← アフロディシアスのアレクサンドロス

アリストテレス『気象論』注解

§71.5-72.27

水の本原としての海と蒸発循環の理論

アリストテレスが海をすべての水の本原・総体とみなす説や河川が海から出て濾過されるという説を紹介し、海水がなぜ塩辛いのかという難問を提起した上で、太陽の熱による蒸発と降水の循環機構を説明し、太陽が蒸気で養われるとする通説を論破する場面を注解する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.4#2

μέλλων δὲ περὶ τούτων λέγειν, πρῶτον τὴν αἰτίαν λέγει τοῦ τινας ὑπολαβεῖν ἀρχὴν τοῦ ὕδατος εἶναι τὴν θάλασσαν, καὶ τὸ στοιχεῖον τοῦτο εἶναι1 καὶ τὸ σῶμα καὶ τὴν ὑπόστασιν τοῦ παντὸς ὕδατος. δοκεῖ γὰρ εὔλογον εἶναι, ὥσπερ τῶν ἄλλων στοιχείων ἑκάστου· ἔστι τις τόπος καί τις ὄγκος ἀφωρισμένος τε καὶ ἀποκεκριμένος καὶ καθ’ αὑτὸν ὤν, ὃς ἀρχή ἐστι καὶ τοῖς ἄλλοις τοῖς κατὰ μόρια οὖσί τε που καὶ μιγνυμένοις μετ’ ἄλλων (πυρὸς μὲν γὰρ ὁ ἄνω, ἀέρος δὲ ὁ μετ’ αὐτόν, γῆς δὲ περὶ ὃν πάντα τὰ ἄλλα ἔστι τε καὶ φέρεται), οὕτω καὶ τοῦ ὕδατος εἶναι τόπον γέ τινα2 οἰκεῖον καὶ ὄγκον ἅμα ὄντα, ἀφ’ οὗ καὶ τοῖς ἄλλοις τοῖς κατὰ μέρος ὕδασιν ἡ χορηγία. ἀλλὰ μὴν οὐδὲν ἄλλο ὕδατος σῶμα ἀθρόον ἔστιν εὑρεῖν παρὰ τὸ τῆς θαλάσσης· τὸ γὰρ τῶν ποταμῶν οὔτε ἀθρόον οὔτε ἑστός τε καὶ ὑπάρχον, ἀλλ’ ἀεὶ ἐπιγινόμενον φαίνεται. διὰ δὴ τοῦτο ἔδοξέ τισιν ἀρχὴ τῶν ὑγρῶν, τουτέστι τοῦ ὕδατος, ἡ θάλασσα εἶναι. τοῦτο δὲ διὰ τούτων λαβόντες ἑξῆς περὶ τῶν ποταμῶν λέγουσιν ὅτι μὴ μόνον εἰς τὴν θάλασσαν ῥέουσιν, ὡς ὁρῶνται, ἀλλὰ καὶ ἐκ ταύτης ῥέουσι ταύτην ἀρχὴν ἔχοντες· εἶναι δὲ αὐτῶν γλυκὺ τὸ ὕδωρ διὰ τὸ ἁλμυρὸν ὕδωρ διὰ γῆς διηθούμενον γίνεσθαι πότιμον. οὗ σημεῖον τὸ ἐν πολλοῖς αἰγιαλοῖς, εἰ ὀρύξαι τις, τὸ ἀπὸ τῆς θαλάσσης διὰ τῆς μεταξὺ γῆς διηθούμενον ὕδωρ εἰς τὸ ὠρυγμένον πότιμόν τε εἶναι καὶ γλυκύ. ταύτῃ δὲ τῇ δόξῃ φησὶν ἀπορίαν ἀντικεῖσθαι τὴν εἰ τὸ ὕδωρ τοῦτο τὸ τῆς θαλάσσης τὸ ὡς στοιχεῖον ὕδωρ ἐστί, τί δήποτε οὐκ ἔστι πότιμον ἀλλ’ ἁλμυρόν· αὕτη γὰρ ὕδατος εἰλικρινοῦς καὶ ἀμίκτου φύσις. τὸ δὲ αἴτιον τῆς ἁλμυρότητος ῥηθέν, φησίν, ἅμα τε ταύτης τῆς ἀπορίας λύσις ἔσται τῆς ἀπορούσης διὰ τί μὴ πότιμον τὸ τῆς θαλάσσης ὕδωρ, καὶ αἰτία ἡμῖν ἔσται τοῦ περὶ θαλάσσης τὴν ἀρχὴν καὶ τὴν πρώτην ὑπόληψιν λαβεῖν ὀρθήν. ἢ τὸ τὴν πρώτην προσέθηκεν, ὅτι νῦν μὲν ἁπλούστερόν τε καὶ κοινότερον τὴν αἰτίαν τῆς ἁλμυρότητος ἐρεῖ, προϊὼν δὲ πόθεν ἡ ἁλμυρότης αὕτη ἀκριβέστερον ζητήσει τε καὶ ἀποδώσει. τοῦ γὰρ ὕδατος περιτεταμένου τε καὶ περικεχυμένου τῇ γῇ, ὥσπερ πάλιν περὶ τὸ ὕδωρ ἡ τοῦ ἀέρος σφαῖρα, καὶ περὶ ταύτην ἡ τοῦ πυρός (λεγομένη πυρὸς δὲ εἶπεν, ὅτι, ὡς εἶπεν, ὑπέκκαυμα τοῦτο τὸ σῶμα πυρός ἐστι· τούτων δὲ τὸ πῦρ εἶπεν ἔσχατον τῶν περιγείων σωμάτων καὶ ἐν γενέσει καὶ φθορᾷ· ὅτι δὲ σφαιρικὰ τὰ τῶν τεσσάρων στοιχείων σώματα, ἔδειξε καὶ ἐν τοῖς Περὶ οὐρανοῦ. εἰπὼν δὲ τοῦτο γάρ ἐστι τούτων ἔσχατον προσέθηκεν εἴτε ὡς οἱ πλεῖστοι λέγουσιν εἴθ’ ὡς ἡμεῖς· οἱ μὲν γὰρ πλεῖστοι πάντων αὐτὸ τῶν σωμάτων ἔσχατόν φασι κεῖσθαι, ἡμεῖς δὲ τῶν ἐπ’ εὐθείας κατὰ φύσιν κινουμένων· μετὰ τοῦτο γὰρ τὸ κυκλοφορητικόν τε καὶ θεῖον σῶμα) τούτων δὴ οὕτως ἐχόντων φερόμενος ὁ ἥλιος3 κύκλῳ κατὰ τοῦ ζῳδιακοῦ κειμένου λοξοῦ καὶ αἴτιος γινόμενος γενέσεώς τε καὶ φθορᾶς τεταγμένης τῇ προσόδῳ τε καὶ ἀφόδῳ, τὸ μὲν λεπτότατον καὶ γλυκύτατον τοῦ ὕδατος ἀνάγει καὶ μετεωρίζει καθ’ ἑκάστην ἡμέραν ἀτμίζων τῇ θερμότητι καὶ λεπτύνων τε καὶ διακρίνων· ἀνενεχθὲν δὲ ἐκεῖ καὶ διὰ τὴν τοῦ τόπου ψυχρότητα συστὰν καὶ συγκριθὲν πάλιν ὕδωρ γενόμενον πρὸς τὴν γῆν καταφέρεται, καθάπερ εἴρηται ἐν τῷ περὶ ὑετοῦ λόγῳ. εἰπὼν δὲ περὶ τοῦ ἀναφερομένου ὕδατος ὅτι πάλιν συστὰν καταφέρεται, πρὸ τοῦ προσθεῖναι τὰ ἀκόλουθα τοῖς εἰρημένοις παρεκβὰς λέγει πρὸς τοὺς οἰομένους τὸν ἥλιον τῷ ὑγρῷ τῷ ἀναφερομένῳ τρέφεσθαι καὶ διὰ τοῦτό γε καὶ τὰς τροπὰς αὐτὸν τοιαύτας ποιεῖσθαι, διὰ τὸ μὴ ἀεὶ τοὺς αὐτοὺς τόπους δύνασθαι αὐτῷ παρασκευάζειν τὴν τροφήν. εἶπε δὲ καὶ πρὸ ὀλίγου τινὰς τοῦτο λέγειν καὶ περὶ τοῦ ἡλίου καὶ περὶ τῆς σελήνης. γελοίους δή φησιν εἶναι τοὺς οὕτως ὑπολαμβάνοντας καὶ ἡγουμένους τροφῆς τε αὐτὸν δεῖσθαι καὶ εἰ μὴ τρέφοιτο, φθαρήσεσθαι· καὶ γὰρ τὸ φανερὸν πῦρ μέχρι τούτου σώζεσθαι, μέχρις ἂν τροφὴν ἔχῃ, μόνον δὲ τὸ ὑγρὸν τῷ πυρὶ τροφὴν εἶναι· τῷ γὰρ ἐναντίῳ τρέφεσθαι τὰ τρεφόμενα. διὰ τί δὲ γελοῖοι οἱ οὕτως ὑπολαμβάνοντες, ἐπιφέρει· γελοῖον γὰρ τὸ ἡγεῖσθαι τὸ ἀναφερόμενον ὑγρὸν ἕως τοῦ ἡλίου ἀφικνεῖσθαι, ὡς καὶ τρέφειν αὐτόν, ἢ τὴν ἄνοδόν τε καὶ πρόσκρισιν τοῦ ὑγροῦ τῷ ἡλίῳ οὕτως γίνεσθαι, ὡς ὁρᾶται ἐπὶ τῆς φλογὸς γινομένης· ἀπὸ γὰρ ταύτης καὶ ἐπὶ τὸν ἥλιον μεταφέρουσιν, ὡς εἰκὸς καὶ ἐπ’ ἐκείνου ὁμοίως γίνεσθαι.

これらについて論じようとして、まず彼[アリストテレス]は、ある人々が海を水の本原であり、この元素が水全体の物体であり基体であると考えた原因を述べる。実際、他の元素の各々について、画定され分離されてそれ自体として存在するある場所とある塊(火については上方のものであり、空気についてはその次のもの、大地についてはその周囲に他のすべてのものが存在し運ばれるところのものである)があり、それが部分としてどこかに存在し他のものと混ざり合っている他のものたちにとっても本原であるのと同様に、水についても何らかの固有の場所と同時に塊であるものがあり、それから部分的な他の水たちへの供給もなされる、と考えるのがもっともらしく思われるからである。そして実に、海の水を除いては、集積した他の水の物体を見出すことはできない。実際、河川の水は集積してもおらず、静止して持続するものでもなく、常に生起し続けているように見えるからである。実にこのことのために、ある人々には海が湿ったもの、すなわち水の本原であると思われたのである。そしてこれらのことによってこの見解を採った彼らは、続いて河川について、河川が見られるように海へと流れるだけでなく、海を本原として海からも流れていると述べる。そして河川の水が甘い(淡水である)のは、塩辛い水が大地を通って濾過されることによって飲料水となるからであると[彼らは言う]。これの証拠は、多くの海岸において、もし人が掘るならば、海からその間の大地を通って掘られた穴へと濾過された水が、飲料に適し甘いということである。しかし彼[アリストテレス]は、この見解には「もしこの海の水が元素としての水であるならば、なぜいったい飲料水ではなく塩辛いのか」という難問が対立すると言う。実際、これが純粋で混じりけのない水の自然本性だからである。そして塩辛さの原因が語られることは、海の水がなぜ飲料水でないのかと問うこの難問の解決となると同時に、我々にとって海についての最初の、そして根底的な思いなしを正しく把握することの原因ともなるであろう、と彼は言う。あるいは、彼が「最初の」と言い添えたのは、いまや彼は塩辛さの原因をより単純かつ共通に述べるであろうが、論を進めてこの塩辛さがどこから来るのかをより厳密に探求し説明するからである。というのも、大地を水が取り囲み覆い、また水を取り囲んで空気の球が、これを取り囲んで火の球がある(そして彼が「火のと言われるもの」と言ったのは、彼が言ったように、この物体は火の燃料だからである。そして彼はこれらの中で火を、地球周囲の生成消滅する物体のうち最も外側のものと言った。また四元素の物体が球状であることは『天体論』においても彼が示した通りである。そして「というのも、これがこれらの中で最も外側のものであるから」と言った後、彼は「多くの人々が言うようにであれ、我々が言うようにであれ」と言い添えた。というのも、多くの人々は火がすべての物体のうち最も外側に位置すると言うのに対し、我々は自然本性に従って直線運動するものたちのうちで最も外側であると言うからである。なぜならこれの後に、円運動する神的な物体があるからである)のであり、まさにこれらがこのようになっているとき、傾いて位置する黄道帯に沿って太陽が円運動して運ばれ、その接近と後退によって秩序ある生成と消滅の原因となりつつ、太陽は熱によって蒸発させ、希薄化し分離することによって、水のうち最も精妙で最も甘い部分を毎日引き上げ高く昇らせるのである。そしてそこへと引き上げられ、その場所の冷たさのために凝結し結合して再び水となったものは、大地へと流下するのであり、それは雨に関する議論において語られた通りである。そして引き上げられる水について、再び凝結して流下すると述べた後、語られた事柄に続く議論を付け加える前に、彼は脱線して、太陽は引き上げられる湿気によって養われ、まさにこのために太陽はそのような回帰をするのだ、なぜなら常に同一の場所が太陽のために糧を準備することはできないからだ、と考える人々に対して論じる。彼[アリストテレス]は少し前にも、ある人々が太陽についても月についてもこのように述べていると言った。実に彼が言うには、太陽が糧を必要としており、もし養われないならば消滅するであろうと想定し考える人々は滑稽である。なぜなら[彼らの見解によれば]目に見える火は糧をもつ間だけ維持されるのであり、湿気だけが火にとっての糧であるからである。実際、養われるものは反対のものによって養われるからである。しかしこのように想定する人々がなぜ滑稽であるのかを、彼は付け加える。なぜなら、引き上げられる湿気が太陽にまで達して太陽を養うと考えること、あるいは湿気の上昇と太陽への付着が、生成しつつある炎において見られるようにして生じる(実際、彼らは炎から太陽へと類推し、太陽においても同様に生じるのがもっともらしいと考えるからである)と考えることは、滑稽だからである。

