- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:6.9-8.13
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アレクサンドロスは、健康と病気の第一原理の探究が自然学に属し医学がその下位にある理由を論じ、アリストテレスが挙げた対偶的諸活動(覚醒・睡眠、生・死など)がすべて感覚に関与することを通じて霊魂と身体に共通の事象であることを解き明かす。
λέγει δὲ φυσικοῦ εἶναι τὸ περὶ ὑγιείας καὶ νόσου τὰς πρώτας ἰδεῖν ἀρχάς, τουτέστιν ἐκ τίνων πρώτων ἀρχῶν τε καὶ ἐν τίσι πρώτοις ἡ ὑγίεια καὶ ἡ νόσος, ὅτι ἐν συμμετρίᾳ τῶν πρώτων δυνάμεων, ξηρῶν ὑγρῶν, θερμῶν ψυχρῶν. καὶ ὅτι οἰκεία ἡ περὶ τούτων θεωρία τῇ περὶ ζῴων ἔδειξεν εἰπών· οὔτε γὰρ ὑγίειαν οὔτε νόσον οἷόν τε γίνεσθαι τοῖς ἐστερημένοις ζωῆς. Περὶ μὲν οὖν τῶν τεττάρων συζυγιῶν ὧν προείρηκε φέρεται ἐν τῇ πραγματείᾳ τῇ Φυσικῇ αὐτοῦ βιβλία, δι’ ὧν περὶ αὐτῶν ἐπραγματεύσατο, λέγω δὲ Περὶ ἐγρηγόρσεως καὶ ὕπνου καὶ νεότητος καὶ γήρως καὶ ἀναπνοῆς καὶ ζωῆς καὶ θανάτου· τὰ δὲ Περὶ ὑγιείας καὶ νόσου, εἰ ἐγένετο, οὐ σῴζεται. ἔστι δὲ καὶ τούτων κοινὰ μὲν πάντων τῶν ζῴων ἐγρήγορσις καὶ ὕπνος, εἰ μή που γένος ἰχθύων ἔστι τι ἄγρυπνον, ὃ ζητεῖ ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ, ἡ δὲ νεότης καὶ τὸ γῆρας πάντων τῶν ζωῆς μετεχόντων κοινά, οὐ τῶν ζῴων μόνον (καὶ γὰρ ἐν τοῖς φυτοῖς ἥ τε νεότης καὶ τὸ γῆρας, ὥσπερ οὖν καὶ ἡ ζωὴ καὶ ὁ θάνατος), ἀναπνοὴ δὲ καὶ ἐκπνοὴ κοινὰ τοῖς πλείστοις τῶν ζῴων ὅσα πνεύμονα ἔχει. Ὅτι δὲ τὸ περὶ ὑγιείας τε καὶ νόσου τὰς πρώτας ἀρχὰς ἐπισκέψασθαι, τίνες εἰσί, τοῦ φυσικοῦ καὶ φιλοσόφου, συνίστησι καὶ ἐκ τοῦ τῶν τε φυσικῶν τοὺς πλείστους περὶ αὐτῶν πεποιῆσθαι λόγον καὶ ἐν τούτοις παύεσθαι τὴν φυσικὴν θεωρίαν καὶ τῶν ἰατρῶν τοὺς χαριεστάτους ἀπὸ τούτων τὴν ἀρχὴν τῆς τῶν ἰατρικῶν θεωρίας ποιεῖσθαι ὡς φυσικῶν ὄντων. ἅμα καὶ δείκνυσιν ἡμῖν, κατὰ τί συνῆπται ἡ ἰατρικὴ τῇ φυσικῇ, καὶ ὅτι ἔστιν ὑπὸ τὴν φυσικὴν τὰς ἀρχὰς παρ’ ἐκείνης