- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:81.12-82.31
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アレクサンドロスは、海を大地の汗や濾過水になぞらえるエンペドクレスらの説を、汗の生成機序や大地の性質との不整合を挙げて論駁し、続いてアリストテレスが二重の蒸発気という原理に基づき、海の存続が数においてではなく種において同一であるか否かを予備的探求として論じ始める箇所を注解する。
" Εἰ δὴ ὥσπερ τὸ διὰ τῆς κονίας ἠθούμενον ὕδωρ γίνεται πικρόν." Νῦν δείκνυσιν ὅτι μηδὲ καλῶς εἴρηται ἱδρὼς εἶναι τῆς γῆς ἡ θάλασσα, μηδὲ οὕτως γίνεται ὡς τὸ διὰ τῆς τέφρας ἠθούμενον ὕδωρ, ὡς εἶπεν Ἐμπεδοκλῆς. εἰ γὰρ οὕτως, φησί, γίνεται ὅ τε ἱδρὼς ἁλμυρὸς καὶ τὸ ἐν τῇ κύστει γινόμενον περίττωμα τοῦ ὑγροῦ πικρὸν καὶ τὸ τῆς θαλάττης ὕδωρ ἁλμυρόν,1 ὡς καὶ τὸ διὰ τῆς τέφρας ἠθούμενον ὕδωρ γίνεται πικρὸν ἐκ γλυκέος, ὥσπερ λέγουσι, τῷ μὲν οὔρῳ συγκαταφερομένης τε καὶ συνεκκρινομένης δυνάμεως τοιαύτης, οἵα καὶ φαίνεται ὑφισταμένη ἐν τοῖς ἀγγείοις ἐν οἷς ἄν τις οὐρήσῃ ἁλμυρίς, τῷ δὲ ἱδρῶτι συνεκκρινομένης ἐκ τῶν σαρκῶν, οἷον καταπλύνοντος τὴν τοιαύτην δύναμιν καὶ τὸν χυμὸν τὸν τοιοῦτον ἐκ τοῦ σώματος τοῦ ἐξιόντος [διὰ τοῦ] ὑγροῦ, δῆλον ὡς καὶ ἐν τῇ θαλάττῃ τῆς ἁλμυρότητος αἴτιον εἴη ἂν τὸ ἐκ τῆς γῆς συγκαταμεμιγμένον τῷ ὑγρῷ. ἐν μὲν οὖν τῷ σώματι γίνεται τὸ τοιοῦτον ἐν τῇ τῆς τροφῆς ὑποστάσει διὰ τὴν ἀπεψίαν· ἐν δὲ τῇ γῇ τίνα τρόπον ἐνυπάρχει τὸ τοιοῦτον, ὃ τῷ ὕδατι μιγνύμενον τῆς ἁλμυρότητος αἴτιον αὐτῷ γίνεται, λεκτέον. οὐχ ὡς γινομένου δὲ οὕτω πως λέγει, ἀλλ’ ὡς ἐκείνων μηκέτι τὸ πῶς καὶ τὸ πόθεν τοῦτο γίνεται εἰρηκότων τε καὶ ἐζητηκότων. ὅλως δὲ πῶς οἷόν τε τοσοῦτον πλῆθος ὕδατος ξηραινομένης καὶ θερμαινομένης αὐτῆς ἐκκριθῆναι; τοιοῦτον γὰρ ὁ ἱδρώς. δεῖ γὰρ πολλοστὸν μέρος αὐτὸ εἶναι τοῦ λειφθέντος ἐν τῇ γῇ· ἐλάττων γὰρ ὁ ἱδρὼς καὶ τὸ οὖρον τοῦ προσφερομένου ποτοῦ καὶ τοῦ ἐνυπάρχοντος ἐν τῷ ζῴῳ ὑγροῦ. ἔτι διὰ τί οὐχὶ καὶ νῦν, ὅταν ξηραινομένη τε καὶ θερμαινομένη ἡ γῆ τύχῃ, εἴτε πλείων οὖσα εἴτε ἐλάττων ἰδίει, καὶ ἰδίει πικρόν; ἡ γὰρ ὑγρότης καὶ ὁ ἱδρὼς πικρόν. εἰ γὰρ καὶ τότε ἐγένετο ἱδρώς τις τῆς γῆς πικρός τε καὶ ἁλμυρός, ἔδει καὶ νῦν