構文注3 件
  1. 2.4καὶ γὰρ τὸ φανερὸν πῦρ μέχρι τούτου σώζεσθαι, μέχρις ἂν τροφὴν ἔχῃ, μόνον δὲ τὸ ὑγρὸν τῷ πυρὶ τροφὴν εἶναι

    不定詞 σώζεσθαι および εἶναι は、直前の間接話法(太陽が湿気で養われると考える人々の主張内容)を承けており、注解者自身の主張ではなく論敵の前提的ドグマを報告する構文である。

  2. 2.4δοκεῖ γὰρ εὔλογον εἶναι, ὥσπερ τῶν ἄλλων στοιχείων ἑκάστου· ἔστι τις τόπος... οὕτω καὶ τοῦ ὕδατος εἶναι τόπον γέ τινα

    ὥσπερ 節の中で τῶν ἄλλων στοιχείων ἑκάστου は属格であり、後続の ἔστι τις τόπος に対して所有あるいは所属を表す属格(「他の元素の各々について…ある場所が存在するように」)として機能している。主節側では οὕτω καὶ τοῦ ὕδατος εἶναι τόπον γέ τινα と不定詞構文(δοκεῖ εὔλογον εἶναι に従属)で呼応している。

  3. 2.4τοῦ γὰρ ὕδατος περιτεταμένου τε καὶ περικεχυμένου... τούτων δὴ οὕτως ἐχόντων φερόμενος ὁ ἥλιος

    文頭の属格独立構文(τοῦ γὰρ ὕδατος περιτεταμένου...)の後に球体や火の定義に関する長大な括弧的説明が挿入されたため、筆者は τούτων δὴ οὕτως ἐχόντων によって属格独立構文を再開(resumptive)し、主動詞構文(φερόμενος ὁ ἥλιος... τὸ μὲν λεπτότατον... ἀνάγει καὶ μετεωρίζει)へとつなげている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:71.5-72.27