← アフロディシアスのアレクサンドロス

アリストテレス『感覚について』注解

§4.7-6.9

動物の共通の活動と心身に共通する諸機能

アリストテレスが『霊魂について』で論じた事柄を以後の議論の原理・仮定として措定していること、また動物の諸活動(共通のものと固有のもの)や身体と霊魂の双方に共通する働き(感覚、記憶、欲求や4組の対立状態)の考察順序と意義をアレクサンドロスが解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.2#1

" Τὰ μὲν οὖν εἰρημένα περὶ ψυχῆς." Εἰρηκὼς ἀκολουθεῖν τοῖς περὶ ψυχῆς εἰρημένοις τὴν περὶ τε ζῴων καὶ τῶν ζωὴν ἐχόντων θεωρίαν (ἑκάστου δὲ τούτων δύναμις καὶ εἶδος ἡ ψυχή), καὶ διελὼν τὸν περὶ τούτων λόγον εἴς τε τὰς κοινὰς ἐνεργείας αὐτῶν καὶ εἰς τὰς ἰδίους, περὶ τῶν κοινῶν πρῶτον ἐνεργειῶν ἢ πάντων τῶν ἐμψύχων ἢ τῶν γε πλείστων ποιήσεται 〈τὸν λόγον〉, καὶ μετὰ τοῦτο περὶ τῶν ἰδίων ἐνεργειῶν ἑκάστου εἴδους ἐρεῖ ζῴων, πρῶτον περὶ ζῴων ἱστορήσας· χρήσιμος γὰρ ἡ περὶ ζῴων ἱστορία καὶ διαίρεσις πρὸς τὰς ἰδίας ἐνεργείας ἑκάστου τε εἴδους ζῴων καὶ τῶν μορίων αὐτῶν. αἱ γὰρ κοιναὶ τῶν ἐμψύχων ἐνέργειαι συνάπτουσί πως τῷ κοινῷ περὶ ψυχῆς λόγῳ· τίνες δέ εἰσιν αὗται, ἑξῆς ἐρεῖ. “Ὅσα, φησίν, ἡμῖν περὶ ψυχῆς εἴρηται, ταῦτα κείσθω ὡς ἀρχαὶ τῶν μελλόντων λέγεσθαι. ὑποθέσεις γὰρ ἔθος τοῖς ἀνδράσι τὰς ἀρχὰς λέγειν τὰς ἀναποδείκτους, ἃς καὶ ἀξιώματα λέγουσιν. ὑποθέσεις δὲ λέγουσι καὶ ἃ ἔχοντα ἀπόδειξιν χωρὶς τῆς οἰκείας ἀποδείξεως λαμβάνουσί τε καὶ ὑποτίθενται, ὡς δείξοντες αὐτὰ ὕστερον, χρησόμενοι δὲ αὐτοῖς νῦν πρὸς ἄλλα ὡς ἀρχαῖς. 〈τὰ περὶ ψυχῆς〉 οὖν, φησίν, εἰρημένα τε καὶ δεδειγμένα νῦν ὡς ὑποθέσεις καὶ ἀρχαὶ τῶν μελλόντων λέγεσθαι κείσθω. φθάνει γὰρ δεδεῖχθαι, καὶ οὐκέτι περὶ ἐκείνων νῦν ποιήσεται τὸν λόγον. Ὅτι δὲ περὶ ὧν προέθετο ὡς ἑπομένων τῇ περὶ ψυχῆς θεωρίᾳ εἰπεῖν λέγει,1 τοῦτο δέ ἐστι τὸ περὶ τῶν ἐνεργειῶν τῶν ζῴων τίνες εἰσὶ καὶ διὰ τί γίνονται θεωρῆσαι, ἀλλ’ οὐ προθέμενος περὶ ζῴων λέγειν πρῶτον περὶ ἄλλων τινῶν τὸν λόγον ποιεῖται, ὥς τινες ᾠήθησαν, νῦν μὲν περὶ αἰσθητηρίων τε καὶ αἰσθητῶν λέγων, μετὰ ταῦτα περὶ ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως καὶ τῆς καθ’ ὕπνον μαντικῆς, εἶθ’ ὕστερον περὶ ζῴων, ἀλλὰ καὶ ταῦτα τῆς προτεθείσης ἔχεται πραγματείας (ἔστι γὰρ τῶν κοινῶν τὰ μὲν τοῖς ζῴοις πᾶσι, τὰ δὲ καὶ τοῖς ζωὴν ἔχουσιν ὑπάρχοντα), αὐτὸς ἐδήλωσε δι’ ὧν ἐπιφέρει. εἰπὼν γὰρ τὰ μὲν εἰρημένα περὶ ψυχῆς ὑποκείσθω, περὶ δὲ τῶν λοιπῶν, φησί, λέγωμεν καὶ πρῶτον περὶ τῶν πρώτων, εἰπὼν ἐπιφέρει· φαίνεται δὲ τὰ μέγιστα καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τῶν ζῴων κοινὰ τῆς τε ψυχῆς ὄντα καὶ τοῦ σώματος. ἔστι δὲ ὃ λέγει ὅτι τὰ [μὲν] μέγιστα τῶν κατὰ τὰς τῶν ζῴων ἐνεργείας τάς τε κοινὰς αὐτῶν καὶ τὰς ἰδίας ἑκάστου γένους φαίνεται κοινὰ εἶναι ψυχῆς τε καὶ σώματος, καὶ οὐ τῆς ψυχῆς αὐτῆς καθ’ αὑτήν, δεικνὺς ἡμῖν ὅτι καὶ τὴν περὶ αὐτῶν θεωρίαν οὕτω χρὴ ποιεῖσθαι, συνεπισκεπτομένους καὶ τὰ τοῦ σώματος μόρια, ἐν οἷς καὶ δι’ ὧν αἱ τῶν ψυχὴν ἐχόντων ἐνέργειαι. ὅτι δὲ αἱ πλεῖσται τῶν ψυχικῶν ἐνεργειῶν διὰ σώματος καὶ ἐν τοῖς Περὶ ψυχῆς προείρηκε. Τίνα δέ ἐστι τὰ μέγιστα τε καὶ κοινὰ ἔργα τῆς ψυχῆς καὶ τοῦ σώματος, ἑξῆς λέγει. αἴσθησις γὰρ καὶ μνήμη καὶ θυμὸς καὶ ἐπιθυμία καὶ ὅλως ὄρεξις καὶ πρὸς τούτοις ἡδονὴ καὶ λύπη φανερώτατα μὲν καὶ τῶν ζῴων σχεδὸν ἁπάντων ἐστὶν ἔργα καὶ κοιναὶ ἐνέργειαι αὐτῶν. ἔστι δὲ ταῦτα πάντα κοινὰ ψυχῆς τε καὶ σώματος, περὶ ὧν τῶν μὲν πλείστων ἐν τοῖς Περὶ ψυχῆς προείρηται, περὶ δὲ ἐνίων ὕστερον ἐρεῖ. αἴσθησις μὲν οὖν καὶ ἐπιθυμία καὶ ἡδονὴ καὶ λύπη κοινὰ πάντων, θυμὸς δὲ καὶ μνήμη τῶν πλείστων. ἤρτηται δὲ ταῦτα πάντα τῆς αἰσθήσεως· ἥ τε γὰρ μνήμη, ὡς δείξει (ἐρεῖ δὲ περὶ μνήμης ἐν τοῖς ἑξῆς, οὐ γὰρ προείρηκέ πω), * * * περί τε ὀρέξεως καὶ ἡδονῆς καὶ λύπης ὅτι ἕπεται ταῦτα τοῖς αἴσθησιν ἔχουσιν ἐν τοῖς Περὶ ψυχῆς δέδειχε. Πρὸς τούτοις δὲ ἄλλα τινά ἐστι τὰ μὲν πάντων τῶν ζωῆς μετεχόντων κοινά, τὰ δὲ τῶν ζῴων τὰ μὲν πάντων τὰ δὲ τῶν πλείστων, καὶ περὶ ὧν ἐφεξῆς τὴν θεωρίαν κατὰ τὴν πρόθεσιν ποιήσεται, ὁμοίως τοῖς εἰρημένοις κοινὰ ψυχῆς τε καὶ σώματός ἐστι. διὸ καὶ ἅμα περὶ ἑκατέρου αὐτῶν ποιήσεται τὸν λόγον. τίνα δέ ἐστιν αὐτὰ ἑξῆς ἐκτίθεται λέγων· τυγχάνουσι δὲ τούτων τὰ μέγιστα τέτταρες οὖσαι συζυγίαι τὸν ἀριθμόν,2 καὶ καταριθμεῖται αὐτάς, περὶ ὧν μετὰ τὸν περὶ αἰσθητηρίων τε καὶ αἰσθητῶν λόγον τὴν θεωρίαν παραδίδωσι. πρῶτον δὲ περὶ τούτων λέγει, καὶ δι’ ἣν αἰτίαν ἐρεῖ. τὸ δὲ καὶ γὰρ ταῦτα σχεδὸν ὑπάρχει πᾶσι τοῖς ζῴοις εἶπε διὸ προσθήσει· οὐ γὰρ μόνον τάδε κοινά, ἀλλὰ κἀκεῖνα.

