← アフロディシアスのアレクサンドロス

アリストテレス『トポス論』注解

§5.1-7.2

弁論術との差異とトポスの定義

弁証術と弁論術の共通点と相違点(普遍的問いと文脈的個別性、対話形式と長大演説)を整理した上で、『トピカ』の書名の由来である「トポス」の定義(テオプラストスによる規定)と、弁証術においてなぜ通念からの推論が必要とされるのかを例証を通じて解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.0#3

ἀλλ’ οὖν εἰ καὶ ταῦτα αὐταῖς παρακολουθεῖ, ἀλλὰ κυρίως γε δυνάμεις διὰ τὸ ὁμοίως τὰ ἀντικείμενα δύνασθαι· οὐδὲν γὰρ μᾶλλον ὁ διαλεκτικός, καθ’ ὃ τοιοῦτος, τόδε ἢ τὸ ἀντικείμενον αὐτῷ συλλογίζεται· ὁμοίως δὲ καὶ ὁ ῥήτωρ. κοινὸν γοῦν αὐταῖς τό τε μὴ περὶ ἕν τι γένος ἀφωρισμένον πραγματεύεσθαι καὶ τὸ δι’ ἐνδόξων καὶ πιθανῶν καὶ μὴ δι’ οἰκείων ἀρχῶν τῷ προκειμένῳ καὶ τὸ ὁμοίως περὶ τὰ ἀντικείμενα ἀλλήλοις εἶναι. διαφέρουσι δὲ ἀλλήλων τῷ τὴν μὲν διαλεκτικὴν περὶ πᾶσαν ὕλην τῇ δυνάμει χρῆσθαι καὶ μὴ διεξοδικοὺς ποιεῖσθαι τοὺς λόγους ἀλλ’ ἐν ἐρωτήσει τε καὶ ἀποκρίσει (ἀπὸ γὰρ τούτου καὶ ὅλον τὸ ὄνομα αὐτῇ) καὶ καθολικωτέρας καὶ κοινοτέρας τὰς ἀποφάνσεις ποιεῖσθαι, τὴν δὲ ῥητορικὴν μήτε περὶ πᾶσαν ὕλην ὁμοίως εἶναι τῇ διαλεκτικῇ (περὶ γὰρ τὴν πολιτικὴν μᾶλλον ὁ ῥήτωρ, ὡς προείρηται) καὶ διεξοδικῷ γε ὡς ἐπὶ τὸ πλεῖστον χρῆσθαι τῷ λόγῳ καὶ περὶ τῶν καθ’ ἕκαστα μᾶλλον λέγειν. πρὸς γὰρ τὰς περιστάσεις καὶ τὰς τύχας τε καὶ τοὺς καιροὺς καὶ τὰ πρόσωπα καὶ τοὺς τόπους καὶ τὰ τοιαῦτα τοὺς λόγους σχηματίζει, ἅπερ ἐν τοῖς καθ’ ἕκαστά ἐστι· περὶ τοιούτων γὰρ αἵ τε δίκαι καὶ αἱ συμβουλαὶ καὶ τὰ ἐγκώμια. Περὶ δὲ τῆς οὕτως λεγομένης διαλεκτικῆς Ἀριστοτέλης μὲν καὶ ἐν ἄλλοις βιβλίοις πεπραγμάτευται, μάλιστα δὲ ἐν τούτοις, ἃ ἐπιγράφεται Τοπικὰ ἀπὸ τοῦ τόπους τινὰς ἐν αὐτοῖς παραδίδοσθαι, ἀφ’ ὧν ὁρμώμενοι δυνησόμεθα περὶ παντὸς τοῦ προτεθέντος δι’ ἐνδόξων συλλογίζεσθαι, ὥς φησιν αὐτός. ἔστι γὰρ ὁ τόπος, ὡς λέγει Θεόφραστος, ἀρχή τις ἢ στοιχεῖον, ἀφ’ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχὰς ἐπιστήσαντες τὴν διάνοιαν, τῇ περιγραφῇ μὲν ὡρισμένος (ἢ γὰρ περιλαμβάνει τὰ κοινὰ καὶ καθόλου, ἅ ἐστι τὰ κύρια τῶν συλλογισμῶν, ἢ δύναταί γε ἐξ αὐτῶν τὰ τοιαῦτα δείκνυσθαί τε καὶ λαμβάνεσθαι), τοῖς δὲ καθ’ ἕκαστα ἀόριστος·1 ἀπὸ τούτων γὰρ ἔστιν ὁρμώμενον εὐπορεῖν προτάσεως ἐνδόξου πρὸς τὸ προκείμενον· τοῦτο γὰρ ἡ ἀρχή. [ἀξιοῦσι δέ τινες τὸ πρῶτον βιβλίον μὴ Τοπικὸν ἀλλὰ Πρὸ τῶν τόπων ἐπιγράφεσθαι.] † ἐνίοτε