← アフロディシアスのアレクサンドロス

アリストテレス『トポス論』注解

§3.12-4.34

通念による推論と弁証術および弁論術の対応

弁証術が真理ではなく通念による推論である理由を論証し、弁証術と弁論術が特定の限定された類を持たず共に対立する両面を論駁できる「能力」として対応関係にあることを解明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.0#2

οὔτε γὰρ πᾶν τὸ προτιθέμενον ἀληθές (προτίθεται γοῦν καὶ τὰ ἀντικείμενα, οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν, καὶ πάλιν ὅτι οὐκ ἀγαθόν, καὶ ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ πάλιν ὅτι οὐκ ἀθάνατος· ἀδύνατον δὲ τὰ ἀντικείμενα ἀλλήλοις ἄμφω ἀληθῆ εἶναι), οὔτε τὸ μὴ ἀληθὲς δι’ ἀληθῶν οἷόν τε συλλογίζεσθαι· πᾶν γὰρ τὸ δι’ ἀληθῶν δεικνύμενον ἀληθές. καθ’ ὅσον δ’ αὖ διὰ τῶν ἐκ τῶν ἐρωτήσεων συγχωρουμένων, δι’ ἐνδόξων· τὰ γὰρ ἔνδοξα καὶ πιθανὰ διδόασί τε καὶ συγχωροῦσιν οἱ ἀποκρινόμενοι. οὐ πάντα δὲ τὰ ἔνδοξα καὶ κυρίως ἀληθῆ· ἔργον γοῦν τῶν ἐρωτώντων ἐστὶ καὶ εἰς παραδόξους ἀποκρίσεις ἀγαγεῖν τοὺς ἀποκρινομένους, ὥσπερ καὶ τὸ εἰς ἀντίφασιν. ὥστε οὐκ ἐν τῷ δι’ ἀληθῶν συλλογίζεσθαι ἡ διαλεκτικὴ τὸ εἶναι ἂν ἔχοι ἀλλ’ ἐν τῷ δι’ ἐνδόξων.1 διὸ οἱ ἐπ’ ἄλλο τι σημαινόμενον μεταφέροντες αὐτὴν οὐκ οἰκείως καταχρῶνται τῷ τῆς διαλεκτικῆς ὀνόματι. Τοιαύτην δὲ οὖσαν αὐτὴν εἰκότως καὶ ἀντίστροφόν φησιν Ἀριστοτέλης εἶναι τῇ ῥητορικῇ, ἐπειδὴ κἀκείνη περὶ τὰ πιθανά, ἃ τῷ ἔνδοξα εἶναι καὶ αὐτά ἐστι τοιαῦτα· τὸ γὰρ ἀντίστροφον ἀντὶ τοῦ ἰσόστροφόν τε καὶ περὶ τὰ αὐτὰ στρεφομένην καὶ καταγινομένην λέγει.2 οὐ γὰρ ὡς τῶν ἐπιστημῶν ἑκάστη περί τι γένος ἀφωρισμένον οὖσα τὰ οἰκεῖα ἐκείνῳ τῷ γένει καὶ καθ’ αὑτὰ ὑπάρχοντα δείκνυσί τε καὶ λαμβάνει διὰ τῶν οἰκείων ἀρχῶν ἐκείνῳ τῷ γένει, οὕτως καὶ αὗται. οὔτε γὰρ ἕν τι γένος τὸ ὑποκείμενον αὐτῶν ἑκατέρᾳ, οὔτε περὶ οὗ ἂν τὸν λόγον ποιῶνται, διὰ τῶν οἰκείων ἐκείνῳ καὶ ἐν τῇ οὐσίᾳ ὄντων αὐτοῦ δεικνύουσιν ἃ δεικνύουσιν, ἀλλ’ ἥ τε πραγματεία αὐταῖς περὶ κοινά (διαλεκτικοῦ γὰρ ὁμοίως μὲν περὶ μουσικῶν, ὁμοίως δὲ περὶ ἰατρικῶν, ἔτι δὲ γεωμετρικῶν, φυσικῶν τε καὶ ἠθικῶν καὶ λογικῶν καὶ περὶ πάντων τῶν προτεθέντων ἐπιχειρεῖν), αἵ τε δείξεις διὰ κοινῶν τε καὶ ἐνδόξων καὶ οὐκ οἰκείων τοῖς προκειμένοις· οὐ γὰρ διὰ ἰατρικῶν ἀρχῶν ὁ διαλεκτικὸς τῶν κατὰ τὴν ἰατρικὴν τι δείκνυσιν (ἰατροῦ γὰρ τοῦτο), οὐδὲ διὰ γεωμετρικῶν τὰ γεωμετρικά (ἦν γὰρ ἂν γεωμέτρης), ἀλλ’ ἔστιν ἴδιον αὐτῷ τὸ περὶ πάντων τῶν προτεθέντων δι’ ἐνδόξων συλλογίζεσθαι. τίνα δέ ἐστι τὰ ἔνδοξα, ὀλίγον ὕστερον ἔσται γνώριμον. καὶ ὁ ῥήτωρ δέ, εἰ καὶ μὴ περὶ πάντων ὁμοίως τῷ διαλεκτικῷ, ἀλλ’ οὖν οὐδὲ αὐτὸς περὶ ἕν τι γένος ἀφωρισμένον· καὶ γὰρ περὶ ἰατρικῶν ὁ ῥήτωρ λέγει καὶ περὶ φιλοσόφων καὶ περὶ μουσικῶν, μάλιστα δὲ περὶ πολιτικῶν· δοκεῖ γὰρ τοῦ ῥήτορος οἰκεία ὕλη εἶναι ἡ ἐν τοῖς πολιτικοῖς τε καὶ πρακτοῖς. καὶ περὶ ἁπάντων, περὶ ὧν ἂν λέγῃ, καὶ αὐτὸς ἐκ πιθανῶν τινων καὶ ἐνδόξων τὰς ἐπιχειρήσεις ποιήσεται ὁμοίως τῷ διαλεκτικῷ· καὶ γὰρ καὶ αὐτὸς εἰς τὰ ἀντικείμενα ἐπιχειρεῖ, τὸ αὐτὸ ποτὲ μὲν καλὸν ποτὲ δὲ οὐ καλόν, καὶ ποτὲ μὲν συμφέρον ποτὲ δὲ μή, καὶ ποτὲ μὲν δίκαιον ποτὲ δὲ μὴ δεικνύς. ὥστε κοινὸν αὐταῖς καὶ τοῦτο, τὸ ὁμοίως πρὸς ἀμφότερα τὰ ἀντικείμενα ταῖς δυνάμεσι χρῆσθαι. οἱ μὲν γὰρ κατὰ τὰς ἐπιστήμας, εἰ καὶ γνῶσιν ἔχουσι τῶν ἀντικειμένων, ἀλλὰ σκοπός γε αὐτοῖς ὁ κατὰ τὴν ἐπιστήμην θάτερον μέρος τῶν ἀντικειμένων ἀφωρισμένως, τὸ βέλτιον· ἰατροῦ μὲν γὰρ τὸ ὑγιάζειν, ἀλείπτου δὲ τὸ εὐεξίαν περιποιεῖν, ἄλλῳ δὲ ἄλλο τι ἀφωρισμένως, τὸ βέλτιον τῶν ἀντικειμένων τῶν περὶ ἃ πραγματεύεται. καὶ γὰρ ἡ γνῶσις αὐτοῖς ἡ τῶν τούτοις ἀντικειμένων οὐ προηγουμένη ἀλλ’ ἑπομένη τῇ τούτων γνώσει· ἕπεται γὰρ τῇ τῶν ὑγείας ποιητικῶν ἐπιστήμῃ καὶ ἡ τῶν νοσοποιεῖν δυναμένων γνῶσις. ὁ δὲ διαλεκτικός τε καὶ ὁ ῥήτωρ ὁμοίως τὴν τῶν ἀντικειμένων δεῖξιν σκοπὸν ἔχουσι. διὸ καὶ δυνάμεις αὐτὰς καλοῦσι· τὸ γὰρ κυρίως δυνάμενόν τι τὰ ἀντικείμενα δύναται.3 λέγουσι μὲν γάρ τινες αὐτὰς δυνάμεις καλεῖσθαι διὰ τὸ ἐν δυνάμει τινὶ καὶ ὑπεροχῇ ποιεῖν τοὺς χρωμένους αὐταῖς· οἱ γὰρ πολλοὶ τοὺς τοιούτους τεθαυμάκασιν ὡς πλέον τῶν ἄλλων δυναμένους· ἀλλὰ καὶ διὰ τὸ δύνασθαι καὶ εὖ καὶ κακῶς αὐταῖς χρῆσθαι τοὺς ἔχοντας· διὰ τοῦτο γὰρ καὶ τῶν ἀγαθῶν τὰ ὀργανικὰ δυνάμεις καλεῖσθαι.

