← アフロディシアスのアレクサンドロス

アリストテレス『気象論』注解

§72.27-74.14

太陽の栄養説への論駁と水の本来の場所

太陽が蒸発気によって養われるという説およびアナクシマンドロスらの宇宙生成論を、天体と炎の相違や水分の循環的保存を示して論駁し、海が占める場所は海固有のものではなく水本来の場所であることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.4#3

οὐ γὰρ ὁμοίως ἔχει· ἡ μὲν γὰρ φλὸξ διὰ τὸ συνεχῶς τὸ ὑγρὸν εἰς τὸ ξηρὸν μεταβάλλειν γίνεται· οὐ γὰρ δὴ τρέφεται· οὐ γὰρ ἡ αὐτὴ οὖσα διαμένει, ἀλλ’ ἡ μὲν φθείρεται ἡ δὲ γίνεται, τρέφεται δὲ καὶ αὔξεται ἕκαστον σωζόμενον πρῶτον αὐτὸ καὶ ὑπομένον, ὡς ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἐδείχθη. περὶ δὲ τὸν ἥλιον οὐδὲν τοιοῦτον γίνεται, ἐπεὶ εἴ γε ἐτρέφετο ὁ ἥλιος οὕτως ὡς καὶ τὸ πῦρ, καθά φασιν, οὐ μόνον, ὡς Ἡράκλειτός φησι, νέος ὢν ἐφ’ ἡμέρῃ ἂν ἦν, καθ’ ἑκάστην ἡμέραν ἄλλος ἐξαπτόμενος, τοῦ πρώτου ἐν τῇ δύσει σβεννυμένου, ἀλλ’ ἀεί τε καὶ συνεχῶς νέος τε καὶ ἄλλοτε ἄλλος ἐγίνετο,1 ὥσπερ καὶ αἱ φλόγες ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχων. ὅτι δὲ μὴ τρέφεται ὁ ἥλιος τῷ ἀναγομένῳ ὑπ’ αὐτοῦ ὑγρῷ, ἔδειξε καὶ διὰ τοῦ τὴν μὲν ἀναγωγὴν τοῦ ὑγροῦ ὑπὸ τοῦ ἡλίου γίνεσθαι θερμαινομένου ὑπ’ αὐτοῦ, ὥσπερ καὶ ὑπὸ τοῦ πυρὸς τοῖς θερμαινομένοις ὕδασι συμβαίνει (ἀτμίζει γὰρ καὶ ταῦτα), μηδὲν δὲ πῦρ τρέφεσθαι τῷ ὑπὸ τῆς θερμότητος αὐτοῦ ἀναφερομένῳ ἀπὸ τοῦ ὕδατος ἀτμῷ. εἰ δὲ πῦρ τὸ ὑποκαῖον καὶ θερμαῖνον τὸ ὕδωρ μὴ τρέφεται τῷ ἀπὸ τοῦ θερμαινομένου ὕδατος ἀτμῷ, οὐδὲ τὸν ἥλιον εὔλογον· κατὰ γὰρ τὴν πρὸς τὸ πῦρ ὁμοιότητα αὐτοῦ ἐλάμβανον τὸ καὶ τρέφεσθαι αὐτόν. ἄτοπον δέ φησιν αὐτοὺς ποιεῖν καὶ τὸ μόνον προνοήσασθαι τῆς τοῦ ἡλίου διὰ τὴν τροφὴν σωτηρίας, τῶν δὲ ἄλλων ἄστρων παριδεῖν τὴν σωτηρίαν, πόθεν γίνεται, ὄντων τοσούτων τε τὸ πλῆθος καὶ τὸ μέγεθος τηλικούτων· οὔτε γὰρ ἀνάγεσθαί τι ὑπ’ ἐκείνων ὑγρὸν λέγουσιν οὔτε οἷόν τ’ ἂν ἦν οὐδὲ πρὸς ὀλίγον ἐπαρκεῖν τὸ ὕδωρ τροφὴν γινόμενον τοσούτοις τε καὶ τηλικούτοις σώμασι. τὸ δ’ αὐτό φησιν ἄλογον τούτοις τε συμβαίνειν τοῖς λέγουσι τὸ ἀναφερόμενον ἀπὸ τοῦ ὕδατος ὑπὸ τοῦ ἡλίου τροφὴν αὐτοῦ γίνεσθαι καὶ τοῖς λέγουσι τὸ πρῶτον ὑγρᾶς οὔσης καὶ τῆς γῆς καὶ παντὸς τοῦ κόσμου τοῦ περὶ τὴν γῆν, ὑπὸ τοῦ ἡλίου θερμαινομένην τὴν ὑγρότητα ἀέρα ποιῆσαί τε καὶ συστῆσαι, καὶ τὸν