] τοῦτο(現実態においてはこれではない)という含意が明確である。

  2. 3.4ἀλλ’ ἢ ταύτην

    否定語 μηδεμίαν ... μορφήν を受けた ἀλλ' ἤ(「〜のほかにはない」)の慣用語法。後続する ὅτι 節(ὅτι δυνατὸς περιλαβεῖν τὰς ἀλλοτρίας φύσεις τε καὶ μορφάς)が指示代名詞 ταύτην の内容を同格的に説明している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:93.32-95.16