ὅσα ἀναγκαῖα τὸ ἐξ ἐνδόξων·2 οὐ γὰρ οἷόν τε περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἀληθῶν συλλογίζεσθαι, ὡς προείρηται. τὸ γὰρ ὅτι ἡ ἡδονὴ ἀγαθὸν τέλος δι’ ἀληθῶν μὲν οὐχ οἷόν τε δεῖξαι,3 ὅτι μηδὲ ἀληθές ἐστι τὸ δεικνύμενον, δι’ ἐνδόξων μέντοι οἷόν τε· ἂν γὰρ λάβωμεν ὅτι πᾶν, ὃ αἱρετὸν ὂν μὴ δι’ ἄλλο τι ἀλλὰ δι’ αὑτὸ τοιοῦτόν ἐστι, τελικὸν ἀγαθόν ἐστι, καὶ προσλάβωμεν τὸ ‘ἡ δὲ ἡδονὴ τοιοῦτον’ ἔνδοξον ὄν, συνάξομεν τὸ προκείμενον. πάλιν ἂν λάβωμεν ὅτι, ὃ πάντα τὰ ζῷα αἱρεῖται ὁμοίως, λογικά τε καὶ ἄλογα, τοῦτο μάλιστα κατὰ φύσιν, τὸ δὲ μάλιστα κατὰ φύσιν τελικώτατον, καὶ συλλογισάμενοι ὅτι, ὃ πάντα τὰ ζῷα ὁμοίως, λογικά τε καὶ ἄλογα, αἱρεῖται, τοῦτό [μάλιστα κατὰ φύσιν] ἐστι τελικώτατον, εἶτα προσλάβωμεν ὅτι τὴν δὲ ἡδονὴν πάντα ὁμοίως, λογικά τε καὶ ἄλογα, αἱρεῖται, πάλιν τὸ αὐτὸ ἐσόμεθα συλλελογισμένοι. ἐπεὶ γὰρ περὶ παντὸς μὲν πρόκειται τῷ διαλεκτικῷ συλλογίζεσθαι, ἐν δὲ τοῖς πᾶσίν ἐστι καὶ τὰ ψευδῆ, οὐχ οἷόν τε δὲ δι’ ἀληθῶν ψεῦδος συλλογίζεσθαι, δῆλον ὡς δι’ ἀληθῶν μὲν οὐ συλλογιεῖται τὰ τοιαῦτα τῶν προβλημάτων, δι’ ἐνδόξων δέ· οὐ γὰρ ἀδύνατον καὶ ψευδῆ τινα ὄντα ἔνδοξα εἶναι. εἰ γὰρ πάλιν μὴ δι’ ἐνδόξων ἀλλὰ φαινομένων ἐνδόξων, οὐκ ἔσται διαλεκτικὸς ἀλλὰ σοφιστής, ὡς δέδειχεν ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις· ἡ δὲ προκειμένη πραγματεία διαλεκτική. προσκείμενον δὲ τὸ περὶ παντὸς χωρίζει πως τῆς ῥητορικῆς τὴν διαλεκτικήν· οὐ γὰρ ὁμοίως περὶ παντὸς προβλήματος ἡ ῥητορικὴ συλλογιστική· ὕλη γὰρ μᾶλλον τῷ ῥήτορι τὰ ἠθικά τε καὶ πολιτικὰ προβλήματα, ὡς προειρήκαμεν, ἃ δι’ ἐνδόξων πειρᾶται καὶ αὐτὴ δεικνύναι. κοινότερον δὲ τὸ περὶ παντὸς εἶπε, καθ’ ὅσον καὶ περὶ φυσικῶν καὶ περὶ ἠθικῶν καὶ περὶ λογικῶν προβλημάτων ὁ διαλεκτικὸς διαλαμβάνει. ἔστι μέντοι τινὰ ἐν τούτοις οὐ διαλεκτικὰ προβλήματα, περὶ ὧν δῆλον ὅτι οὐκέτι ὁ διαλεκτικὸς ἐρεῖ, ὥστε οὐχ ἁπλῶς περὶ πάντων· οὐ γὰρ περὶ τῶν “αἰσθήσεως ἢ κολάσεως δεομένων”, ἀλλ’ οὐδ’ “ὧν σύνεγγυς ἡ ἀπόδειξις, οὐδ’ ὧν λίαν πόρρω”, ὡς αὐτὸς μετ’ ὀλίγον λέγων περὶ τοῦ διαλεκτικοῦ προβλήματος ἐρεῖ. ἢ περὶ τῶν τοιούτων οὐ λέγει, ὅτι μηδὲ προβλήματα ταῦτα τὴν ἀρχήν·4 εἶπε δὲ περὶ παντὸς τοῦ προτεθέντος προβλήματος, δῆλον ὅτι διαλεκτικοῦ.