γίνεσθαι. οὐ φαίνεται δὲ τοῦτο περὶ αὐτὴν συμβαῖνον, ἀλλὰ ξηρὰ μὲν οὖσα ὑγραίνεται, ξηραινομένη δὲ οὐδένα ἀνίησιν ἱδρῶτα. πῶς οὖν οἷόν τε περὶ τὴν πρώτην γένεσιν τῆς θαλάττης ὑγρὰν οὖσαν τὴν γῆν ξηραινομένην ὑπὸ τῆς ἀπὸ τοῦ ἡλίου θερμότητος ἰδίειν; μᾶλλον γὰρ εὔλογον τὴν θάλασσαν γίνεσθαι τοιαύτην, ὡς καὶ λέγουσί τινες, ἀπελθόντος τοῦ πλείστου καὶ γλυκέος ἀπὸ τοῦ ὕδατος καὶ μετεωρισθέντος διὰ τὸν ἥλιον, τὸ ὑπολειφθὲν διὰ βαρύτητα γεῶδες ὄν, τοῦτο γὰρ εἶναι ἁλμυρόν τε καὶ θάλασσαν· ὑγρὰν δὲ οὖσαν τὴν γῆν ἰδίειν ἀδύνατον. τὰ μὲν οὖν λεγόμενα τῆς ἁλμυρότητος αἴτια διαφεύγειν φαίνεται τὸν λόγον, τουτέστι τὸ εὔλογον· φαίνεται γὰρ οὐκ ἀληθῆ ὄντα. Ἡμεῖς δέ, φησί, λέγομεν περὶ τῆς ἁλμυρότητος αὐτῆς τὴν αὐτὴν ἀρχὴν τῶν λεγομένων λαβόντες ᾗ καὶ πρότερον ἐπὶ τῶν ἤδη δεδειγμένων κεχρήμεθα. ἔστι δὲ αὕτη τὸ διπλῆν γίνεσθαι τὴν ἐκ τῆς γῆς γινομένην ἀναθυμίασιν διὰ τὴν θερμότητα τὴν ἀπὸ τοῦ ἡλίου· αὕτη γὰρ αἰτία πάντων τῶν τοιούτων. πρῶτον δέ φησιν ἀναγκαῖον εἶναι προαπορῆσαί τε καὶ ἐπισκέψασθαι, πότερον καὶ ἡ θάλασσα, ἐπεὶ κεῖται διαμένειν ἀεί, πότερον ὄντως ἀεὶ διαμένει,2 ὡς τὰ αὐτὰ κατ’ ἀριθμὸν φυλάσσειν μόρια, ὥσπερ καὶ τῶν θείων ἕκαστον, ἢ τῷ μὲν εἴδει τῶν αὐτῶν ἐστι μορίων καὶ τῷ ποσῷ, οὐκέτι δὲ καὶ τῷ ἀριθμῷ, ἀλλὰ μεταβάλλει τὰ μόρια αὐτῆς, καὶ τὰ μὲν φθείρεται, ἄλλα δὲ ἐπιγίνεται, καθάπερ ὅ τε ἀὴρ καὶ τὸ πότιμον ὕδωρ καὶ τὸ πῦρ· καὶ γὰρ ταῦτα κατ’ ἀριθμὸν οὐ τὰ αὐτὰ σώζεται, ἀλλὰ κατὰ μὲν τὸ εἶδός ἐστιν ἀίδια, οὐκέτι δὲ καὶ κατὰ τὸν ἀριθμόν, ὡς εἴρηται καὶ πρὸ ὀλίγου. ἡγεῖται δὲ καὶ τὸ ποσὸν ἑκάστου αὐτῶν ὡς ἐπίπαν τὸ αὐτὸ μένειν, ὡς διὰ τῶν ἑξῆς ἔτι μᾶλλον δηλοῖ, ὥσπερ ἔχει ἐπί τε τῶν ῥεόντων ὑδάτων καὶ τοῦ τῆς φλογὸς ῥεύματος· τούτων γὰρ ἀεὶ τὸ κατ’ ἀριθμὸν ἄλλο καὶ ἄλλο. εὔλογον δὴ τὸν αὐτὸν λόγον ἐπὶ πάντων τῶν τοιούτων εἶναι, τουτέστι τῶν γενητῶν, τὸ κατὰ τὸ εἶδος αὐτὰ μένειν τὰ αὐτά, μηκέτι δὲ καὶ κατ’ ἀριθμόν, εἶναι δὲ ἐν αὐτοῖς διαφορὰν τὴν κατὰ τὴν ταχυτῆτα μόνον καὶ βραδυτῆτα τῆς μεταβολῆς.