ὅλον οὐρανὸν ὑπὸ τῆς τοῦ ὑγροῦ διακρίσεως τῆς γενομένης ὑπὸ τοῦ ἡλίου αὐξηθῆναι, καὶ τοῦτον (ἤτοι τὸν ἀέρα λέγει ἢ τὸν ἥλιον μᾶλλον) πνεύματά τε παρέχεσθαι καὶ ἀνέμους καὶ τὰς τροπὰς αὐτοῦ ποιεῖν, ἤτοι τοῦ ἀέρος ἢ τοῦ οὐρανοῦ.2 ταύτης, ὡς προείρηται, τῆς δόξης ἐγένετο Ἀναξίμανδρός τε καὶ Διογένης. ψευδῆ δὲ ὁμοίως ταῦτα πάντα· φανερῶς γὰρ ὁρᾶται τὸ ἀναχθὲν ἀπὸ τοῦ ὕδατος διὰ τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα συνιστάμενον καὶ καταφερόμενον πάλιν. κἂν μὴ κατ’ ἐνιαυτὸν δὲ ἴσον κατενεχθῇ τῷ ἀναφερομένῳ μηδὲ καθ’ ἑκάστην χώραν ἐξ ἧς ἀνηνέχθη, ἀλλ’ ἔν γέ τισι τεταγμένοις χρόνοις καταφέρεται καὶ ἀποδίδοται πᾶν τὸ ἀναχθὲν καὶ ὑστερῆσαν ὑγρὸν τῷ μὴ ταχέως μεταβάλλειν. διὰ τοῦτο γὰρ μετὰ τὰ αὐχμηρὰ ἔτη φιλεῖ πάλιν ἐπομβρία γίνεσθαι, τῆς ἀμεταβλήτου μεινάσης ἀναθυμιάσεως συμμεταβαλλούσης τῷ τότε ἀναφερομένῳ, ὡς οὔτε τρεφομένων τῶν ἄνω ὑπὸ τῆς ἀναθυμιάσεως, ὡς ἡ πρώτη δόξα ἔλεγεν, οὔτε τοῦ μὲν πρώτου γινομένου ἐκ τῆς ἀναθυμιάσεως ἀέρος μένοντος ἤδη μετὰ τὴν γένεσιν καὶ μηκέτι μεταβάλλοντος, τοῦ δὲ ὕστερον ἐπιγενομένου τρεπομένου πάλιν καὶ μεταβάλλοντος εἰς ὕδωρ, ἀλλ’ ὁμοίως παντὸς τοῦ ἀναφερομένου πάλιν συνισταμένου τε καὶ καταφερομένου. Εἰπὼν δὲ ταῦτα πρὸς τοὺς τὴν ἀναφερομένην ὑπὸ τοῦ ἡλίου ἀπὸ τοῦ ὕδατος ἀτμίδα εἰς ἄλλο τι τρέποντας, καὶ μὴ συνισταμένην πάλιν καταφέρεσθαι ἡγουμένους, ἐπάνεισι πάλιν ἐπ’ ἐκεῖνα ὅθεν ἐξέβη τοῦ λόγου. τὸ μὲν γὰρ τοῦ περικεχυμένου τῇ γῇ ὕδατος πότιμόν τε καὶ γλυκὺ διὰ κουφότητα ἐπιπολάζον τῷ γεωδεστέρῳ τε καὶ παχυτέρῳ ὕδατι διακρινόμενον ὑπὸ τῆς ἀπὸ τοῦ ἡλίου θερμότητος πᾶν ἀνάγεται, τὸ δὲ γεωδέστερον καὶ διὰ τοῦτο ἁλμυρὸν ὑπομένει διὰ βάρος οὐκ ἐν τῷ οἰκείῳ αὑτοῦ τόπῳ καὶ κατὰ φύσιν ὄντι αὐτῷ, ἀλλ’ ἐν τῷ τοῦ ὕδατος.3 τοῦτο γὰρ ἦν καλῶς ἀπορούμενον, τὸ δεῖν εἶναί τινα, ὥσπερ τῶν ἄλλων στοιχείων οἰκεῖός ἐστι κατὰ φύσιν τόπος, οὕτως δὲ καὶ τοῦ ὕδατος εἶναι· ἧς ἀπορίας λύσις τὸ ὃν ὁρῶμεν τόπον κατέχουσαν τὴν θάλασσαν, μὴ εἶναι θαλάσσης ἰδίως τόπον, ἀλλ’ ὕδατος ἁπλῶς. φαίνεται δὲ κατεχόμενος ὑπὸ θαλάσσης, ὅτι τοῦ ὕδατος τὸ μὲν ἁλμυρὸν ὑπομένει διὰ βαρύτητα, τὸ δὲ γλυκὺ καὶ πότιμον ἀνάγεται διὰ κουφότητα.