しかし、たとえこれらのことが弁証術と弁論術に伴うとしても、それらが本来の意味で能力と呼ばれるのは、等しく対立するものをなし得るからである。実際、弁証家は、弁証家であるかぎりにおいて、それに対立するもの以上にこれ[一方]を推論することは決してないからであり、弁論家も同様である。したがって、限定された一つの類について探究しないこと、提示された主題に固有の原理からではなく通念や説得的なものを通じて探究すること、そして互いに対立するものについて等しく関わること、これらはそれらに共通である。他方でそれらは、弁証術があらゆる質料に関してその能力を用い、論述を長大なものとはせず、問いと答えにおいて行い(実際、このことからその全体の名称も生じている)、またより普遍的かつ共通の言明を行うのに対して、弁論術はあらゆる質料について弁証術と同様に関わるわけではなく(実際、既に述べたように、弁論家はむしろ政治的な事柄に関わるからである)、ほとんどの場合において長大な論述を用い、むしろ個別の事柄について語るという点において、互いに異なっている。実際、弁論家は個別の事柄のうちにある状況や運命、時機、人物、場所などの事柄に合わせて論述を形づくるのである。裁判や勧告や頌徳論は、まさにこのような事柄に関わるからである。 アリストテレスは、このように語られる弁証術について他の書物でも探究しているが、とりわけ『トピカ』と題されたこれらの書物において探究している。それは、彼自身が述べるように、そこにおいていくつかのトポス[論点]が授けられ、それらを出発点として、我々が提示されたすべての問題について通念を通じて推論することができるようになるからである。というのも、テオプラストスが述べるように、トポスとはある種の原理または構成要素であり、我々はそこに思考を向けることによって各々の事柄についての原理を取り出すのであり、その輪郭においては規定されているが(実際、トポスは推論の主要部である共通かつ普遍的なものを包括しているか、あるいはそれらからそのようなものが示され取り出され得るかのいずれかである)、個別の事柄においては無規定なものである。なぜなら、これらを出発点とすることで、提示された主題に対する通念に適った前提を豊富に見出すことができるからである。これこそが原理だからである。[なお、第1巻は『トピカ』ではなく『トポス論への手引き』と題されるべきだと主張する人々もいる。]† ある場合には、通念からの[推論]が必要とされるすべてである。というのも、既に述べたように、提示されたすべての問題について真なるものから推論することは不可能だからである。実際、「快は窮極の善である」ということを真なるものを通じて示すことは不可能である。示される事柄が真ですらないからである。しかし、通念を通じて示すことは可能である。実際、「他の何かのゆえにではなく、それ自体のゆえに選ばれるようなものはすべて窮極の善である」という命題を取り、さらに「しかるに快はこのようなものである」という通念に適った命題を付け加えるならば、我々は提示された結論を導出するであろう。また、「理性的なものも非理性的なものも、すべての動物が等しく選ぶものは、もっとも自然にかなっている」という命題と、「もっとも自然にかなっているものは、もっとも窮極的である」という命題を取り、「理性的なものも非理性的なものも、すべての動物が等しく選ぶものは[もっとも自然にかなっており]もっとも窮極的である」と推論した上で、次いで「しかるに快を、理性的なものも非理性的なものも、すべての動物が等しく選んでいる」と付け加えるならば、我々は再び同一の結論を推論したことになるであろう。実際、すべての問題について推論することが弁証家に課せられており、すべての問題のうちには偽なるものも含まれ、他方で真なるものを通じて偽を推論することは不可能である以上、弁証家はそのような種類の問題を真なるものを通じてではなく通念を通じて推論するであろうことは明らかである。偽である何ものかが通念に適っていることも不可能ではないからである。というのも、また通念ではなく外見上の通念を通じて推論するならば、彼は弁証家ではなくソフィストになるであろうからであり、そのことは〔アリストテレスが〕『ソフィスト的論駁について』において示した通りである。そして当面する探究は弁証術的な探究である。「すべての問題について」という付加は、弁証術を弁論術からある意味で区別している。弁論術はすべての問題について同様に推論的であるわけではないからである。既に述べたように、弁論家にとってはむしろ倫理的・政治的な問題が質料であり、弁論術自身もそれらを通念を通じて示そうと試みるのである。しかし、弁証家が自然学的な問題についても倫理的な問題についても論理学的な問題についても論究するかぎりにおいて、彼は「すべての問題について」とより包括的に述べたのである。もっとも、これらの中には弁証術的でない問題もあり、それらについては明らかに弁証家はもはや語らないであろうから、端的にあらゆる問題について語るわけではない。実際、彼自身が少し後で弁証術的な問題について論じながら述べるように、「感覚や処罰を必要とするもの」について弁証家は語ることはなく、「論証が間近にあるものや、あまりに遠く離れているもの」についても語ることはないからである。あるいはむしろ、そもそもこれらは端から問題ですらないがゆえに、彼はそのようなものについて語らないのである。そして彼が述べたのは、提示されたすべての問題について、すなわち明らかに弁証術的な問題についてであった。