「それゆえ、霊魂について語られた事柄は。」 霊魂について語られた事柄に、動物および生命をもつものについての考察が後続すると述べ(そしてこれらの各々にとって霊魂はその能力であり形相である)、これらのものについての議論を、それらの共通の活動と固有の活動とに区分したうえで、[アリストテレスは]まず有魂のもののすべて、あるいは少なくとも大部分のものに共通の活動について[議論を]行い、そののちに、まず動物について探究を行ったうえで、動物の各種に固有の活動について語るであろう。なぜなら、動物についての探究と区分は、動物の各種およびそれらの部分に固有の活動にとって有用だからである。というのも、有魂のものの共通の活動は、霊魂についての共通の議論にある仕方で連結しているからである。これらがいかなるものであるかは、彼は引き続いて語るであろう。「霊魂についてわれわれによって語られた限りの事柄は、これから語られようとする事柄の原理として措定されよ」と彼は言う。というのも、証明されない原理を人々は仮定と呼ぶ慣習があり、それらを公理とも呼ぶからである。また人々は、証明をもちながら固有の証明抜きに受け入れられ仮定されるものをも、それらを後で証明するつもりでありつつ、今は他の事柄のために原理として用いるつもりで、仮定と呼ぶのである。「それゆえ、霊魂について語られかつ証明された事柄は、今やこれから語られようとする事柄の仮定および原理として措定されよ」と彼は言う。なぜなら、それらはすでに証明されており、今や彼はそれらの事柄について再び議論を行うことはないからである。そして、彼が霊魂についての考察に後続するものとして論述することを意図した事柄について語っていること、すなわちそれは動物の活動がいかなるものであり、なぜ生じるのかを考察することであって、一部の人々が考えたように、動物について語ることを意図しておきながら、まず他の何らかの事柄について議論を行い、今は感覚器官と感覚対象について語り、その後に生と死、睡眠と覚醒、そして夢想による予言について語り、その後に動物について語る、というわけではなく、むしろこれらもまた意図された探究に属していること(なぜなら共通の事柄のうちには、あるものはすべての動物に属し、あるものは生命をもつものにも属しているからである)を、彼自身がそれに付け加える言葉によって明らかにした。というのも、「霊魂について語られた事柄は前提として措定されよ」と言ったのち、「残りの事柄について語ることにしよう、そしてまず第一のものについて[語ることにしよう]」と彼が述べ、そう述べてから、「そして動物の最大のもの、共通のもの、固有のものは、霊魂と身体の双方に共通であることが明らかである」と付け加えているからである。そして彼が述べていることは、動物の活動に応じた最大のもの、すなわちそれらに共通のものと各類に固有のものの双方は、霊魂と身体の双方に共通であるように思われ、霊魂それ自体だけのものではない、ということであり、それらについての考察もまた、身体の部分をも共に考察しながらこのように行われねばならないことをわれわれに示している。それらの[身体の]部分において、またそれらを通じて、霊魂をもつものの活動が存するからである。また、霊魂の活動の大部分が身体を通じてなされるということは、『霊魂について』においても彼がすでに述べたところである。では、霊魂と身体の最大かつ共通の働きとは何であるかを、彼は引き続いて述べている。すなわち、感覚、記憶、気概、欲望、そして一般に欲求、さらにこれらに加えて快と苦は、極めて明白にほぼすべての動物の働きであり、それらに共通の活動だからである。そしてこれらはすべて霊魂と身体の共通のものであり、それらの大部分については『霊魂について』においてすでに述べられており、一部のものについては後で語るであろう。したがって、感覚、欲望、快、苦はすべてのものに共通であるが、気概と記憶は大部分のものに共通である。そしてこれらはすべて感覚に依存している。すなわち記憶は、彼が示すであろうように(記憶については引き続く箇所で語るであろう、まだ前もって語ってはいないからである)、[……]また欲求、快、苦については、これらが感覚をもつものに後続することを『霊魂について』において彼は示した。これらに加えてさらに他のある事柄があり、それらはあるものは生命にあずかるすべてのものに共通であり、またあるものは動物のうちですべてのものに、あるいは大部分のものに共通であって、それらについて彼は意図に従って順次考察を行うのであるが、すでに述べられた事柄と同様に霊魂と身体に共通である。それゆえ彼は双方の各々について同時に議論を行うであろう。それらがいかなるものであるかを、彼は引き続いて提示してこう述べる。「そしてこれらの中で最大のものは、数において四つの対をなしている」。そして彼はそれらを枚挙するのであり、それらについて感覚器官および感覚対象についての議論ののちに考察を伝えるのである。しかしまず彼はこれらの事柄について論じており、またいかなる理由によるかを語るであろう。また「なぜならこれらもまたほぼすべての動物に属するからである」と彼が言ったのは、「これらのみが共通であるだけでなく、あれらもまた共通であるから」と彼が付加するからである。

