- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 8. Menge, Heinrich, editor. Leipzig: Teubner, 1916.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg014.humanitext-grc1:3#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
命題14に対する別のより明白な証明を提示する。天球上の地平線や各種の平行円(常顕円、常隠円、回帰線)の配置を設定し、幾何学的な比較を通じて、夏の回帰線(夏至圏)に近い弧の方が、より遠い弧よりも長い時間で可視半球から外へ去る(沈む)ことを示す。
3. Ad prop. XIV Ἄλλως τὸ ιδ΄. Ἔστι δὲ καὶ αὕτη ἔκθεσις σαφεστέρα τῆς προτέρας. ἔστω ἐν κόσμῳ ὁρίζων ὁ ΑΒΓ, καὶ μέγιστος μὲν τῶν ἀεὶ φανερῶν ὁ Α∠Ε,1 μέγιστος δὲ τῶν ἀεὶ ἀφανῶν ὁ ΗΘ, καὶ θερινὸς μὲν τροπικὸς ἔστω ὁ ΚΛ, χειμερινὸς δὲ τροπικὸς ὁ ΒΓ, καὶ ἔστω ὁ τοῦ ΑΒΓ κύκλου πόλος μεταξὺ τῶν Α∠Ε, ΚΛ κύκλων, καὶ ἔστω ἀνατολικὰ μὲν τὰ Λ, Γ μέρη, δυτικὰ δὲ τὰ Κ, Β, ζῳδιακοῦ ὁδὲ θέσεις ἔστωσαν τοῦ μετὰ τὸν Καρκίνον ἡμικυκλίου αἰ ΝΞ, ΟΠ. καὶ ἀπειλήφθω ἡ Ο Π περιφέρεια μὴ μείζων ἡμικυκλίου οὖσα, καὶ γεγράφθω διὰ τοῦ Π μέγιστος κύκλος ἐφαπτόμενος τοῦ Α∠Ε· ἐφάψεται ἄρα καὶ τοῦ ΖΗΘ. ἤτοι δὴ διὰ τοῦ Ο σημείου ἥξει ἢ ὑπερπεσεῖται τὸ Ο σημεῖον.2 γεγράφθω καὶ ἔστω ὁ ΕΘΠ, ὥστε ἀσύμπτωτον εἶναι τὸ ἀπὸ τοῦ Ε ἡμικύκλιον ὡς ἐπὶ τὰ Ε, Ξ, Π μέρη τῷ ἀπὸ τοῦ Α ἡμικυκλίῳ ὡς ἐπὶ τὰ Α, Κ, Ρ μέρη, καὶ προςαναπεπληρώσθωσαν οἱ ΞΝ Ϛ, ΠΟΡ κύκλοι. ἐπεὶ ἐν σφαίρᾳ μέγιστος κύκλος ἐστὶν ὁ ΑΒΓ καὶ τέμνουσι δύο μέγιστοι κύκλοι ἀλλήλους οἱ Ϛ ΝΣ, ΡΟ ΤΠ καί ἐστιν ὁ τοῦ ΑΒΓ κύκλου πόλος μεταξὺ τῶν Α∠Ε, ΚΛ περιφερειῶν, μείζων ἄρα ἐστὶν ἡ ΣΝΥ περιφέρεια τῆς ΥΤ περιφερείας· ἡ ΤΥ ἄρα περιφέρεια τῆς ΥΝΣ ἐλάσσων ἐστίν. καὶ ἐπεὶ ἐν σφαίρᾳ δύο μέγιστοι κύκλοι οἱ ΑΒΓ, ΕΘΠ τοῦ αὐτοῦ κύκλου ἐφάπτονται τοῦ Α∠Ε καὶ τῷ Α∠Ε παράλληλον ὄντα τὸν ΚΛ τέμνουσι καί ἔστιν ὁ τοῦ ΑΒΓ πόλος μεταξὺ τῶν Α∠Ε, ΚΛ κύκλων, καὶ ὁ τοῦ ΕΘΠ ἄρα πόλος μεταξύ ἐστι τῶν Α∠Ε, ΚΛ κύκλων. ὁ ἄρα ἕτερος αὐτοῦ πόλος ἐστὶ μεταξὑ τῶν ΗΖΘ, ΒΓ κύκλων. ἐπεὶ οὖν ἐν σφαίρᾳ μέγιστος κύκλος ἐστὶν ὁ ΕΘ Π καὶ τὸν ΕΘΠ τέμνουσι δύο μέγιστοι κύκλοι οἱ ΡΟ Π, Ϛ ΝΞ καί ἐστιν ὁ τοῦ ΕΘ Π πόλος μεταξὺ τῶν ΒΓ, ΗΘΖ, μείζων ἐστὶν ἡ ΠΥ περιφέρεια τῆς ΥΝΞ περιφερείας, ὧν ἡ ΥΤ τῆς ΥΝΣ ἐλάσσων ἐστίν· λοιπὴ ἄρα ἡ ΤΠ λοιπῆς τῆς ΣΞ μείζων ἐστίν. κείσθω τῇ ΣΞ περιφερείᾳ ἴση περιφέρεια ἡ ΤΧ καὶ γεγράφθωσαν παράλληλοι κύκλοι, καθʼ ὧν φέρεται τὰ Ξ σημεῖα,3 οἱ ΞΨ, ΩϚ· ὁμοία ἄρα ἐστὶν ἡ Ξ Ψ περιφέρεια τῇ Ω Ϛ περιφερείᾳ ἡ Ξ Ψ ἄρα τῆς Χ Ϛ μείζων ἐστὶν ἢ ὁμοία·4 ἐν πλείονι ἄρα χρόνῳ τὸ σημεῖον τὴν Ξ Ψ περιφέρειαν διαπορεύεται ἤπερ τὸ Χ τὴν Χ Ϛ. ἀλλʼ ὁ μὲν χρόνος, ἐν ᾧ τὸ Ξ σημεῖον τὴν ΞΨ περιφέρειαν διαπορεύεται, ὁ χρόνος ἐστίν, ἔν ᾧ ἡ ΣΞ περιφέρεια ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον· ὁ δὲ χρόνος, ἔν ᾧ τὸ Χ σημεῖον τὴν ΧϚ περιφέρειαν διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ ἡ ΤΧ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον· ἔν πλείονι ἄρα χρόνῳ ἡ ΣΞ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ΤΧ. καί ἐστιν ἡ ΣΞ ἔγγιον τοῦ θερινοῦ τροπικοῦ ἤπερ ἡ ΤΧ. ἐν πλείονι ἄρα χρόνῳ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον ἡ ἔγγιον τοῦ θερινοῦ τροπικοῦ τῆς ἀπώτερον.