構文注4 件
  1. 1.0τῇ περιγραφῇ μὲν ὡρισμένος... τοῖς δὲ καθ’ ἕκαστα ἀόριστος

    男性単数主格の分詞・形容詞 ὡρισμένος および ἀόριστος は、関係節 ἀφ’ οὗ... διάνοιαν を挟んで文頭の主語 ὁ τόπος に一致する。また与格 τῇ περιγραφῇ と τοῖς καθ’ ἕκαστα はそれぞれ観点の与格(「輪郭・限定においては」「個別の事例においては」)として機能している。

  2. 1.0† ἐνίοτε ὅσα ἀναγκαῖα τὸ ἐξ ἐνδόξων

    底本で短剣符に挟まれた破損箇所。構文的には冠詞付き前置詞句 τὸ ἐξ ἐνδόξων(「通念による[推論]」)を主語とし、述語補語として ἀναγκαῖα(または ἀναγκαῖον)が置かれ、省略された動詞(ἐστί または δεῖ)を補って「時には必要なすべてにおいて、通念からの[推論が要求される]」という文脈上の意味を復元して読解する。

  3. 1.0τὸ γὰρ ὅτι ἡ ἡδονὴ ἀγαθὸν τέλος δι’ ἀληθῶν μὲν οὐχ οἷόν τε δεῖξαι

    冠詞付きの ὅτι 節 τὸ... ὅτι ἡ ἡδονὴ ἀγαθὸν τέλος(「快は窮極の善であるということ」)が、非人称述語 οὐχ οἷόν τε(「不可能である」)に導かれる不定詞 δεῖξαι の直接目的語として置かれている。

  4. 1.0μηδὲ προβλήματα ταῦτα τὴν ἀρχήν

    否定辞 μή / μηδέ を伴う対格 τὴν ἀρχήν は副詞的に機能し、「そもそも/端から(全く…ない)」という意味を表す。主語 ταῦτα に対して προβλήματα は述語名詞であり、系詞 εἶναι が省略されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:5.1-7.2