「もし灰汁を通して濾される水が苦くなるように[…]」今や[アリストテレスは]、海が大地の汗であるということも適切に語られてはおらず、エンペドクレスが述べたように灰を通して濾される水のように[海が]生じるのでもないことを示している。なぜなら、彼が言うには、もし彼らが言うように、尿の中に(誰かが排尿した器の中に沈殿して見られる塩気の残渣のような)そのような性質が共に運ばれ排泄され、他方で汗の中には、排出される水分が身体からそのような性質と味を洗い流すかのように肉体から共に排泄されることによって、灰を通して濾される水が甘いものから苦くなるのと同様に、汗が塩辛くなり、膀胱に生じる水分の排出物が苦くなり、そして海の水が塩辛くなるのだとすれば、海においても、大地から水分に混ざり合わされたものが塩分の原因となるであろうことは明らかだからである。さて、身体の中では、そのようなものは未消化のために食物の沈殿物[残渣]の中に生じるが、水と混ざり合って水にとっての塩分の原因となるそのようなものが、大地の中にいかなる仕方で内在しているのかは語られねばならない。しかし彼[アリストテレス]は、そのようにして生じるとして述べているのではなく、彼ら[論敵たち]がこれがどのようにして、またどこから生じるのかをもはや語ることも探求することもしていないとして述べているのである。全体として、大地が乾かされ熱せられる際に、これほど多量の水が排泄されるということがどうして可能であろうか。汗とはそのようなものだからである。なぜなら、それは大地の中に残されたもののごくわずかな部分でなければならないからである。実際、汗や尿は、摂取される飲み物や動物の中に内在する水分よりも少ない。さらに、なぜ現在においても、大地が乾かされ熱せられる際に、大地がより広くとも狭くとも、汗を流さず、しかも苦い[塩辛い]汗を流さないのか。湿り気すなわち汗は苦い[塩辛い]ものだからである。もし当時も大地の苦く塩辛い何らかの汗が生じたのだとすれば、現在でも生じるべきであったからである。しかし、これが大地に関して生じているようには見えず、大地は乾燥しているときには湿らされ、乾燥させられるときにはいかなる汗も出さない。では、海の最初の生成に際して、大地が湿っていたのに太陽からの熱によって乾かされながら汗を流すということが、どうして可能であろうか。なぜなら、一部の人々も述べているように、水の大部分である甘い水が太陽によって去り高く引き上げられたのち、重さのゆえに残されたものが土性のものであり、これが塩辛いものであり海であるから、海がそのようなものとして生じるとする方が、より理にかなっているからである。湿っている大地が汗を流すことは不可能である。それゆえ、塩分に関して語られる原因はロゴス、すなわち理にかなったことを逃れているように見える。真実ではないように見えるからである。 「だが私たちは」と彼[アリストテレス]は言う、「すでに示された事柄において以前にも用いたのと同じ論述の原理を取り上げて、その塩分について論じる」と。そしてこの原理とは、太陽からの熱によって大地から生じる蒸発気が二重であるということであり、これがそのようなすべての現象の原因である。しかし彼は、海が常に存続すると仮定されている以上、海も神的なものの各々のように数において同じ部分を保持するように真に常に存続しているのか、あるいは種と量においては同じ諸部分からなるが、もはや数においてはそうではなく、その諸部分は変化し、ある部分は滅び、他の部分が生じるのか(空気や飲用に適した水や火がそうであるように)、まず前もって問い検討することが必然的である、と述べる。実際、これらも数において同一のものとして保たれるのではなく、種においては永遠であるが、もはや数においてはそうではないからである。少し前にも述べられた通りである。そして彼[アリストテレス]は、続く箇所を通じてさらに明らかにするように、流れる水や炎の流れについて見られるように、それらの各々の量もおおむね同じまま留まると考えている。これらにおいては数におけるものが常に次々と異なっているからである。したがって、そのようなすべてのもの、すなわち生成するものどもにおいて同じ理が成り立つ、すなわちそれらは種においては同一のまま留まるが、数においてはもはやそうではなく、ただ変化の速さと遅さによる差異のみがそれらの間にあるということは理にかなっている。
- 2.6εἰ γὰρ οὕτως, φησί, γίνεται ὅ τε ἱδρὼς ἁλμυρὸς καὶ τὸ ἐν τῇ κύστει γινόμενον περίττωμα τοῦ ὑγροῦ πικρὸν καὶ τὸ τῆς θαλάττης ὕδωρ ἁλμυρόν
文全体の骨格は、εἰ で始まる長大な条件節(εἰ γὰρ οὕτως... γίνεται...)が ὥσπερ λέγουσι 以下の対比的修飾を受けつつ続き、δῆλον ὡς καὶ ἐν τῇ θαλάττῃ... εἴη ἄν(「海においても…であることは明らかである」)という主節へと帰結する構文である。条件節内部では、τῷ μὲν οὔρῳ... τῷ δὲ ἱδρῶτι という与格句に対し、それぞれ συγκαταφερομένης... δυνάμεως と συνεκκρινομένης... という属格独立構文が付随し、さらに後者に οἷον καταπλύνοντος... τοῦ ἐξιόντος ὑγροῦ という比喩的説明の属格独立構文が入れ子状に組み合わされている。
- 2.6πότερον καὶ ἡ θάλασσα, ἐπεὶ κεῖται διαμένειν ἀεί, πότερον ὄντως ἀεὶ διαμένει
間接疑問を導く小辞 πότερον が、挿入節(ἐπεὶ κεῖται διαμένειν ἀεί)を挟んで反復されている(再開的用法の πότερον)。最初の πότερον は καὶ ἡ θάλασσα を主語として先取りして提示し、理由節を挟んだ直後に動詞 διαμένει を伴って改めて疑問節の本体を再開している。
