- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:82.31-84.21
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アレクサンドロスは、生滅する事物の変化が天体(神的なもの)に由来する秩序に従っていることを確認した上で、海が塩辛くなる原因を論じる。彼は、熱に打ち負かされない未消化の土性の乾燥蒸発気が雲の水蒸気に混入し、降雨を通じて地上・海へと運ばれることで塩分が生じるというアリストテレスの議論を解明する。
τὰ μὲν γὰρ οὐδὲ ἐπ’ ὀλίγον χρόνον τὰ αὐτὰ κατ’ ἀριθμὸν μένει, ὡς οἱ ποταμοί τε καὶ αἱ καιόμεναι φλόγες, τὰ δὲ μένει μὲν ἐπ’ ὀλίγον χρόνον καὶ οὐκ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, οὐ μὴν ἀεὶ μένει ὥστε ἀμετάβλητα εἶναι. πάντων γὰρ τῶν περὶ γῆν (τούτων γὰρ πάντων λέγει οὐχ ἁπλῶς πάντων, ἀλλὰ τούτων πάντων ὧν ἀρχὴ ἡ ἀναθυμίασις ἡ ἐκ γῆς), πάντων μέντοι τῶν κατὰ φύσιν γινομένων τε καὶ φθειρομένων τεταγμένην εἶναι τήν τε γένεσιν καὶ τὴν φθοράν.1 σημειωτέον δὲ πάλιν ὅτι τάξιν τινὰ καὶ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ οὖσιν εἶναι λέγει, ἥτις τάξις παρὰ τὰ ἄστρα αὐτοῖς τῆς τοιαύτης μεταβολῆς γίνεται, ταῦτα δέ ἐστι τὰ θεῖα. εἰ δὲ τοῦτο, οὐκ ἀπρονοητὰ κατ’ αὐτὸν τὰ τῇδε. Κειμένου δὲ καὶ δεδειγμένου τοῦ καὶ τὰ τῆς θαλάσσης μόρια τὰ μὲν φθείρεσθαι τὰ δὲ γίνεσθαι, πειρατέον, φησίν, ἀποδοῦναι καὶ τῆς ἁλμυρότητος τῆς θαλάσσης τὴν αἰτίαν. φανερὸν δή φησιν εἶναι ὅτι γίνεται ὁ τοιοῦτος χυμὸς διὰ μῖξίν τινος. ἔν τε γὰρ τοῖς τῶν ζῴων σώμασι τὸ ἀπεπτότατον ἁλμυρόν τε καὶ πικρόν· τὸ γὰρ περίττωμα τοιοῦτον, ὃ δι’ ἀπεψίαν ὑπομένει. πᾶσα μὲν γὰρ ἡ ὑπόστασις καὶ πᾶν τὸ περίττωμα ἄπεπτον, μάλιστα δὲ τὸ εἰς τὴν κύστιν ἀθροιζόμενον, ὅπερ ἐστὶ τὸ οὖρον. τοῦ δὲ μάλιστα τοῦτο ἄπεπτον εἶναι σημεῖον παρέθετο τὸ εἶναι λεπτότατον αὐτό· πάντα δὲ τὰ πεττόμενα πρῶτον συνίσταται καὶ παχύνεται. δεύτερον δὲ ἄπεπτον εἶναι λέγει τὸν ἱδρῶτα. ἐν οἷς ἀμφοτέροις, τῷ τε ἱδρῶτι καὶ τῷ οὔρῳ τὸ αὐτὸ σῶμα συνεκκρίνεται, ὃ ποιεῖ τὸν χυμὸν τὸν ἐν αὐτοῖς πικρόν τε καὶ ἁλμυρόν. ὁμοίως δέ φησιν ἔχειν καὶ ἐπὶ τῶν καιομένων. καθόλου γὰρ ἐν οἷς ἂν μὴ κρατήσῃ τὸ θερμόν, τὸ μὴ κρατηθὲν γίνεται τὸν χυμὸν τοιοῦτον. ἔστι δὲ ἐν μὲν τοῖς ἡμετέροις σώμασι τὸ περίττωμα μὴ κρατούμενον ὑπὸ τοῦ θερμοῦ, ἐν δὲ τοῖς καιομένοις ἡ τέφρα. διὸ καί τινες εἶπον τὴν θάλασσαν