ἔχουσα, ὡς ὀπτικὴ μὲν παρὰ γεωμετρίας, ἁρμονικὴ δὲ παρ’ ἀριθμητικῆς, κυβερνητικὴ δὲ παρὰ ἀστρολογίας.1 Ὅτι δὲ πάντα τὰ λεχθέντα κοινὰ τῆς ψυχῆς ἐστι καὶ τοῦ σώματος, προειπὼν τὸ φαίνεται δὲ τὰ μέγιστα καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τῶν ζῴων κοινὰ τῆς ψυχῆς ὄντα καὶ τοῦ σώματος καὶ μετὰ ταῦτά τινα ἐξ αὐτῶν τούτων παραθέμενος (ἦν δὲ ταῦτα αἴσθησις, μνήμη, θυμός, ἐπιθυμία, ἡδονή, λύπη), πρὸς δὲ τούτοις καὶ ἄλλα εἰπὼν εἶναι τὰ μὲν κοινὰ τῶν ζωὴν ἐχόντων πάντων τὰ δὲ ζῴων τινῶν, καὶ τὰ μέγιστα καὶ φανερώτατα τῶν κοινῶν ἐκθέμενος καὶ τὰς συζυγίας δείξας τὰς πέντε, περὶ ὧν καὶ ποιήσασθαι πρῶτον λόγον ἐπηγγείλατο, ἐπειδὴ καὶ κατὰ φύσιν ἐστὶ πρῶτα, ὅτι δὲ ταῦτα κοινὰ τῆς τε ψυχῆς ἐστι καὶ τοῦ σώματος δείκνυσι2 διὰ τοῦ μηδὲν αὐτῶν χωρὶς αἰσθήσεως γίνεσθαι. πάντα γὰρ μετ’ αἰσθήσεως, τὰ δὲ μετ’ αἰσθήσεως διὰ σώματος. ὅτι δὲ οὐδὲν αὐτῶν χωρὶς αἰσθήσεως δείκνυσι λέγων πάντα γὰρ τὰ μὲν μετ’ αἰσθήσεως συμβαίνει, τὰ δὲ δι’ αἰσθήσεως. ἐγρήγορσις μὲν γὰρ μετ’ αἰσθήσεως, εἴ γε διακρινομένης τῆς τροφῆς καὶ τῶν αἰσθήσεων διεγειρομένων καὶ ἐξ ἀργίας εἰς ἐνέργειαν μεταβαλλουσῶν ἡ ἐγρήγορσις. ὁμοίως καὶ μετὰ αἰσθήσεως ἡδονή τε καὶ λύπη, ἔτι δὲ ὑγίειά τε καὶ νόσος. δι’ αἰσθήσεως δὲ νεότης τε καὶ γῆρας· ἑκάτερον γὰρ τούτων ἐν τῷ πὼς ἔχειν τὰς αἰσθήσεις. Πάθος δὲ τῆς αἰσθήσεως ὕπνος ἂν εἴη· ταύτης γάρ τι πασχούσης ὁ ὕπνος· ἡ γὰρ ἐκ τῆς τροφῆς ἀναθυμίασις ὅταν ἐπὶ τὴν κεφαλὴν ἀθρόα ἀνενεχθεῖσα καὶ καταψυχθεῖσα ὑπὸ τῶν περὶ τὸν ἐγκέφαλον εἰς τὸ κάτω πάλιν, ὅθεν ἀνηνέχθη, κατενεχθῇ, βαρουμένη ἡ αἴσθησις ὑπὸ τῆς ἐν αὐτῇ ὑγρότητος αὐτή τε ἐμποδίζεται πρὸς τὸ ἐνεργεῖν καὶ ἡσυχάζει καὶ αἰτία τοῖς ζῴοις ὕπνου γίνεται. ἕξις δὲ ἡ αἴσθησις ἂν εἴη· ἐν γὰρ τῷ αἴσθησιν ἔχειν τὸ εἶναι τοῖς ζῴοις. φυλακαὶ δὲ καὶ σωτηρίαι αἱ μνῆμαι καὶ αἱ ἀναμνήσεις, φθοραὶ δὲ καὶ στερήσεις αἱ λῆθαί τε καὶ ὁ θάνατος. ὅτι μὲν οὖν μετ’ αἰσθήσεως καὶ οὐκ ἄνευ αἰσθήσεως αἱ προειρημέναι συζυγίαι, διὰ τούτων γνώριμον. κοινότερον δ’ ἂν λέγοιτο ἐπὶ τῶν φυτῶν τὸ γῆρας καὶ ἡ νεότης· ἡ δὲ ζωὴ καὶ ὁ θάνατος καὶ ἐν τοῖς οὐκ ἔχουσιν αἴσθησιν τῶν ἐμψύχων ἐστίν, ἀλλ’ ἔν γε τοῖς ζῴοις καὶ ταῦτα μετ’ αἰσθήσεως. Ὅτι δὲ ἡ αἴσθησις διὰ τοῦ σώματος γίνεται καὶ διὰ λόγου, φησί, γνώριμον καὶ χωρὶς τοῦ λόγου ἐναργές. καὶ γὰρ αὐτόθεν ἐναργὲς τὸ τὰς αἰσθήσεις διὰ σωματικῶν ὀργάνων γίνεσθαι, καὶ διὰ τοῦ λόγου ῥᾷον δεῖξαι· τὸ γὰρ αἰσθάνεσθαί ἐστι τὸ τῶν αἰσθητῶν ἀντιλαμβάνεσθαι διὰ τῶν αἰσθητηρίων, ἅ ἐστι σώματα.
そして健康と病気について第一の原理を見極めることは自然学者に属すると彼は述べる。すなわち、いかなる第一の原理から、またいかなる第一のものにおいて健康と病気があるか[を見極めること]であり、それは第一の能力である乾・湿・温・冷の均斉のうちにある。そしてこれらについての考察が動物についての考察に固有のものであることを、彼は「なぜなら生命を奪われたものには健康も病気も生じ得ないからである」と述べることによって示した。 それゆえ、彼が前に挙げた四つの対については、彼がそれらについて論究した著作が彼の『自然学論集』のうちに伝わっており、それは『覚醒と睡眠について』『若さと老いについて』『呼吸について』『生と死について』を指す。しかし『健康と病気について』は、もし書かれたとしても現存していない。そしてこれら[の対]のうちでも、覚醒と睡眠はすべての動物に共通であるが(もし魚類の或る種に、彼が『動物誌』において探究しているように、眠らないものがどこかに存在するのでないならば)、若さと老いは動物だけでなく生命にあずかるすべてのものに共通である(なぜなら生と死がそうであるのと同様に、植物においても若さと老いがあるからである)。また吸気と呼気は、肺をもつ限りの動物の大部分に共通である。 そして、健康と病気についてそれらの第一の原理がいかなるものであるかを考察することが、自然学者および哲学者に属するということを、自然学者の大部分がそれらについて議論を行ってその点で自然学の考察を終えていること、および医師たちのうち最も優雅な者たちが、それらが自然学的なものであるとしてそれら[自然学の諸原理]から医学的考察の端緒をなしていることから、[アリストテレスは]確立している。同時に彼はわれわれに、いかなる点において医学が自然学に連結しているか、そして幾何学から光学が、算術からハルモニア論が、天文学から航海術が[原理を受け取る]ように、医学が自然学から原理を受け取りつつそれの配下に属しているということを示している。 そして、すでに述べられたすべての事柄が霊魂と身体に共通であるということについて、「そして動物の最大のもの、共通のもの、固有のものは、霊魂と身体に共通であることが明らかである」と前もって述べ、これらの後にこれら自体から幾つかのもの(これらは感覚、記憶、気概、欲望、快、苦であった)を例示し、さらにこれらに加えて、あるものは生命をもつすべてのものに共通であり、あるものは特定の動物に共通であるような他の事柄もあると述べ、共通の事柄のうち最大かつ最も顕著なものを提示して、彼がまず議論を行うことを予告した五つの対(これらは自然的順序においても第一のものであるから)を示したうえで、これらが霊魂と身体の双方に共通であるということを、それらのうち何一つとして感覚なしには生じないということによって彼は示している。