というのも、提示されるすべての事柄が真であるわけではなく(実際、対立するものども、例えば快は善であるということ、そしてまた善ではないということ、さらに魂は不死であるということ、そしてまた不死ではないということも提示されるが、互いに対立するものが両方とも真であることは不可能である)、また真でない事柄を真なるものを通じて推論することも不可能だからである。なぜなら、真なるものを通じて示されるすべてのものは真だからである。他方でまた、質問から同意された事柄によるかぎりでは、通念によるのである。なぜなら、答える者たちは通念に適った説得的な事柄を与え、同意するからである。しかし、すべての通念が固有の意味において真であるわけでもない。実際、矛盾へと追い込むことと同様に、答える者たちを逆説的な応答へと導くこともまた問う者たちの仕事である。それゆえ、弁証術がその本質をもつのは、真なるものを通じて推論することにおいてではなく、通念を通じて推論することにおいてであろう。だからこそ、弁証術を別の何らかの意味合いへと移し替える者たちは、弁証術という名称を不適切に濫用しているのである。 弁証術がこのようなものであるがゆえに、アリストテレスがそれを弁論術と「対応するもの」であると言うのももっともである。弁論術もまた説得的な事柄に関わるのであり、それらの事柄は通念であることによってそれ自体もそのようなものだからである。というのも、彼は「対応するもの」を、「等しく回転するもの」、すなわち同一の事柄の周りを巡り、それらに携わるものであるという意味で述べているからである。実際、諸学の各々が限定された一つの類に関わるものとして、その類に固有かつそれ自体において属する事柄を、その類に固有の原理を通じて示し、かつ引き受けるのと同じように、これらのもの[弁証術と弁論術]もそうである、というわけではない。なぜなら、それらの各々にとって主題となる一つの類が存在するわけでもなく、また自らが論証を行う主題について、その主題に固有でその本質のうちにある事柄を通じて自らの示す事柄を示すわけでもなく、むしろそれらの探究は共通の事柄に関わっており(実際、弁証家の仕事は、音楽的な事柄についても同様に、医術的な事柄についても同様に、さらに幾何学的な事柄、自然学的な事柄、倫理的な事柄、論理学的な事柄についても、また提示されたすべての事柄について論駁を試みることである)、またその論証は、共通かつ通念に適ったものを通じてなされ、提示された主題に固有のものを通じてではないからである。実際、弁証家は医術に関わる事柄の何かを医術的な原理を通じて示すのではなく(これは医者の仕事だからである)、また幾何学的な事柄を幾何学的な原理を通じて示すのでもなく(そうであれば幾何学者であっただろうから)、提示されたすべての事柄について通念を通じて推論することが彼に固有なのである。どのようなものが通念であるかは、少し後で知られることになるだろう。そして弁論家もまた、弁証家と同様にすべての事柄について関わるわけではないとしても、しかし彼自身も限定された一つの類に関わるわけではない。実際、弁論家は医術的な事柄についても、哲学的な事柄についても、音楽的な事柄についても語るが、とりわけ政治的な事柄について語る。弁論家の固有の質料は、政治的かつ実践的な事柄のうちにあると思われるからである。そして彼が語るであろうすべての事柄について、彼自身も弁証家と同様に何らかの説得的かつ通念に適ったものから論駁を試みるであろう。実際、彼自身も対立するものへと論駁を試み、同一の事柄をある時は美しく、ある時は美しくないと示し、またある時は有益であり、ある時はそうでないと示し、ある時は正しく、ある時はそうでないと示すからである。したがって、両方の対立するものへ等しく能力を用いることも、これら[弁証術と弁論術]にとって共通である。なぜなら、諸学に従う者たちは、対立するものについての知識をもっているとしても、学に従う彼らの目標は対立するものの限定された一方の部分、すなわちより優れた部分だからである。実際、治療することは医者の仕事であり、良好な健康状態をもたらすことは体育指南者の仕事であり、他者には限定された別の何かが、すなわち自らが携わる対立するもののうちより優れたものがその仕事である。なぜなら、これらに対立するものについての彼らの知識は第一義的なものではなく、これらについての知識に伴うものだからである。健康を産出するものについての学には、病を生ぜしめ得るものについての知識もまた伴うからである。これに対して、弁証家と弁論家は共に対立するものの論証を目標としてもっている。それゆえ、彼らはこれらを能力とも呼ぶのである。なぜなら、本来の意味で何かをなし得るものは、対立するものをなし得るからである。実際、ある人々は、弁証術と弁論術が能力と呼ばれるのは、それらを用いる者たちをある種の力と卓越性のうちに置くからであると述べる。一般の人々は、そのような者たちを他の人々よりも多くのことができる者たちとして称賛してきたからである。しかしまた、それらをもつ者たちが、それらを善くも悪くも用いることができるからでもある。このゆえにこそ、諸々の善のうち道具的なものも能力と呼ばれるのである。