ἐκ κατακεκαυμένης γίνεσθαι γῆς· λέγουσι γὰρ κατακαυθῆναί ποτε τὴν γῆν ταύτην, ἐν ᾗ νῦν ἐστιν ἡ θάλασσα, καὶ τὸ διὰ τῆς λειφθείσης τέφρας ὕδωρ διηθηθὲν γενέσθαι θάλασσαν. ἔστι δὲ τὸ μὲν οὕτως εἰπεῖν γεγονέναι τὴν θάλασσαν ἄτοπον, τὸ μέντοι ἐκ τοιαύτης αἰτίας τοιαύτην καὶ αὐτὴν εἶναι, ὁποίας καὶ ἡ τέφρα, ἀληθές. ὡς γὰρ ἐν τοῖς εἰρημένοις (ταῦτα δ’ ἔστι τό τε περίττωμα τῆς τροφῆς τὸ ἐν τοῖς ζῴοις, ὃ γίνεται διὰ τὸ μὴ κρατεῖσθαι ὑπὸ τοῦ θερμοῦ, καὶ ἐν τοῖς καιομένοις ἡ τέφρα) ὡς οὖν ἐν τούτοις ἔστι τινὰ ἃ μὴ κρατεῖται ὑπὸ τοῦ θερμοῦ, ἃ καὶ τὸν χυμὸν ἔχει τοιοῦτον, οὕτως ὑπολαβεῖν δεῖ καὶ ἐν τῷ παντὶ ἐκ τε τῶν φυομένων καὶ γινομένων πάντων κατὰ φύσιν καὶ τρεφομένων ὥσπερ ἐκ πεπυρωμένων τε καὶ πεπεμμένων διά τινα θερμότητα ὑπολείπεσθαί τινα ἄπεπτον γῆν οἷον ἐκτετεφρωμένην, καὶ δὴ καὶ τὴν ἐν τῇ ξηρᾷ ἀναθυμίασιν πᾶσαν εἶναι τοιαύτην· αὕτη γάρ, φησί, τὴν ξηρὰν λέγων ἀναθυμίασιν, καὶ παρέχεται τὸ πολὺ τοῦτο πλῆθος δηλονότι τοῦ ὕδατος ἁλμυρόν, ἢ αὕτη ἡ περιλειπομένη γῆ ἔκ τε τῶν γινομένων τε καὶ φυομένων καὶ τρεφομένων κατὰ φύσιν ἄπεπτος περιττεύουσά τε καὶ περιλειπομένη, γῆ οὖσα ὥσπερ τέφρα, παρέχεται τὸ πολὺ τοῦτο πλῆθος τῆς ξηρᾶς ἀναθυμιάσεως.2 μεμιγμένης δέ, ὡς προείρηται, τῆς τε ὑγρᾶς καὶ ἀτμιδώδους ἀναθυμιάσεως καὶ τῆς ξηρᾶς, ἣν καὶ καπνώδη ἐν τοῖς πρώτοις εἶπεν, ἣν εἴρηκε πᾶσαν ἀπὸ τῆς μὴ κρατηθείσης ὑπὸ τοῦ θερμοῦ ἀλλ’ ἀπέπτου μεινάσης γίνεσθαι· οὐδέποτε γὰρ αὐτῶν ἡ ἑτέρα χωρὶς τῆς ἑτέρας ἀνάγεται, ἀλλ’ ἅμα ἀναγομένων ποτὲ μὲν ἡ ξηρὰ πλείων ποτὲ δὲ ἡ ὑγρὰ γίνεται· ἥτις ὅταν πλείων ᾖ καὶ διὰ τοῦτο γένηται αὐτῆς εἰς νέφος σύστασις, ἀναγκαῖον καὶ ταύτῃ τῆς ξηρᾶς τε καὶ ἀπέπτου δυνάμεως ἐμπεριλαμβάνεσθαί τι πλῆθος καὶ συγκαταφέρεσθαι τῷ ὑετῷ, τουτέστι τὸ ὕδωρ ἀπολαῦσαν ἐκείνης τῆς ἀναθυμιάσεως καὶ τῆς ἐν ἐκείνῃ ποιότητος, ὡς σώζειν ἐν αὑτῷ τινα χυμὸν τοιοῦτον, καταφέρεσθαι· καὶ τοῦτο ἀεὶ γίνεσθαι κατὰ τάξιν τινά, ἧς ἐνδέχεται τάξεως μετέχειν τὰ ἐξ ὕλης ὄντα καὶ ἐν γενέσει καὶ φθορᾷ· οὐ γὰρ ἀκριβοῦς καὶ ἀπαραβάτου, ὡς τὰ θεῖα, ἀλλὰ τῷ μὲν ὅλῳ ὁμοίως ἐχούσης, τοῖς δὲ καθ’ ἕκαστα οὐκ ἐξηκριβωμένης.