なぜならすべてのものは感覚を伴っており、感覚を伴うものは身体を通じてあるからである。そして、それらのうち何一つとして感覚なしには[生じない]ということを、彼は「なぜならすべてのものはあるものは感覚を伴って生じ、あるものは感覚を通じて生じるからである」と述べることで示している。すなわち覚醒は感覚を伴っている。というのも、滋養分が分離され、諸感覚が呼び覚まされて休止から活動へと移行するときに覚醒が存するからである。同様に快と苦、さらに健康と病気も感覚を伴っている。他方、若さと老いは感覚を通じてある。なぜならこれらの各々は感覚がどのようにあるかということのうちに存するからである。 そして睡眠は感覚の情態であるだろう。なぜなら感覚が何らかの情態を被ることにおいて睡眠が存するからである。すなわち、食物からの蒸気立ち昇りが一団となって頭部へと昇り、脳の周囲のものによって冷却されて、再びそれが昇ってきた元の下方へと降下するとき、感覚はそのうちにある湿気によって重圧を受け、感覚自体が活動することを妨げられて休止し、動物たちにとって睡眠の原因となるのである。他方、感覚は状態(ヘクシス)であるだろう。なぜなら動物たちにとって存在することは感覚をもつことのうちにあるからである。そして記憶と想起は保持と保存であり、忘却と死は滅亡と欠如である。それゆえ、前に述べられた対が感覚を伴っており感覚なしにはないということは、これらのことによって明らかである。しかし若さと老いは植物においてはより一般的な意味で語られるであろう。また生と死は有魂のもののうち感覚をもたないものにも存するが、少なくとも動物においてはこれらもまた感覚を伴っている。 そして感覚が身体を通じて生じるということは、彼が言うように、論証を通じても知られ、論証なしにも明白である。なぜなら諸感覚が身体的な器官を通じて生じるということはそれ自体で明白であり、また論証を通じて示すこともより容易だからである。感覚することとは、感覚器官(これらは身体である)を通じて感覚対象を捉えることだからである。
- 1.2ἀστρολογίας
古典期および古代末期の用法において ἀστρολογία は今日の「占星術」ではなく、天体の運行を幾何学的・計算的に扱う学問、すなわち「天文学」(astronomy)を指す。ここでは航海術(κυβερνητική)が原理を仰ぐ上位の数学的自然諸学(いわゆる中間諸学)の一つとして幾何学・算術と並置されている。
- 1.2Ὅτι δὲ πάντα τὰ λεχθέντα κοινὰ τῆς ψυχῆς ἐστι καὶ τοῦ σώματος, προειπὼν ... ὅτι δὲ ταῦτα κοινὰ τῆς τε ψυχῆς ἐστι καὶ τοῦ σώματος δείκνυσι
文頭の「Ὅτι δὲ πάντα τὰ λεχθέντα κοινὰ τῆς ψυχῆς ἐστι καὶ τοῦ σώματος」は、複数の分詞節(προειπών, παραθέμενος, εἰπών, ἐκθέμενος, δείξας)を挟んだのちに、「ὅτι δὲ ταῦτα κοινὰ τῆς τε ψυχῆς ἐστι καὶ τοῦ σώματος δείκνυσι」として反復・回収される長大な再開構文(resumptive construction)である。主節の主動詞は δείκνυσι であり、文頭の ὅτι 節が提起した「すべて論じられた事柄が霊魂と身体に共通である」という論題を、分詞節群でアリストテレスの議論展開を振り返ったうえで、後続の διὰ τοῦ ... 句によって論証している。