構文注3 件
  1. 1.0ὥστε οὐκ ἐν τῷ δι’ ἀληθῶν συλλογίζεσθαι ἡ διαλεκτικὴ τὸ εἶναι ἂν ἔχοι ἀλλ’ ἐν τῷ δι’ ἐνδόξων

    ἄν を伴う希求法 ἔχοι ἂν は推論的・控えめな主張を表す。名詞的用法をなす定冠詞付き不定詞 τὸ εἶναι は ἔχοι の直接目的語であり、「本質(存在)」を意味する。前置詞句 ἐν τῷ ... συλλογίζεσθαι が「〜において本質をもつ」という述語的補足関係を構成している。

  2. 1.0τὸ γὰρ ἀντίστροφον ἀντὶ τοῦ ἰσόστροφόν τε καὶ περὶ τὰ αὐτὰ στρεφομένην καὶ καταγινομένην λέγει

    λέγει の目的語である τὸ ἀντίστροφον はアリストテレスの語句への言及。前置詞 ἀντί と属格の定冠詞 τοῦ に導かれる句において、中性の ἰσόστροφον と女性単数対格の分詞句 περὶ τὰ αὐτὰ στρεφομένην καὶ καταγινομένην が並列されている。後者の女性形は文脈上の被修飾語である ἡ διαλεκτική(または τέχνη / μέθοδος)に一致させた構文的牽引(または意味上の呼応)である。

  3. 1.0τὸ γὰρ κυρίως δυνάμενόν τι τὰ ἀντικείμενα δύναται

    主語は定冠詞付きの中性分詞 τὸ ... δυνάμενόν τι(「本来的に何らかの能力をもつもの」)であり、述語動詞 δύναται が直接目的語として対格 τὰ ἀντικείμενα(「対立するものども」)をとる。動詞 δύναμαι が能力の及ぶ対象を目的語として対格支配する構文である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:3.12-4.34