実際、あるものは川や燃える炎のように、ごく短い時間の間すら数において同一のまま留まることはなく、他方であるものは、ごく短い時間の間は留まり、生じることのうちに存在を持つわけではないが、変化しないほどに常に留まることは決してない。というのも、大地を取り巻くすべてのもの(彼[アリストテレス]はこれらすべてを端的にすべてのものとしてではなく、大地からの蒸発気を原理とするこれらすべてのものとして言っているのであるが)、実に自然に従って生じ滅びるすべてのものの生成と消滅は秩序づけられている[と彼は述べている]からである。そして、生成と消滅のうちにあるものどもにおいても何らかの秩序が存在すると彼が述べていることは再び注目すべきであり、この秩序はそれらにとって天体、すなわち神的なものどもに由来して生じるそのような変化の秩序である。そしてもしそうであるなら、彼によればこちらの世界[月下の世界]の事物は配慮を欠いたものではない。 海の諸部分も、あるものは滅びあるものは生じるということが前提され示された以上、海が塩辛いことの原因をも提示するよう努めねばならない、と彼[アリストテレス]は述べる。そして、そのような味は何らかのものの混合によって生じることは明らかである、と彼は言う。実際、動物の身体においても、もっとも未消化のものが塩辛く苦いからである。未消化のゆえに留まる残渣とはそのようなものだからである。実のところ、あらゆる沈殿物[残渣]やすべての残渣は未消化であるが、とりわけ膀胱に集められるもの、すなわち尿がそうである。そして、これがもっとも未消化であることの証拠として、彼[アリストテレス]はそれ自身が極めて薄い[水っぽい]ということを挙げた。消化されるすべてのものは、まず凝固し濃縮するからである。また、第二に未消化であるものは汗である、と彼は述べる。この両者、すなわち汗と尿の両方において、それらの中の味を苦く塩辛いものにする同一の物体が共に排泄される。また燃やされるものに関しても同様である、と彼は言う。一般に、熱が打ち勝たないようなものにおいては、熱に打ち負かされなかったものが味においてそのようになるからである。そして、私たちの身体において熱によって打ち負かされないものが残渣であり、燃やされるものにおいては灰である。それゆえ、ある人々は海が焼き尽くされた大地から生じるとも述べた。彼らは、現在海があるこの大地がかつて焼き尽くされ、残された灰を通して濾された水が海になったのだと言っているからである。海がそのようにして生じたと述べることは不合理であるが、灰の[原因]と同様の、そのような原因から海それ自体もそのようなもの[塩辛いもの]であるということは真実である。というのは、前述のものたち(すなわち、熱によって打ち負かされないことによって生じる動物の中の食物の残渣、および燃やされるものにおける灰)において、熱によって打ち負かされず、味においてもそのようなものをもつ何らかのものが存在するのと同様に、万物全体においても、自然に従って生え、生じ、養われるすべてのものから、あたかも何らかの熱によって火にかけられ消化されたものからであるかのように、いわば灰となった未消化の何らかの土が残され、まさに乾燥した〔大地〕のうちにある蒸発気はすべてそのようなものであると想定しなければならないからである。なぜなら、「これ」――と彼[アリストテレス]は乾燥した蒸発気を指して言う――もまた明らかにこの大量の水を塩辛いものとして供給するか、あるいは、自然に従って生じ、生え、養われるものから残されるこの土が、未消化で余分なものとして取り残され、灰のような土であって、乾燥した蒸発気のこの大量の分量を供給するからである。