3. 命題14への別証。そして、この提示は前者のものよりも明白である。宇宙において地平線をΑΒΓとし、常に現れているもののうち最大のものをΑ∠Ε、常に隠れているもののうち最大のものをΗΘとし、夏の回帰線をΚΛ、冬の回帰線をΒΓとし、円ΑΒΓの極が円Α∠Ε, ΚΛの間にあるとし、また、東の部分をΛ, Γとし、西の部分をΚ, Βとし、黄道帯については、蟹座の後の半円の位置を、ΝΞ, ΟΠとせよ。そして、半円よりも大きくない弧ΟΠが切り取られているとし、点Πを通って、Α∠Εに接する大円が描かれているとせよ。したがって、それはΖΗΘにも接するであろう。それは点Οを通るか、あるいは点Οを越えるであろう。[大円が]描かれており、それをΕΘΠとせよ。ただし、Εからの半円でΕ, Ξ, Πの部分に向かうものが、Αからの半円でΑ, Κ, Ρの部分に向かうものと交わらないように。そして、円ΞΝϚ, ΠΟΡがさらに補完されているとせよ。球において大円はΑΒΓであり、2つの大円ϚΝΣ, ΡΟΤΠが互いに交差しており、かつ円ΑΒΓの極が弧Α∠Ε, ΚΛの間にあるので、したがって、弧ΣΝΥは弧ΥΤよりも大きい。したがって、弧ΤΥは[弧]ΥΝΣよりも小さい。また、球において2つの大円ΑΒΓ, ΕΘΠが同じ円Α∠Εに接しており、かつΑ∠Εに平行であるΚΛを交差しており、かつΑΒΓの極が円Α∠Ε, ΚΛの間にあるので、したがって、ΕΘΠの極もまた円Α∠Ε, ΚΛの間にある。したがって、それのもう一方の極は、円ΗΖΘ, ΒΓの間にある。それゆえ、球において大円はΕΘΠであり、ΕΘΠを2つの大円ΡΟΠ, ϚΝΞが交差しており、かつΕΘΠの極が[円]ΒΓ, ΗΘΖの間にあるので、弧ΠΥは弧ΥΝΞよりも大きく、これらのうちΥΤはΥΝΣよりも小さい。したがって、残りのΤΠは残りのΣΞよりも大きい。弧ΣΞに等しい弧ΤΧが置かれているとし、[点]Ξがその上を動いていく平行円であるΞΨ, ΩϚが描かれているとせよ。したがって、弧ΞΨは弧ΩϚに相似である。したがって、弧ΞΨはΧϚよりも大きいか、または相似である。それゆえ、より長い時間において、点[Ξ]は弧ΞΨを通過し、それは[点]Χが[弧]ΧϚを通過するよりも長い。ところで、点Ξが弧ΞΨを通過する時間は、弧ΣΞが目に見える半球から去る時間である。また、点Χが弧ΧϚを通過する時間は、弧ΤΧが目に見える半球から去る時間である。したがって、より長い時間において、[弧]ΣΞは目に見える半球から去り、それは[弧]ΤΧが去るよりも長い。そして、[弧]ΣΞは[弧]ΤΧよりも夏の回帰線に近い。したがって、より夏の回帰線に近い[弧]は、より遠い[弧]よりも、より長い時間において目に見える半球から去るのである。
- 3Α∠Ε
記号「∠」は写本におけるギリシア文字「Δ」(デルタ)の変形ないし誤記であり、天文学的文脈においては常顕円(常に現れている円のうち最大の極点からの円、すなわち天の北極周辺の円)を指す「ΑΔΕ」に相当する。
- 3ἤτοι δὴ διὰ τοῦ Ο σημείου ἥξει ἢ ὑπερπεσεῖται τὸ Ο σημεῖον
主語である「大円」が省略されており、自動詞 ἥξει(到達するであろう)と ὑπερπεσεῖται(越えるであろう)の主語として補う必要がある。
- 3καθʼ ὧν φέρεται τὰ Ξ σημεῖα
関係代名詞属格複数 ὧν は先行詞 παράλληλοι κύκλοι(平行円)を指し、καθʼ(〜に沿って)とともに用いられている。主語 τὰ Ξ σημεῖα は複数形になっているが、これは移動する点Ξの複数の位置、あるいは点Ξと同等の運動をする点を一般化して指している。
- 3ἡ Ξ Ψ ἄρα τῆς Χ Ϛ μείζων ἐστὶν ἢ ὁμοία
「または相似である(ἢ ὁμοία)」という表現は、幾何学的に相似な円弧同士の比較において、天球上の位置関係から、物理的な長さとして「大きい」か、あるいは角度・比率の観点で「相似(同等の効果を持つ)」であることを示す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 原文 2 件
