- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 8. Menge, Heinrich, editor. Leipzig: Teubner, 1916.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg014.humanitext-grc1:3#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
山羊座の後の半円においても等しい弧が目に見える半球を去る時間は等しくなく、夏の回帰線に近いものがより長くかかることを、平行円の作図と共通時間の加算を用いて証明する。
ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ μετὰ τὸν Αἰγόκερων ἡμικυκλίου αἱ ἴσαι περιφέρειαι οὐκ ἐν ἴσοις χρόνοις ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον, ἀλλʼ ἐν πλείονι ἡ ἔγγιον τοῦ θερινοῦ τροπικοῦ τῆς ἀπώτερον, ἐν ἴσῳ δὲ αἱ ἴσον ἀπέχουσαι ὁποτεροσοῦν τῶν συναφῶν.1 ἔστω ἐν κόσμῳ ὁρίζων ὁ ΑΒΓ∠, καὶ θερινὸς μὲν τροπικὸς ὁ Α∠, ὁ δὲ τῶν ζῳδίων κύκλος θέσιν ἐχέτω τὴν ΒΕΓ, καὶ ἔστω ἡ μὲν ΒΕ περιφέρεια ἐπὶ τοῦ μετὰ τὸν Αἰγόκερων ἡμικυκλίου, ἡ δὲ ΕΓ ἐπὶ τοῦ μετὰ τὸν Καρκίνον, καὶ ἔστωσαν ἀνατολικὰ μὲν τὰ ∠ μέρη, δυτικὰ δὲ τὰ Β, καὶ ἀπειλήφθωσαν ἴσαι περιφέρειαι αἱ ΖΗ, ΗΘ. λέγω, ὅτι ἡ ΖΗ ἐν πλείονι χρόνῳ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ΗΘ. γεγράφθωσαν παράλληλοι κύκλοι οἱ ΚΛ, ΜΝ, ΞΟ, καθʼ ὧν φέρεται τὰ Ζ, Η, Θ σημεῖα· ἴση ἄρα ἐστὶν ἡ ΖΗ περιφέρεια τῇ ΠΡ περιφερείᾳ, ἡ δὲ ΗΘ τῇ ΡΣ ἀλλ᾿ ἡ ΖΗ τῇ ΗΘ ἔστιν ἴση· καὶ ἡ Π2 ἄρα τῇ ΡΣ ἐστιν ἴση. καὶ ἐπεὶ ἐν ᾧ χρόνῳ ἡ ΠΡ δύνει, ἡ ΖΗ ἀνατέλλει, κοινὸς προσκείσθω ὁ χρόνος, ἐν ᾧ τὸ Π σημεῖον τὴν ΚΛ περιφέρειαν διαπορεύεται, ἴσος ὢν τῷ χρόνῳ,3 ἐν ᾧ τὸ Ζ σημεῖον τὴν ΚΛ περιφέρειαν διαπορεύεται. ὁ ἄρα χρόνος, ἐν ᾧ τὸ Π σημεῖον τὴν ΚΛ περιφέρειαν διαπορεύεται καὶ ἡ ΠΡ δύνει, ἴσος ἐστὶ τῷ χρόνῳ, ἐν ᾧ ἡ ΖΗ περιφέρεια ἀνατέλλει καὶ τὸ Ζ σημεῖον τὴν ΚΛ περιφέρειαν διαπορεύεται. ἀλλʼ ὁ μὲν χρόνος, ἐν ᾧ τὸ Π σημεῖον τὴν ΚΛ περιφέρειαν διαπορεύεται καὶ ἡ Π Ρ δύνει, ὁ χρόνος ἐστίν, ἐν ᾧ ἡ ΠΡ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον· ὁ δὲ χρόνος, ἐν ᾧ ἡ ΖΗ ἀνατέλλει καὶ τὸ Ζ σημεῖον τὴν ΚΛ περιφέρειαν διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ ἡ ΖΗ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον· αἱ ΖΗ, ΠΡ ἄρα ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ αἱ ΗΘ, ΡΣ ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον. ἡ δὲ ΠP τῆς ΡΣ ἐν πλείονι χρόνῳ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον, καὶ ἀπεδείχθησαν αἱ ΖΗ, Π Ρ ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσαι τὸ φανερὸν ἡμισφαίριον· καὶ ἡ ΖΗ ἄρα ἐν πλείονι χρόνῳ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ΗΘ. τοῦ ἄρα τῶν ζῳδίων κύκλου αἱ ἴσαι περιφέρειαι οὐκ ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον, ἀλλ᾿ ἐν πλείονι ἡ ἔγγιον τοῦ θερινοῦ τροπικοῦ τῆς ἀπώτερον. καὶ συναποδέδεικται,4 ὅτι αἰ ἴσον ἀπέχουσαι ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσιν.
同様にして、山羊座の後の半円においても、等しい弧は等しい時間において目に見える半球から去るのではなく、より夏の回帰線に近いものがより遠いものよりも長い時間において去り、結合点のいずれかから等しく離れているものは等しい時間において[去る]。 宇宙において地平線をΑΒΓ∠とし、夏の回帰線をΑ∠とし、黄道帯の円は位置ΒΕΓにあるとし、弧ΒΕは山羊座の後の半円の上にあるとし、[弧]ΕΓは蟹座の後の[半円の上]にあるとし、東の部分を∠、西の部分をΒとし、等しい弧ΖΗ, ΗΘが切り取られているとせよ。私は、ΖΗはΗΘよりも長い時間において目に見える半球から去る、と主張する。 平行円ΚΛ, ΜΝ, ΞΟが描かれているとし、それらの上を点Ζ, Η, Θが動いていくとせよ。したがって、弧ΖΗは弧ΠΡに等しく、[弧]ΗΘは[弧]ΡΣに等しい。しかし、ΖΗはΗΘに等しい。したがって、[弧]ΠもまたΡΣに等しい。 そして、ΠΡが沈む時間においてΖΗが昇るので、共通の時間として、点Πが弧ΚΛを通過する時間が加えられているとせよ。これは、点Ζが弧ΚΛを通過する時間に等しい。したがって、点Πが弧ΚΛを通過しかつΠΡが沈む時間は、弧ΖΗが昇りかつ点Ζが弧ΚΛを通過する時間に等しい。 ところで、点Πが弧ΚΛを通過しかつ[弧]ΠΡが沈む時間は、ΠΡが目に見える半球から去る時間である。また、ΖΗが昇りかつ点Ζが弧ΚΛを通過する時間は、ΖΗが目に見える半球から去る時間である。したがって、ΖΗ, ΠΡは等しい時間において目に見える半球から去る。 実のところ、同様にして、ΗΘ, ΡΣも等しい時間において目に見える半球から去ることを示すであろう。ところで、ΠΡはΡΣよりも長い時間において目に見える半球から去り、また、ΖΗ, ΠΡは等しい時間において目に見える半球から去ることが証明された。したがって、ΖΗもまたΗΘよりも長い時間において目に見える半球から去る。 したがって、黄道帯の円の等しい弧は、等しい時間において目に見える半球から去るのではなく、より夏の回帰線に近いものが、より遠いものよりも長い時間において去る。そして、等しく離れているものは等しい時間において去ることも、併せて証明されたのである。
- 3τῶν συναφῶν
「結合点の」あるいは「交点の」を意味する。ここでは黄道が回帰線または地平線と交わる、あるいは接触する点を指す。
- 3ἡ Π
写本上の誤り、または「弧ΠΡ」の省略形。文脈および幾何学的論理から、これは点Πではなく弧ΠΡを指している。
- 3ἴσος ὢν τῷ χρόνῳ
一致の分詞(主格、男性単数)で、主節の主語である「時間(ὁ χρόνος)」を修飾している。共通の時間(ὁ κοινὸς χρόνος)を導入して両辺に足すという、ユークリッド幾何学の公理に基づく論理的操作を示す。
- 3συναποδέδεικται
二重の接頭辞を伴う完了受動動詞で、「(〜とともに)併せて証明されている」を意味する非人称的表現。主たる命題の証明プロセスにより、対称性を通じて、等距離にある弧が等しい時間で去るという第二の主張も同時に確立されたことを示す。