そして、先に述べられたように、湿った水蒸気状の蒸発気と、彼[アリストテレス]が最初の部分で煙状とも呼んだ乾燥した蒸発気(熱によって打ち負かされず未消化のまま留まったものからすべてが生じると彼が述べたもの)とが混ざり合っているのであり――実際、それらの一方が他方を欠いて立ち上ることは決してなく、共に立ち上りながらある時は乾燥したものがより多くなり、ある時は湿ったものがより多くなる――、この[湿ったもの]がより多くなり、このゆえにそれの雲への凝結が生じるときには、これ[雲]にも乾燥した未消化の能力の何らかの量が包み込まれ、雨と共に降下することが必然的である。すなわち、水があの蒸発気とそこにある性質にあずかり、自らのうちにそのような何らかの味を保つようにして降下するのである。そしてこのことは、質料から成り生成と消滅のうちにあるものどもが秩序にあずかることが可能であるような、何らかの秩序に従って常に生じるのである。神的なものどものような厳密で侵されることのない秩序によるのではなく、全体としては同様の状態を保つが、個々の事例においては厳密に保たれるわけではない秩序に従ってである。
- 2.6πάντων γὰρ τῶν περὶ γῆν (τούτων γὰρ πάντων λέγει οὐχ ἁπλῶς πάντων, ἀλλὰ τούτων πάντων ὧν ἀρχὴ ἡ ἀναθυμίασις ἡ ἐκ γῆς), πάντων μέντοι τῶν κατὰ φύσιν γινομένων τε καὶ φθειρομένων τεταγμένην εἶναι τήν τε γένεσιν καὶ τὴν φθοράν.
πάντων τῶν περὶ γῆν で始まる句は、直前の議論(アリストテレスの主張)を受ける対格不定詞構文(τεταγμένην εἶναι τήν τε γένεσιν καὶ τὴν φθοράν)の構造をなす。主動詞 λέγει が文脈から補完されており、語句の繰り返し(πάντων γὰρ τῶν περὶ γῆν ... πάντων μέντοι τῶν...)を挟んで属格句が主語対格(τήν τε γένεσιν καὶ τὴν φθοράν)の限定句として前置されている。
- 2.6αὕτη γάρ, φησί, τὴν ξηρὰν λέγων ἀναθυμίασιν, καὶ παρέχεται τὸ πολὺ τοῦτο πλῆθος δηλονότι τοῦ ὕδατος ἁλμυρόν, ἢ αὕτη ἡ περιλειπομένη γῆ ἔκ τε τῶν γινομένων τε καὶ φυομένων καὶ τρεφομένων κατὰ φύσιν ἄπεπτος περιττεύουσά τε καὶ περιλειπομένη, γῆ οὖσα ὥσπερ τέφρα, παρέχεται τὸ πολὺ τοῦτο πλῆθος τῆς ξηρᾶς ἀναθυμιάσεως.
アレクサンドロスはアリストテレスの原文における αὕτη... παρέχεται の構文解釈を二通り提示している。第一の解釈では指示代名詞 αὕτη(女性単数)の先行詞を「乾燥した蒸発気」(ἡ ξηρὰ ἀναθυμίασις)とし、それが大量の水を塩辛いものとして供給する(παρέχεται τὸ πολὺ τοῦτο πλῆθος ... τοῦ ὕδατος ἁλμυρόν)と取る。第二の解釈(ἤ 以下)では主語を「取り残された土」(ἡ περιλειπομένη γῆ)とし、それが乾燥した蒸発気の大量の分量を供給する(παρέχεται τὸ πολὺ τοῦτο πλῆθος τῆς ξηρᾶς ἀναθυμιάσεως)と取る。