実際、事態は同様ではないからである。というのも、炎は湿ったものが乾燥したものへと絶え間なく変化することによって生じるからである。実際、炎は決して養われているのではない。なぜなら同一のものとして持続するのではなく、一方が消滅し他方が生成するのであって、各々のものはまずそれ自身として保たれ持続しながら養われ増大するのであり、それは『生成消滅論』において示された通りである。しかし太陽の周りではそのようなことは何一つ生じない。なぜなら、もしも太陽が、彼らが言うように火と同じように養われていたならば、ヘラクレイトスが言うように「日ごとに新しい」ものとして、最初のものが日没において消え、毎日別のものが点火されるというだけでなく、炎と同じように生成することのうちに存在をもちながら、常に絶え間なく新しく、その時々で別のものになっていたはずだからである。また、太陽が自身によって引き上げられる湿気によって養われないことは、湿気の太陽による引き上げは、火によって熱せられる水に生じるように(実際これらも蒸発する)、〔湿気が〕太陽によって熱せられることによって生じるが、いかなる火も自身の熱によって水から引き上げられる蒸気によって養われはしないということによっても彼[アリストテレス]は示した。そして、もし水を下から燃やし熱する火が熱せられる水からの蒸気によって養われないならば、太陽についても[そう考えるのは]もっともらしくない。なぜなら彼らは、太陽が火と類似していることに基づいて、太陽もまた養われると考えていたからである。また彼が言うには、彼らは糧による太陽の存続についてのみ配慮を行い、これほど多数でこれほど巨大な大きさである他の星々については、その存続がどこから生じるのかを見過ごしていることも、不合理なことをなしているのである。実際、それらによって何らかの湿気が引き上げられるとも彼らは言わないし、水がこれほど多数で巨大な物体にとって糧となることで少しの間でも足りるということもありえないであろうからである。そして同じ不合理なことが、水から太陽によって引き上げられるものが太陽の糧になると言うこれら[の人々]にも、最初は大地も大地を取り囲む全宇宙も湿っていたが、湿気は太陽によって熱せられて空気を生み出し凝結させ、全天空は太陽によって生じた湿気の分離によって増大し、そしてこれ(彼[アリストテレス]は空気を言っているか、あるいはむしろ太陽を言っている)が気息や風を供給し、それ(すなわち空気、あるいは天空)の回帰を引き起こすと言う人々にも生じる、と彼[アリストテレス]は言う。この見解に、前述のように、アナクシマンドロスとディオゲネスが立った。しかしこれらすべては同様に偽である。なぜなら、太陽からの熱によって水から引き上げられたものは、再び凝結して流下するのが明らかに見て取れるからである。そして、たとえ年ごとに引き上げられたものと等しい量が流下しなくても、またそれが引き上げられた各地域に流下しなくても、引き上げられ、速やかに変化しないことによって遅れて残った湿気は、ある定まった期間のうちにはすべて流下して返還されるのである。まさにこのために、日照りの年の後には再び豪雨が生じる傾向があるのであり、変化せずに残った蒸発気は、そのとき引き上げられるものとともに変化するからである。それは、第一の見解が述べたように高所のものたちが蒸発気によって養われることもなく、また蒸発気から生じた最初の空気が生じた後にすでに留まって最早変化せず、後から生じたものが再び向きを変えて水へと変化するのでもなく、引き上げられたものの全体が同様に再び凝結して流下するからである。そして、太陽によって水から引き上げられる蒸気を他の何ものかへと変じさせ、再び凝結して流下するとは考えない人々に対してこれらのことを述べた後、彼[アリストテレス]は論の脱線した元の事柄へと再び立ち戻る。というのも、大地を取り囲む水のうち、飲料に適し甘い部分は、軽さのゆえに、より土っぽくより濃い水の上に浮かび、太陽からの熱によって分離されてすべて引き上げられるが、より土っぽく、したがって塩辛い部分は、重さのために、それ自身の固有の場所、すなわちそれにとって自然本性的である場所においてではなく、水の場所にとどまるからである。実際、「他の元素にとって自然本性に従った固有の場所があるように、水にとってもあるべきである」ということは、適切に難問とされていたことであったからである。この難問の解決は、我々が見ている、海が占めている場所は、海に固有の場所なのではなく、端的に水の場所であるということである。そしてそれが海によって占められているように見えるのは、水のうち塩辛い部分は重さのためにとどまり、甘く飲料に適する部分は軽さのために引き上げられるからである。