構文注2 件
  1. 1.2Ὅτι δὲ περὶ ὧν προέθετο ὡς ἑπομένων τῇ περὶ ψυχῆς θεωρίᾳ εἰπεῖν λέγει

    文頭の ὅτι 節(「…について彼が語っているということ」)は、主節末尾の主動詞 αὐτὸς ἐδήλωσε δι’ ὧν ἐπιφέρει(「彼自身がそれに付け加える言葉によって明らかにした」)の直接の目的語節として前置されている。目的語節の主要部(ὅτι… λέγει… ἀλλ’ οὐ… ποιεῖται)と主動詞(αὐτὸς ἐδήλωσε)の間に、反論対象となる解釈(一部の人々の見解)や例示の分詞節(νῦν μὲν… λέγων)、括弧的説明が長く挟み込まれた長大な離隔構文である。

  2. 1.2τυγχάνουσι δὲ τούτων τὰ μέγιστα τέτταρες οὖσαι συζυγίαι τὸν ἀριθμόν

    動詞 τυγχάνουσι は述語分詞 οὖσαι を伴って「実際〜である」を表す。主語は中性複数名詞化された最上級 τὰ μέγιστα であるが、述語名詞 τέτταρες … συζυγίαι(女性複数)に牽引されて分詞 οὖσαι も動詞 τυγχάνουσι(複数)も呼応している。τούτων は部分の属格、τὸν ἀριθμόν は「数において」を表す観点の対格(限定の対格)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:4.7-6.9