構文注3 件
  1. 2.4οὐ μόνον, ὡς Ἡράκλειτός φησι, νέος ὢν ἐφ’ ἡμέρῃ ἂν ἦν, καθ’ ἑκάστην ἡμέραν ἄλλος ἐξαπτόμενος, τοῦ πρώτου ἐν τῇ δύσει σβεννυμένου, ἀλλ’ ἀεί τε καὶ συνεχῶς νέος τε καὶ ἄλλοτε ἄλλος ἐγίνετο

    反実仮想の帰結部(ἄν + 未完了過去 ἦν、および接続小辞 ἀλλά の後で ἄν を共有する ἐγίνετο)の中に、ヘラクレイトスの格言(νέος ἐφ’ ἡμέρῃ「日ごとに新しい」)を分詞構文 ὢν を伴って組み込んでいる。単に一日単位で新しくなるだけでなく、炎のように連続的・瞬間的に新しくなり続けるはずだという背理を示す構文骨格である。

  2. 2.4καὶ τοῦτον (ἤτοι τὸν ἀέρα λέγει ἢ τὸν ἥλιον μᾶλλον) πνεύματά τε παρέχεσθαι καὶ ἀνέμους καὶ τὰς τροπὰς αὐτοῦ ποιεῖν, ἤτοι τοῦ ἀέρος ἢ τοῦ οὐρανοῦ

    間接話法における対格不定詞構文(主語 τοῦτον、不定詞 παρέχεσθαι と ποιεῖν)。注解者アレクサンドロス自身が挿入した括弧内の注記(ἤτοι... λέγει...)により、指示代名詞 τοῦτον の先行詞(空気か太陽か)および αὐτοῦ の先行詞(空気か天空か)について解釈の揺れが明示されている。

  3. 2.4οὐκ ἐν τῷ οἰκείῳ αὑτοῦ τόπῳ καὶ κατὰ φύσιν ὄντι αὐτῷ, ἀλλ’ ἐν τῷ τοῦ ὕδατος

    前置詞 ἐν の導く二つの句が対比されている。後段の ἐν τῷ τοῦ ὕδατος では名詞 τόπῳ が省略されており、「土っぽい(塩辛い)水にとっての固有・自然の場所」ではなく「水一般の場所」にとどまるという議論の核心をなす対比構造をなしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:72.27-74.14